17. Λοιπὸν δ’ ἂν εἴη πάσας ὁμοῦ συμπλέξαι
18. τὰς τῶν συνεκτικῶν αἰτίων διαφοράς· γίνονται δὲ τὸν ἀριθμὸν
1. ὀκτώ· δύο μὲν, ὅταν ἐκλυθείσης ἅμα τῆς τε δυνάμεως καὶ τῆς
2. χρείας ποτὲ μὲν μαλακώτερον αὐτοῦ γένηται τὸ ὄργανον,
3. ποτὲ δὲ σκληρότερον, δύο δ’ ἄλλαι τῆς μὲν δυνάμεως ἐκλυθείσης,
4. τῆς δὲ χρείας ἐπιταθείσης, τῶν δ’ ὀργάνων ἢ μαλακῶν
5. ἢ σκληρῶν γενομένων, καὶ ἄλλαι δύο τῆς μὲν δυνάμεως
6. ἐῤῥωμένης, τῆς χρείας δὲ ἐκλελυμένης ἅμα τῇ τῶν ὀργάνων
7. ὑπαλλαττομένῃ διαφορᾷ. δύο δὲ λοιπαὶ τῆς μὲν δυνάμεως
8. ἐῤῥωμένης, τῆς δὲ χρείας ἐπιτεταμένης, ἅμα τῇ προειρημένῃ
9. τῶν ὀργάνων διαφορᾷ. ἐκλυθείσης μὲν οὖν τῆς δυνάμεως ἅμα
10. καὶ τῆς χρείας εἰς μικρότητα μὲν καὶ βραδύτητα πάντως οἱ
11. σφυγμοὶ τρέπονται καθ’ ἑκατέραν τῶν ὀργάνων τὴν διαφορὰν,
12. πυκνοῦνται δ’ οὐκ ἐξ ἀνάγκης, ὥσπερ οὐδ’ ἀραιοῦνται,
13. ἀλλὰ τούτων ἑκάτερον αὐτοῖς ἐν μέρει προσγίνεται παρά τε
14. τὴν τῶν ὀργάνων διαφορὰν καὶ τὸ ποσὸν τῆς βλάβης καθ’
15. ἑκάστην τῶν συνεκτικῶν αἰτίων. ὀλίγης μὲν γὰρ οὔσης τῆς
16. ἐν τῇ δυνάμει βλάβης καὶ τῶν ὀργάνων μὴ πάνυ σκληρῶν
17. ὑπαρχόντων οὐδεμία γίνεται κατὰ πυκνότητα σφυγμῶν ἀλλοίωσις.
18. ἐῤῥέθη γὰρ καὶ πρόσθεν ὅτι μὴ τοὺς σφυγμοὺς μόνους,
19. ἀλλὰ καὶ πάσας ἁπλῶς τὰς ἐνεργείας πυκνοῦσθαι συμβαίνει
1. διὰ τὸ καθ’ ἑκάστην αὐτῶν ἐλλιπές· τὸ δ’ ἐλλιπὲς
2. ὡς τῇ χρείᾳ μετρεῖται, καὶ τοῦτ’ εἴρηται πρόσθεν. ὅταν οὖν
3. ἐκλυθῇ μὲν αὐτὴ, βραχεῖα δ’ ᾖ τῆς δυνάμεως ἡ βλάβη, τηνικαῦτα
4. μὲν οὐκ ἂν ἐλλιπὴς ἡ ἐνέργεια γένοιτο, πλὴν εἰ δι’ ὀργάνων
5. ἄμετρον σκληρότητα. ἐὰν τοίνυν μεγάλως μὲν ἡ δύναμις
6. βλαβῇ, μετρίως δ’ ἡ χρεία ἐκλυθῇ, σκληρὰ δ’ ἱκανῶς
7. ἀποτελεσθῇ τὰ ὄργανα, μικροτέρους ἀνάγκη γίνεσθαι τοὺς
8. σφυγμοὺς τῆς χρείας, καὶ διὰ τοῦτ’ ἐλλιπῆ τὴν ἐνέργειαν, εἰς
9. ὅσον δ’ ἐλλιπεστέραν, εἰς τοσοῦτον καὶ πυκνοτέραν. ἀλλὰ
10. καὶ αὐτὴν τὴν μικρότητά τε καὶ βραδύτητα τῶν τοιούτων
11. σφυγμῶν οὐχ ὡσαύτως ἔχειν διὰ παντὸς οἷόν τε. περὶ γὰρ
12. τὸ μᾶλλόν τε καὶ ἧττον ἤτοι τὴν δύναμιν ἢ τὴν χρείαν
13. βεβλάφθαι ἀνάγκη καὶ αὐτοὺς τοὺς σφυγμοὺς ἢ μᾶλλον
14. ἢ ἧττον εἰς μικρότητά τε καὶ βραδύτητα μεταβάλλεσθαι. μικρότεροι
15. μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως γίνονται
16. καὶ διὰ τὴν χρείαν ἐκλελυμένην καὶ διὰ τὴν τῶν ὀργάνων
17. σκληρότητα, ἀλλ’ ἧττόν τε καὶ μᾶλλον πάσχουσι τοῦτο
18. παρὰ τὸ ποσὸν τῆς ἀλλοιώσεως ἑκάστου τῶν αἰτίων, ἢ κατὰ
19. μόνας, ἢ κατὰ σύνδυο, ἢ πάντων ὁμοῦ βεβλαμμένων·
1. κατὰ μόνας μὲν, ὅταν μικρότατος ὁ σφυγμὸς γένηται, ἤτοι
2. τῶν ὀργάνων σκληροτάτων ἀποτελεσθέντων ἢ τῆς δυνάμεως
3. ἀῤῥωστούσης ἐσχάτως· ἀρκεῖ γὰρ καὶ τὸ ἕτερον αὐτῶν ὁποτερονοῦν,
4. ὡς εἴρηται, βλαβὲν μικρότερον ἐργάσασθαι τὸν
5. σφυγμόν· κατὰ σύνδυο δὲ, ὥσπερ ὅταν ἐσχάτως μὲν γένηται
6. μικρὸς, οὐκ εἰς ἔσχατον δὲ βλάβης ἥκῃ τι τῶν εἰρημένων αἰτίων,
7. ἀλλ’ ἑκάτερον αὐτῶν τοσοῦτον ἀπολείπηται τῆς ἄκρας
8. βλάβης, ὥστε τὸν ἐξ ἀμφοῖν ἀποτελούμενον σφυγμὸν ὁμοίως
9. ἠλλοιῶσθαι τῷ διὰ θάτερον ἐσχάτως βεβλαμμένῳ. οὕτω
10. δὲ καὶ εἰ τὰ τρία γένη τῶν αἰτίων εἰς ἑνὸς σφυγμοῦ γένεσιν
11. συνδράμοι, ποιήσειεν ἄν ποτε τηλικαύτην ἀλλοίωσιν,
12. ὅση καὶ δι’ ἓν ἐξ αὐτῶν ἄκρως βεβλαμμένον ἐγένετο. καὶ χρὴ
13. τούτου μεμνῆσθαι παρὰ πάντα τὸν λόγον, ὅπως μή τις ἐξαπατηθεὶς
14. τὴν ἐξ ἁπάντων τῶν αἰτίων ἐσχάτως βεβλαμμένων
15. γινομένην ἀλλοίωσιν ἐξ ἀνάγκης ἡγῆται μείζονα τῆς ἐξ ἑνὸς
16. ὑπάρχειν. ἀρκεῖ γὰρ, ὡς εἴρηται, δι’ ἓν ὁτιοῦν αἴτιον ἀκριβῶς
17. βεβλαμμένον εἰς ἐσχάτην ἀλλοίωσιν ἀφικέσθαι τοὺς
18. σφυγμούς. ἡ γοῦν τῆς δυνάμεως εἰς τοὔσχατον κατάπτωσις
1. μικροτάτους ἐργάζεται τοὺς σφυγμοὺς, κᾂν μαλακοὶ μὲν οἱ
2. χιτῶνες οἱ τῶν ὀργάνων ὑπάρχωσιν, ἐπείγῃ δὲ ἡ χρεία, ὥστε
3. καὶ τούτου πάλιν ἐν τῷ καθόλου μεμνῆσθαι χρήσιμον, ὡς
4. πολλάκις μὲν εἰς τὴν τῶν ἐσχάτων σφυγμῶν γένεσιν πλειόνων
5. αἰτίων δεῖ, πολλάκις δ’ ἓν ἀπόχρη. μέγιστος μὲν γὰρ οὐ γένοιτο
6. δι’ εὐρωστίαν ἄκραν δυνάμεως, εἰ μὴ καὶ τἄλλα συντελῇ,
7. μικρότατος δ’ ἄν ποτε γένοιτο δι’ ἀῤῥωστίαν. καὶ τό γε τούτου
8. θαυμασιώτερον, τῶν λοιπῶν αἰτίων πολλάκις τὸν ἐναντιώτατον
9. σφυγμὸν οἰκεῖον ἐχόντων, καὶ καθ’ ἓν ἐξ αὐτῶν τὸ
10. κρατοῦν ἡ τροπὴ γίνεται. κρατεῖ δ’ ἄλλο, νῦν μὲν εἰ τύχοι.
11. δυνάμεως ἀῤῥωστία, δι’ ἣν μικρότατος ὁ σφυγμὸς ἐγένετο,
12. αὖθις δ’ ὀργάνων σκληρότης, καὶ αὖθις πάλιν χρείας κατάλυσις.
13. ὥσπερ γὰρ ἀῤῥωστούσης ἐσχάτως τῆς δυνάμεως οὐκ
14. ἂν οὔθ’ ἡ μαλακότης τῶν ὀργάνων οὔθ’ ἡ τῆς χρείας ἔπειξις
15. αὐξήσει τὸ μέγεθος, οὕτω καὶ κατασκληρυνθέντων τῶν ὀργάνων
16. οὐδὲν οὔθ’ ἡ δύναμις ἐῤῥωμένη συντελέσει πρὸς τὸ
17. μέγεθος οὔθ’ ἡ τῆς χρείας ἔπειξις. ὥσπερ δὲ δι’ ἓν αἴτιον
18. ἐσχάτως βεβλαμμένον ἐσχάτη σφυγμῶν ἀλλοίωσις γίνεται
1. πολλάκις, οὕτως ἔστιν ὅτε πάντων ἅμα τῶν αἰτίων εἰς ἑνὸς
2. σφυγμοῦ γένεσιν συντελούντων οὐδέπω τὴν ἐσχάτην ἀλλοίωσιν
3. ἔσχηκεν ὁ πρὸς αὐτῶν ἀποτελούμενος. εἰ γὰρ ἅμα μὲν
4. ἄῤῥωστος ἡ δύναμις, ἅμα δὲ ἡ σκληρότης μὲν τῶν ὀργάνων,
5. ἔκλυσις δὲ τῆς χρείας, οὐδ’ οὕτως ἀναγκαῖον μικρότατον γενέσθαι
6. τὸν σφυγμὸν, καίτοι πάντων τῶν εἰρημένων αἰτίων
7. μικρὸν γεννᾷν πεφυκότων. ἀλλ’ ἐὰν μήτε ἓν ὁτιοῦν ἐξ αὐτῶν
8. εἰς ἔσχατον ἥκῃ βλάβης μήτε τὸ ἐξ ἁπάντων ἀθροιζόμενον
9. κεφάλαιον ἴσον ᾖ τῇ καθ’ ἓν μεγίστῃ κακώσει, τὸν σφυγμὸν
10. οὐκ ἐνδέχεται γενέσθαι μικρότατον. ὅπερ οὖν ἔφην, οὐδὲν
11. οὕτω σκοπεῖν χρὴ κατὰ τὰς ἀλλοιώσεις τῶν σφυγμῶν, ὡς τὸ
12. ποσὸν τῆς βλάβης τῶν αἰτίων. ἀλλὰ τοῦτο μὲν κᾀν
13. τοῖς περὶ τῆς δι’ αὐτῶν προγνώσεως ἐροῦμεν, ἐν δὲ τῷ παρόντι
14. λόγῳ μεταβῶμεν ἐπὶ τὴν τρίτην τε καὶ τετάρτην συζυγίαν
15. τῶν ὀκτὼ τῶν προειρημένων, ἐνταῦθά που καταλιπόντες
16. ἤδη τὸν περὶ τῶν πρώτων δυοῖν λόγον. εἰ γάρ τι καὶ
17. παρεῖται κατὰ ταύτας, ῥᾳδίως ἐκ τῶν προειρημένων ἂν εὑρεθήσεται.
18. ὅταν οὖν ἀῤῥωστῇ μὲν ἡ δύναμις, ἐπείγῃ δ’ ἡ χρεία,
1. σκληρὸν δ’ ᾖ τὸ ὄργανον, μάλιστα μὲν εἰς πυκνότητα, δεύτερον
2. δ’ εἰς μικρότητα, τρίτον δ’ εἰς βραδύτητα τὴν τροπὴν
3. τῶν σφυγμῶν εὑρήσεις γινομένην, οὐ μήν γ’ ἐξ ἀνάγκης οὔτε
4. διὰ παντὸς οὔτε καθ’ ἕκαστον αὐτῶν ὁτιοῦν οὔθ’ ἅμα
5. συμπίπτει πάντα. μεγάλης μὲν γὰρ οὔσης καθ’ ἕκαστον τῶν
6. αἰτίων τῆς βλάβης, μικρότατοι καὶ πυκνότατοι καὶ βραδεῖς οἱ
7. σφυγμοὶ γίνονται· βραδεῖς μὲν, ὅτι καὶ ἡ δύναμις ἀσθενὴς,
8. μικρότατοι δὲ διά τε ταύτην καὶ διὰ τὴν τῶν ὀργάνων σκληρότητα.
9. ὅτι δὲ τοιοῦτοι, διὰ τοῦτο καὶ πυκνότατοι, καὶ
10. πολὺ μᾶλλον, ὡς ἂν τῆς χρείας ἐπειγούσης. καὶ τοίνυν καὶ
11. χωρὶς ταύτης ἀῤῥωστία δυνάμεως ὀργάνων σκληρότητι συνελθοῦσα
12. ἱκανὴ μικροτάτους τε καὶ πυκνοτάτους ἐργάσασθαι
13. τοὺς σφυγμοὺς, ἐξ ἐπιμέτρου δὲ τούτοις τὸ ἀπὸ τῆς χρείας
14. βίαιον προσιὸν εἰς ὄλεθρον μὲν οὐ μικρὰ συντελεῖ, πυκνοτέρους
15. δ’ οὐκ ἂν ἔτι τοὺς σφυγμοὺς ἐργάσαιτο. καὶ γὰρ
16. καὶ χωρὶς ταύτης ἦσαν ἤδη πυκνότατοι. εἰ μέντοι βραχεῖα
17. μὲν ἥ τε τῶν ὀργάνων εἴη βλάβη καὶ ἡ τῆς δυνάμεως, πολλὴ
18. δ’ ἡ χρεία τῆς γενέσεως αὐτῶν, οὔτε μικρότεροι τῶν κατὰ
19. φύσιν οὗτοί γε οὔτε βραδύτεροι γένοιντ’ ἂν, ἀλλ’ ἔστιν ὅτε
1. θάττους μὲν σαφῶς, μείζους δὲ κᾂν μὴ σαφῶς, ἀλλ’ ἴσοι
2. γε ἐναργῶς τοῖς κατὰ φύσιν. ἐπειγούσης γὰρ ἱκανῶς τῆς
3. χρείας, κᾂν ἀῤῥωστοτέρα τοῦ κατὰ φύσιν ἡ δύναμις ᾖ, κινεῖται
4. ταχέως. πολὺ δ’ ἂν μᾶλλον ηὔξησε τὸ μέγεθος τοῦ
5. τάχους, εἰ μὴ πρὸς τῆς σκληρότητος ἐκωλύετο. νυνὶ δὲ διὰ
6. τοῦτ’ ἐπιδηλότερον γίνεται τὸ τάχος τοῦ μεγέθους, ὅτι τὸ
7. μὲν οὐδὲν ἐμποδίζει βραχεῖ σκληρότερον ἑαυτοῦ γενόμενον τὸ
8. ὄργανον, τῷ μεγέθει δ’ ἐναντιοῦται μάλιστα πάντων, πυκνοὶ
9. δ’ ἐπὶ τῶν τοιούτων οἱ σφυγμοὶ γίνονται τῷ μὴ πληροῦσθαι
10. τὴν χρείαν. εἰ δέ γε βραχεῖα καὶ ταύτης ἡ εἰς τὸ
11. παρὰ φύσιν ἐκτροπὴ γένοιτο, παντελῶς ὀλίγη τε καὶ δυσδιάγνωστος
12. ἔσται καὶ ἡ πυκνότης, πληροῦται γὰρ αὐτάρκως
13. τηνικαῦτα τῷ τάχει τε καὶ τῷ μεγέθει καὶ καθόλου φάναι
14. χρὴ παραβάλλειν ἐπὶ τῆς τοιαύτης συζυγίας τῷ ποσῷ τῆς
15. χρείας τὴν ὑπὸ τῆς δυνάμεως διὰ τῶν ὀργάνων ἀποτελουμένην
16. ἐνέργειαν. ὅσον γὰρ ἀπολείπεται τῆς χρείας ἡ ἐνέργεια,
17. τοσοῦτον ἐπιδίδωσιν εἰς πυκνότητα. μικρότεροι δ’ αὖ πάλιν
18. εἰς τοσοῦτον καὶ βραδύτεροι γίνονται τοῖς οὕτω διακειμένοις
19. εἰς ὅσον ἂν ἤτοι τὰ τῆς δυνάμεως ἢ τὰ τῶν ὀργάνων
1. ἐξίστηται τοῦ κατὰ φύσιν. ἀλλὰ περὶ μὲν τῆς τρίτης ἐπαλλάξεως
2. τῶν αἰτίων ἱκανὰ καὶ ταῦτα· περὶ δὲ τῆς τετάρτης
3. συζυγίας ἤδη λεκτέον, ἐφ’ ἧς ἄῤῥωστος μὲν ἡ δύναμις,
4. ηὔξηται δ’ ἡ χρεία σὺν τῇ τῶν ὀργάνων μαλακότητι.
5. δῆλον οὖν κᾀπὶ ταύτης ὡς εἰ μὲν ἡ κατὰ τὴν χρείαν
6. αὔξησις παμπόλλη γένοιτο, βραχὺ δ’ ἀπολείποιτο τοῦ
7. κατὰ φύσιν ἥ τε δύναμις καὶ τὰ ὄργανα, πολὺ μᾶλλον
8. εἰς μέγεθος ἤπερ εἰς τὸ τάχος ἐπιδώσουσιν οἱ σφυγμοί.
9. κατὰ μὲν γὰρ τὴν πρὸ ταύτης εἰρημένην συμπλοκὴν ἡ
10. σκληρότης τῶν ὀργάνων ἀντέπραττε τῷ μεγέθει τῆς διαστολῆς,
11. κατὰ δὲ τὴν νῦν προκειμένην οὐχ ὅπως ἀντιπράττει
12. πρὸς τὴν διαστολὴν ἡ μαλακότης αὐτῶν, ἀλλὰ
13. καὶ συνεργεῖ πάντων μάλιστα. μείζων οὖν ἐναργῶς ἔσται
14. τοῦ κατὰ φύσιν ὁ σφυγμὸς, οὐ μὴν ὁμοίως γε καὶ θάττων
15. ἐναργῶς. ἔσται δὲ καὶ πυκνότερος ὁ τοιοῦτος σφυγμὸς
16. τοῦ κατὰ φύσιν, οὐ μὴν ὡσαύτως, οὐδ’ οὕτως τῷ
17. κατὰ τὴν τρίτην συζυγίαν, ὅτι νῦν ἡ χρεία μᾶλλον ἢ
18. κατ’ ἐκείνην πληροῦται. εἰ δὲ τὰ μὲν ἀπὸ τῆς χρείας
19. τε καὶ τῆς δυνάμεως ὀλίγῳ τινι παραλλάττοιτο τοῦ κατὰ
20. φύσιν, ἡ δ’ εἰς μαλακότητα τροπὴ τῶν ὀργάνων εἴη συχνὴ,
1. πλησίον τῶν κατὰ φύσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν οἱ
2. σφυγμοὶ γενήσονται καὶ τῷ ποσῷ τῆς διαστολῆς καὶ τῷ
3. ποιῷ τῆς κινήσεως καὶ τῷ χρόνῳ τῆς ἡσυχίας, ἑνὶ δὲ μόνῳ
4. τῷ μαλακῷ τῆς προσβολῆς, τοῦτο γὰρ ἴδιον ἀχώριστον αὐτῶν,
5. διαλλάξουσι τῶν κατὰ φύσιν. εἰ δὲ τὰ τοῦ μὲν ἀπὸ
6. τῆς χρείας τε καὶ τῶν ὀργάνων μὴ μεγάλην ἔχοι τὴν ἐκτροπὴν,
7. ἡ δύναμις δ’ ἰσχυρῶς κάμνοι, μικροὶ μὲν ἱκανῶς καὶ
8. πυκνοὶ, μετρίως δ’ ἂν εἶεν οἱ τοιοῦτοι βραδεῖς. ἀρκεῖ καὶ
9. περὶ ταύτης τῆς συμπλοκῆς τοσαῦτα. μεταβῶμεν δ’ ἐπὶ τὰς
10. ἑξῆς δύο, κοινὸν μὲν ἐχούσας τήν τε ῥώμην τῆς δυνάμεως
11. καὶ τὴν χρείαν τῆς γενέσεως τῶν σφυγμῶν ἐκλελυμένην, διαφερούσας
12. δ’ ἐν τοῖς ὀργάνοις. ἡ μὲν δὴ ἑτέρα αὐτῶν,
13. ἐφ’ ᾗ σκληρὸν μὲν τὸ ὄργανον, εὐρωστία δ’ ἐστὶ δυνάμεως,
14. ἐλάττων δ’ ἡ χρεία, μικροτέρους μὲν πάντως ἐργάζεται
15. τοὺς σφυγμοὺς, οὐ μὴν οὔτε βραδυτέρους οὔτε πυκνοτάτους
16. ἐξ ἀνάγκης. ἀλλ’ εἰ μὲν ἱκανῶς ἐκλυθείη τὰ τῆς
17. χρείας, μετρίως τῶν ὀργάνων ἐσκληρυσμένων, οὐ μικρότεροι
18. μόνον, ἀλλὰ καὶ βραδύτεροι σαφῶς καὶ ἀραιότεροι
19. γενήσονται. εἰ δὲ πλείων ἡ τῶν ὀργάνων εἴη κάκωσις ἤπερ
1. ἡ τῆς χρείας, μικρὸς ἱκανῶς ὁ τοιοῦτος σφυγμὸς γίνεται καὶ
2. διὰ τοῦτο πυκνὸς, διὰ δὲ αὐτὸ τοῦτο καὶ ἧττον βραδὺς
3. τοῦ κατὰ τὴν προτέραν διάθεσιν. εἰ γὰρ μήθ’ ἡ χρεία πληροῦται
4. καὶ ἡ δύναμις εὔρωστός ἐστιν, οὐκ ἄρ’ ἀξιολόγως
5. γένοιτο βραδύς. οὐ πληροῦται δ’ ἡ χρεία διὰ τὴν μικρότητα
6. διαστολῆς. αὕτη δ’ εἵπετο τῇ σκληρότητι τῶν ὀργάνων.
7. μαλακὰ δ’ εἴπερ ἦν, οὐκ ἂν ἐλάττων σαφῶς τοῦ κατὰ
8. φύσιν ὁ σφυγμὸς ἦν, πλὴν εἰ μὴ μεγάλως ἠλάττωτο τὰ τῆς
9. χρείας. καὶ πάντως ἂν εἰς τοσοῦτον ἀραιότερος ἐφαίνετο,
10. εἰς ὅσον ἂν καὶ τὰ τῆς χρείας καθῄρητο. καὶ μέντοι καὶ
11. βραδὺς σαφῶς μὲν ἐπὶ ταῖς ἀξιολόγοις τῆς χρείας ὑπαλλαγαῖς,
12. οὐ σαφῶς δ’ ἐπὶ ταῖς ἐλάττοσι. ἀλλ’ ἤδη καὶ περὶ
13. τούτων τῶν συμπλέξεων αὐτάρκως διειλεγμένοι τῶν ὑπολοίπων
14. δυοῖν μνημονεύσωμεν, ἐφ’ ὧν αὐξηθείσης μὲν τῆς
15. χρείας, ῥωσθείσης δὲ τῆς δυνάμεως οἱ χιτῶνες τῶν ἀρτηριῶν
16. ποτὲ μὲν μαλακοὶ, ποτὲ δὲ σκληροὶ γίνονται. μαλακῶν
17. μὲν δὴ ὄντων αὐτῶν πάντως μὲν οἱ σφυγμοὶ μεγάλοι
18. τε καὶ ταχεῖς γενήσονται, πυκνοὶ δ’ οὐκ ἐξ ἅπαντος, ἀλλ’
19. ὅταν ἐξαίσιος ἡ τῆς χρείας αὔξησις ᾖ. τηνικαῦτα γὰρ οὔτε
20. τὸ μέγεθος τῆς διαστολῆς οὔτε τὸ τάχος τῆς κινήσεως
1. ἱκανὰ πληροῦν τὴν χρείαν. ὀλίγης δ’ οὔσης τῆς ὑπερβολῆς
2. ἀποχρώντως ὑπηρετεῖ καὶ τὸ μέγεθος μόνον. εἰ μέντοι σκληροὶ
3. γενηθεῖεν οἱ τῶν ἀρτηριῶν χιτῶνες, πολυειδῶς ἐν ταῖς
4. τοιαύταις διαθέσεσιν οἱ σφυγμοὶ τρέπονται. βραχείας μὲν
5. γὰρ οὔσης τῆς σκληρότητος, ἀξιολόγου δὲ τῆς κατὰ τὴν
6. χρείαν ὑπαλλαγῆς καὶ μείζους καὶ θάττους καὶ πυκνότεροι
7. τῶν κατὰ φύσιν ἔσονται. ἴσης δὲ καθ’ ἑκάτερον τῶν αἰτίων
8. τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης, καὶ μηδὲ πάνυ
9. τι μηδ’ ἑτέρας ἰσχυρᾶς, ἴσοι μὲν τοῖς κατὰ φύσιν, ὠκύτεροι
10. δὲ καὶ πυκνότεροι γίνονται. εἰ δ’ ἰσχυρὰ βλάβη καὶ τῆς
11. χρείας καὶ τῶν ὀργάνων γένοιτο, τῶν μὲν σκληρυνθέντων
12. ἐπὶ μᾶλλον, τῆς δ’ ἐπειγούσης ἀμετρότερον, θάττους μὲν
13. ἂν ἔτι καὶ νῦν εἶεν τῶν κατὰ φύσιν, μικρότεροι δὲ καὶ
14. πυκνότεροι.
⟨
(De causis puls.) [n° 064 Fichtner] [GalLat]
De causis pulsuum
Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1
De causis pulsuum, 1.11, ed. Kühn, 1825, vol. 9, p. 40-51. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩