Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 1.12, ed. Kühn, 1825, vol. 9, p. 51-54. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.12

15. Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα,
16. λοιπὸν ἂν εἴη προχειρισάμενον ἕνα τινὰ σφυγμὸν ἐπ’ αὐτοῦ
17. διδάξαι τὸ χρήσιμον τῆς αὐτοῦ γυμνασίας. ἔστω δὴ ὁ ταχὺς,
18. ὃν οἰκεῖον ῥώμης τε καὶ δυνάμεως ἐλέγομεν ὑπάρχειν καὶ
19. χρείας ἐπειγούσης καὶ ὀργάνων μαλακότητος. πῶς οὖν οὗτος
1. εὑρεθεὶς ἐφ’ ἑνὸς ἀῤῥώστου διορισθήσεται, πηνίκα μὲν
2. ὑφ’ ἑνὸς τῶν εἰρημένων αἰτίων, πηνίκα δ’ ὑπὸ δυοῖν, ἢ καὶ
3. πάντων γίνεται; τόνδε τὸν τρόπον. ἐπειδὴ τῆς μὲν ἰσχυρᾶς
4. δυνάμεως ὁ σφοδρὸς ἀχώριστός ἐστι, τῶν δὲ μαλακῶν ὀργάνων
5. ὁ μαλακὸς, ὅταν μὲν χωρὶς ἀμφοτέρων τούτων τὸ τάχος,
6. ἐκ τῆς χρείας ἐπειγούσης μόνης γίνεται, ὅταν δὲ μετὰ θατέρου,
7. πάντως μὲν καὶ ἐπ’ ἐκείνου, τοῦτο γνώρισμα παρέχοντος,
8. ἐξ ἀνάγκης δὲ καὶ διὰ τὴν τῆς χρείας αὔξησιν. ἐδείχθη
9. γὰρ ἔμπροσθεν ὡς οὐχ οἷόν τε γενέσθαι ταχεῖς σφυγμοὺς,
10. ὥσπερ οὐδὲ μεγάλους ἄνευ τοῦ τὴν χρείαν καλεῖν. ὁπόσον μὲν
11. οὖν τι μετέβαλεν εἰς ῥώμην, ἢ εἰς ἀῤῥωστίαν ἡ δύναμις,
12. ἐκ τῶν ἰδίων αὐτῆς σφυγμῶν ἔνεστι διαγινώσκειν. οὕτω δὲ
13. καὶ περὶ τῶν ὀργάνων τῆς ποιότητος. καὶ γὰρ καὶ ταύτης
14. ἐνδεικτικοὺς ἔχομεν σφυγμούς. ὁπόσον δὲ ἡ χρεία τῆς γενέσεως
15. αὐτῶν, τεκμήρασθαι χρὴ συλλογιζόμενον ἐκ τῆς κατὰ τὸ
16. μέγεθός τε καὶ τὴν πυκνότητα καὶ τὸ τάχος μεταβολῆς. εἰ
17. γὰρ καὶ μέγιστος καὶ πυκνότατος ἅμα αὐτὸς εἴη καὶ τάχιστος,
18. ἐσχάτως ἐπείγεται τῆς χρείας· εἰ δ’ ἁπλῶς μέγας τε καὶ
1. θάττων βραχεῖ, μὴ μέντοι μέγιστός τε καὶ πυκνὸς, οὐκ ἂν
2. εἴη μεγάλη τῆς χρείας ἡ μεταβολὴ πρὸς τῷ καὶ ἀπὸ τῶν
3. ἄλλων γνωρισμάτων χωρὶς τῶν σφυγμῶν δύνασθαι προγινώσκεσθαι
4. τὰ τῆς χρείας πῶς ἔχει. εἴτε γὰρ θερμασίας εἴη
5. πλῆθος εἴτε δαπάνη τοῦ ψυχικοῦ πνεύματος, οὐ χαλεπὸν
6. διορίσασθαι. ἡ μὲν γὰρ θερμασία τὴν ἁφὴν οὐκ ἂν λάθοι,
7. τὰ πολλὰ δὲ καὶ τῷ τῆς δυσπνοίας ἤδη σαφέστατα γνωρίζεται
8. καὶ δίψει καὶ τῇ ἔνδον αἰσθήσει τοῦ κάμνοντος. ἡ δὲ
9. τοῦ ψυχικοῦ πνεύματος ἀνάλωσις ἔν τε τοῖς γυμναζομένοις
10. καὶ διαφορουμένοις καὶ τοῖς εἴσω ῥεύμασι γίνεται, ὧν οὐδὲν
11. λάθοι τὸν ἰατρόν. οὐδὲ χρὴ νῦν ἡμᾶς ἐπὶ πλέον ὑπὲρ αὐτῶν
12. λέγειν, οὐ γὰρ τῆς ἄρτι προκειμένης πραγματείας ὅτι μὴ
13. πάρεργον, ἀλλὰ τῆς προγνωστικῆς ἐστιν ὁ τοιοῦτος λόγος.
14. ἐμνημονεύσαμεν δ’ αὐτοῦ νῦν ἐνδείξασθαι τοῖς περὶ τὸν
15. Ἀρχιγένην βουλόμενοι, πρὸς τοῖς περὶ τῆς γενέσεως τοῦ ταχέος
16. σφυγμοῦ κακῶς αὐτοῖς εἰρημένοις, ὡς οὐ χαλεπόν ἐστιν
17. ἐξευρίσκειν ἑκάστοτε τὴν ποιήσασαν αἰτίαν. ἔσται δὲ καὶ διὰ
18. τῶν ἑξῆς ἔτι σαφέστερον ταὐτὸ τοῦτο, περὶ τῶν ὑπολοίπων
1. σφυγμῶν τῆς γενέσεως εἰ διέλθοιμεν πρότερον, οἷον τῶν
2. τε ἀτάκτων καὶ ἀρύθμων καὶ ἀνωμάλων καλουμένων,
3. καὶ μάλιστα εἰ καὶ κατὰ μίαν διαστολὴν τῆς ἀρτηρίας εἶεν
4. τοιοῦτοι.

Cliquer un n° de page pour en afficher l’image