6. Λοιπὴ δὲ καὶ τρίτη σφυγμῶν γενέσεως αἰτία
7. συνεκτικὴ τὸ σῶμα τῶν ἀρτηριῶν ἐστιν αὐτό. πᾶσα γὰρ
8. δύναμις ἐνεργοῦσά τινος ἕνεκεν ὀργάνων ἐπιτηδείων δεῖται
9. πρὸς τοὖργον. ἦν δ’ ἐπιτήδειον ὄργανον πρὸς τὰ παρόντα
10. τὸ στεγανὸν μὲν τοῖς χιτῶσι, κοῖλον δ’ ἔνδοθεν, οἷόν περ τὸ
11. τῶν ἀρτηριῶν ἐστι. ὡς οὖν οἱ κατὰ τὰς πόλεις οὗτοι δημιουργοὶ,
12. σκυτοτόμοι τε καὶ χαλκεῖς καὶ γραφεῖς, δι’ ὀργάνων
13. τινῶν ἐπιτελοῦσι τὸ σφέτερον ἔργον, οὕτως ἡ τοὺς σφυγμοὺς
14. ἐργαζομένη δύναμις δι’ ὀργάνων τῶν ἀρτηριῶν τὸ
15. ἑαυτῆς ἔργον, τὴν φυλακὴν τῆς ἐμφύτου θερμασίας, ἀποτελεῖ,
16. τοσόνδε μόνον τῶν ἄλλων διαφέρουσα δημιουργῶν ὅτι τοῖς
17. ὀργάνοις ἐνδέδεται καὶ δι’ ὅλων αὐτῶν ἅπασα διελήλυθεν,
18. οὐκ ἔξωθεν ἅπτεται καθάπερ ἐκεῖνοι. καὶ τοίνυν ἐπειδὰν
19. μὲν τὴν ψύχουσαν οὐσίαν ἕλκῃ, διαστέλλεται τὸ σῶμα τῶν
1. ἀρτηριῶν, ἐπειδὰν δὲ τὸ αἰθαλῶδες ἐκκρίνῃ, συστέλλεται.
2. πλεονεκτεῖ δὲ ποτὲ μὲν ἡ τοῦ διαστέλλεσθαι, ποτὲ δὲ ἡ τοῦ
3. συστέλλεσθαι χρεία, πάντως δ’ ἕπεται θατέρῳ μέρει τῆς κινήσεως
4. τὸ λοιπόν. κατὰ ταύτας δὲ τὰς αἰτίας τῶν σφυγμῶν
5. γινομένων ἀνάγκη πάσας τὰς τροπὰς αὐτῶν ἕπεσθαι
6. ταῖς τῶν αἰτίων ἀλλοιώσεσιν, ὥστε τὰς πρώτας μὲν καὶ
7. γενικωτάτας τοσαύτας εἶναι διαφορὰς σφυγμῶν ὅσαι περ καὶ
8. τῶν αἰτίων. τῆς μὲν δὴ δυνάμεως αἱ διαφοραὶ ῥώμη τε καὶ
9. ἀῤῥωστία ἐστὶ, τῆς δ’ ἐμφύτου θερμασίας ἐκπύρωσίς τε καὶ
10. κατάψυξις, τοῦ δὲ τῶν ἀρτηριῶν χιτῶνος σκληρότης τε καὶ
11. μαλακότης καὶ πρὸ τούτων ἁπάντων αἱ καθ’ ἕκαστον γένος
12. τῶν εἰρημένων συμμετρίαι. ἀλλ’ αἱ μὲν συμμετρίαι τοὺς κατὰ
13. φύσιν ἐργάζονται σφυγμοὺς τοὺς μέσους τῶν ὑπερβαλλόντων,
14. αἱ δ’ ἀμετρίαι τοὺς παρὰ φύσιν. αἱ μὲν ἄλλαι σαφεῖς,
15. ἡ δὲ κατὰ τὴν εὐρωστίαν τῆς δυνάμεως ἔχει τι ζητήσεως
16. ἄξιον, ὃ προϊὼν ὁ λόγος διασκέψαιτο. ῥώμη μὲν οὖν δυνάμεως
17. σφοδρὸν ἐξ ἀνάγκης ἐργάζεται τὸν σφυγμὸν, ἀῤῥωστία
18. δ’ ἀμυδρὸν καὶ σκληρότης μὲν ὀργάνων σκληρὸν, μαλακότης
1. δὲ μαλακόν. οὐ μὴν ἐπί γε ταῖς αὐξήσεσιν ἢ ταῖς μειώσεσι
2. τῆς κατὰ φύσιν θερμασίας ἓν εἶδος σφυγμῶν ἐξ ἀνάγκης ἕπεται
3. ταὐτὸν ἀεί. οὔτε γὰρ ὁ ταχὺς, ὥς τισιν ἔδοξεν, οὔθ’ ὁ
4. μέγας οὔθ’ ὁ πυκνὸς ἐκπυρουμένης ἀεὶ γίνονται τῆς φύσεως
5. οὔθ’ ὁ βραδὺς ἢ μικρὸς ἢ ἀραιὸς σβεννυμένης,
6. ἀλλ’ οἱ περὶ τούτων ἀμφισβητοῦντες ὁμοίως ἁμαρτάνουσι
7. Ἀρχιγένει πρὸς Μάγνον διαφερομένῳ περὶ τάχους σφυγμοῦ,
8. ὡς οὐχ ὑπὸ ῥώμης μᾶλλον ἢ ἀῤῥωστίας γίνεται δυνάμεως.
9. οὐδετέρα μὲν γὰρ ἐξ ἀνάγκης ἕπεται, μᾶλλον μήν ἐστιν
10. οἰκεῖον τάχος μὲν ῥώμῃ τε δυνάμεως καὶ πλήθει θερμασίας
11. καὶ προσέτι μαλακότητι τῶν ὀργάνων, βραδύτης δὲ
12. τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ μέγεθος μὲν ἰσχυρᾷ δυνάμει
13. καὶ πλήθει θερμασίας καὶ μαλακοῖς ὀργάνοις ἐστὶν οἰκεῖον,
14. μικρότης δὲ τοῖς ἐναντίοις· ὡσαύτως δὲ καὶ
15. πυκνότης οὐδενὶ μὲν τῶν εἰρημένων ἐξ ἀνάγκης ἕπεται,
16. μᾶλλον μήν ἐστιν οἰκεία δυνάμεως ἀῤῥωστίᾳ, πλήθει δὲ
17. θερμασίας, ὀργάνων δὲ σκληρότητι. καὶ ἀραιότης δὲ κατὰ
18. ταὐτὰ τοῖς ἐναντίοις οἰκεία μᾶλλον, οὐ μὴν ἐξ ἅπαντος
1. ἑπομένη. πειράσομαι δ’ ἀποδεῖξαι τῶν εἰρημένων ἕκαστον
2. ἀναλαβὼν τὸν λόγον ἐπ’ ἀρχήν.
⟨
(De causis puls.) [n° 064 Fichtner] [GalLat]
De causis pulsuum
Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1
De causis pulsuum, 1.4, ed. Kühn, 1825, vol. 9, p. 6-9. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩