Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 1.5, ed. Kühn, 1825, vol. 9, p. 9-12. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.5

3. Πλείονος θερμασίας ἠθροισμένης ἐν τῷ σώματι
4. μείζονος μὲν χρῄζειν ἀνάγκη τὸ ζῶον τῆς ἀναπνοῆς,
5. μειζόνων δὲ καὶ σφυγμῶν, ᾧ δὲ λόγῳ μειζόνων, τούτῳ καὶ
6. θαττόνων τε καὶ πυκνοτέρων· ὡς γὰρ οἱ διψῶντες οὐ τὸ
7. πολὺ μόνον, ἀλλὰ καὶ ταχέως καὶ πυκνῶς προσφέρονται τὸ
8. πόμα, οὕτως καὶ οἱ τῆς ἐμψυχούσης οὐσίας δεόμενοι πολλήν
9. θ’ ἅμα ταύτην καὶ ταχέως καὶ πυκνῶς ἐπισπῶνται· καὶ τοῦτο
10. δὴ οὖν ἔφαμεν οἰκείους εἶναι σφυγμοὺς πλήθει θερμασίας,
11. τόν τε μέγαν καὶ τὸν ταχὺν καὶ τὸν πυκνὸν, οὐ μὴν δ’ ἐξ
12. ἀνάγκης γ’ ἑπομένους αὐτῇ. χρῄζει γὰρ, ἵνα τοιοῦτοι γενηθῶσι,
13. δυνάμεως μὲν ἐῤῥωμένης, ὀργάνων δὲ μαλακῶν· εἰ
14. γὰρ ἀσθενὴς ἡ δύναμις ἢ σκληρὸν ᾖ τὸ ὄργανον, οὔτε μεγάλους
15. αὐτοὺς οὔτε ταχεῖς ἐνδέχεται γενέσθαι, τοῦ μὲν ὀργάνου
16. διὰ σκληρότητα δυσπειθοῦς γινομένου τῇ κινούσῃ δυνάμει,
17. τῆς δυνάμεως δ’ αὐτῆς δι’ ἀῤῥωστίαν ἀδυνατούσης ἐξαίρειν
18. τὰς ἀρτηρίας εἰς ὅσον προσήκει. χρὴ τοίνυν συνεργεῖν ἀλλήλοις
19. τὰ τρία γένη τῶν αἰτίων, ἵν’ ὁ σφυγμὸς ταχὺς ἢ μέγας
1. ἀποτελεσθῇ, τὴν μὲν χρείαν τῆς γενέσεως αὐτῶν ἐπείγουσαν,
2. τὴν δὲ δύναμιν εὐεκτοῦσαν, τῶν δ’ ἀρτηριῶν τοὺς χιτῶνας
3. μαλακοὺς, ἢ πάντως γε μὴ σκληροὺς ὄντας. ὡς γὰρ καὶ
4. ὠθεῖν ἢ μέγα προβαίνειν οὔθ’ οἱ πάνυ γέροντες οὔθ’ οἱ
5. μικροὶ παῖδες δύνανται, κᾂν ἔτι μάλιστα χρῄζωσιν ἠπειγμένης
6. κινήσεως, οὕτως οὐδ’ ἡ ἄῤῥωστος δύναμις οὔτε ταχέως
7. οὔτ’ εἰς μέγα τὰς ἀρτηρίας ἐξαίρειν δύναται, κᾂν δέηται.
8. ὥσπερ δὲ πάλιν ἡ μὲν μαλακὴ κύστις ἑτοίμως εἰς πολὺ
9. διαστέλλεται, ἡ σκληρὰ δὲ οὐδ’ εἰ πάνυ σφόδρα βιάζοιο, οὕτω
10. καὶ τῶν ἀρτηριῶν ὁ χιτὼν ὁ μὲν μαλακὸς ῥᾳδίως ἐπὶ πλέον
11. ἐξαίρεται, κᾂν ἄῤῥωστος ἡ δύναμις ᾖ, ὁ δὲ σκληρὸς ἀντιτείνεταί
12. τε καὶ ἀντιβαίνει τῇ κινούσῃ δυνάμει, κᾂν σφοδρότατα
13. περὶ αὐτὸν ἐνεργοῦσα τύχῃ. μέθοδος δὲ καὶ κατὰ τούτων
14. ἁπάντων μία, τῆς ἐξεταζομένης αἰτίας μόνης ὑπαλλαττομένης,
15. τῶν δ’ ἄλλων ἐν ταὐτῷ μενουσῶν, τὴν διάκρισιν
16. ποιεῖσθαι τῆς ἀλλοιώσεως τῶν σφυγμῶν. εἰ γὰρ ἅμα πολλῶν
17. ὑπηλλαγμένων ἐπισκέπτοιο, πρῶτον μὲν ἄδηλον, ἢ διὰ τὸ
18. πασῶν ὁμοῦ συνιουσῶν ἀθρόον κεφάλαιον ἡ τροπὴ γέγονεν, 
1. ἢ διά τινα μίαν ἐξ αὐτῶν. ἔπειτα δ’ εἰ καὶ συγχωρηθείη διὰ
2. μίαν, ἥ τίς ἐστιν αὕτη μία ἐξ αὐτῶν οὐδέπω δῆλον. ἂν γοῦν
3. αὐξηθῇ μὲν ἡ θερμασία μόνη, φυλάττοιντο δὲ ἥ τε δύναμις
4. καὶ οἱ χιτῶνες τῶν ἀρτηριῶν ἄτρεπτοι, μείζους τε καὶ θάττους
5. ἐξ ἀνάγκης οἱ σφυγμοὶ γενήσονται καὶ συναυξηθήσονταί
6. γε τῷ πλήθει τῆς θερμασίας ἄχρι περ ἂν ἐπὶ τὴν μεγίστην ἀφίκωνται
7. διαστολήν. τάχιστοι δὲ οὐδὲ νῦν οὐδέ ποτε φανοῦνται
8. πρὶν τὴν θερμασίαν ὑπὲρ τὴν μεγίστην αὐξηθῆναι διαστολήν.
9. τότε δ’ ὑπὲρ τὴν μεγίστην αὔξεται διαστολὴν, ὅταν ἐνδεῶς ὑπ’
10. αὐτῆς ἀναψύχηται. τὸ τοίνυν λεῖπον ἐπανισοῖ τηνικαῦτα
11. τῷ τάχει τῆς κινήσεως, καὶ οὕτως οἱ σφυγμοὶ τάχιστοι γίνονται.
12. ἀρκεῖ δ’ οὐδὲ ταῦτα τῇ μεγάλως ἐκπυρωθείσῃ, ἀλλ’ ὃν
13. ἡσύχασε πρότερον χρόνον μεταξὺ τῶν κινήσεων, ἤδη καὶ τοῦτον
14. συντέμνει. πολλάκις δ’ οὕτως βραχὺν ἀπέφηνεν, ὡς
15. συνεχεῖς ἀλλήλαις δοκεῖν εἶναι τὰς κινήσεις, μηδαμῆ σχιζομένας
16. ἡσυχίᾳ· τοῦτο δ’, ὅταν ἐσχάτως ἐκκαυθῇ, γίνεται.
17. τριῶν γὰρ ὄντων τρόπων ἐπικουρίας ἐν ἁπάσαις ὑπερβολαῖς
18. πᾶσιν ὁμοῦ χρῆται. καὶ γὰρ πλείστης ἀπολαύει τῆς ἐμψυχούσης
19. αὐτὴν οὐσίας καὶ τάχιστα καὶ συνεχέστατα. τούτων
1. δὲ τὸ μὲν πρῶτον μεγίστους ποιεῖ τοὺς σφυγμοὺς, τὸ δὲ δεύτερον
2. ταχίστους, τὸ δὲ τρίτον πυκνοτάτους. οὔτε γὰρ, ὅταν
3. ἱκανῶς ἀναψύχηται τῷ μεγέθει τῆς διαστολῆς, κατεπείγει τὸ
4. τάχος, οὔθ’ ὅταν αὐτάρκως ὑπ’ ἀμφοῖν ὠφελῆται, τὴν κυκνότητα.
5. θατέρου δ’ αὐτῶν ἀεὶ τὸ λεῖπον ἐπανισοῖ θατέρῳ,
6. τοῦ μὲν μεγέθους τῷ τάχει, τοῦ δὲ τάχους τῇ πυκνότητι.
7. καθόλου γὰρ φάναι πυκνότητος σφυγμῶν αἰτία μία τὸ τῆς
8. προτέρας ἐνεργείας ἐνδεὲς, γίνεται δὲ τοῦτο καὶ δι’ ἄλλας
9. μὲν αἰτίας, ἃς ἑξῆς ἐροῦμεν, ἀτὰρ οὖν καὶ διὰ πλῆθος θερμασίας,
10. ὡς νῦν ἀποδέδεικται. καὶ σχεδὸν ἤδη πέρας ἔχει τὸ
11. προκείμενον. ἐδείχθη γὰρ ὡς οὐκ ἐξ ἀνάγκης ἕπεται πλήθει
12. θερμασίας μέγας καὶ ταχὺς καὶ πυκνὸς σφυγμὸς οὐδεὶς, οἰκεῖοι
13. δ’ εἰσὶν αὐτῇ μάλιστα μὲν ὁ μέγας καὶ ταχὺς, ἤδη δέ
14. ποτε καὶ ὁ πυκνὸς κατά τι συμβεβηκός.

Cliquer un n° de page pour en afficher l’image