Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 1.7, ed. Kühn, 1825, vol. 9, p. 13-26. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.7

5. Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται,
6. τὸ ἀναβληθὲν ὀλίγῳ πρότερον ἐφ’ ὅσον εἰς τὰ παρόντα χρήσιμόν
7. ἐστι διασκεψάμενοι τὸ συνεχὲς τοῦ λόγου περαίνωμεν.
8. τοῦ μὲν γὰρ μεγάλου τε καὶ μικροῦ σφυγμοῦ μέσος τίς ἐστιν
9. ὁ κατὰ φύσιν τε καὶ σύμμετρος, ᾧ παραβάλλοντές τε καὶ
10. παραμετροῦντες τοὺς ἄλλους ἅπαντας, ὅσοι μὲν ἂν μείζους
11. ὦσιν αὐτοῦ, τούτους μὲν μεγάλους ὀνομάζομεν, τοὺς δ’
12. ἐλάττους μικρούς. κατὰ ταὐτὰ δὲ καὶ τοῦ ταχέος τε καὶ
13. βραδέος ὁ μέσος τε καὶ σύμμετρος ὁ κατὰ φύσιν ἔχων ἐστὶν,
14. καὶ τοῦ πυκνοῦ δὲ καὶ τοῦ ἀραιοῦ καὶ προσέτι σκληροῦ καὶ
15. μαλακοῦ κατὰ τὸν αὐτὸν λόγον οἱ μέσοι κατὰ φύσιν. οὐ
16. μὴν ἀμυδροῦ τε καὶ σφοδροῦ μέσος ὁ κατὰ φύσιν εἶναι δοκεῖ.
17. ἐῤῥωμένης γὰρ ἔργον δυνάμεως ὁ σφοδρὸς σφυγμὸς, ὥσπερ οὖν
18. καὶ ὁ ἀμυδρὸς ἀῤῥώστου. τὸ δ’ ἐῤῥῶσθαι ταύτην οὐ παρὰ
19. φύσιν δήπουθεν, ἀλλὰ τοῦτο μὲν ἀρετή τε καὶ κατὰ φύσιν,
1. ἡ δ’ ἀῤῥωστία τῆς δυνάμεως κακία τε καὶ παρὰ φύσιν. ὅσον
2. δ’ ἐν τῷ μεταξὺ ῥώμης τε καὶ ἀῤῥωστίας, ὁδός ἐστιν ἀπὸ
3. θατέρου πρὸς θάτερον ἐν μεθορίῳ που τεταγμένον ἀμφοῖν,
4. τοσούτῳ μὲν βέλτιον ἀῤῥωστίας, ὅσῳ χεῖρον εὐρωστίας, τοσούτῳ
5. δ’ αὖ πάλιν εὐρωστίας χεῖρον, ὅσῳ βέλτιον ἀῤῥωστίας.
6. οὔκουν ἐνταῦθά φασι χρῆναι τὸ κατὰ φύσιν ζητεῖν,
7. ἀλλ’ ἐν τῷ ἄκρῳ τε καὶ εὐρώστῳ, τούτου δ’ ἔγγονον ὑπάρχειν
8. τὸν σφοδρὸν σφυγμόν. εἰσὶ δ’ οἳ τοῦτο μὲν ἀληθὲς εἶναι
9. συγχωροῦσιν, ἀμφισβητοῦσι δὲ πρὸς τὸ καθόλου καὶ
10. φάσκουσι τὸν κατὰ φύσιν σφυγμὸν τὸν ἐν τούτῳ μὲν τῷ
11. γένει γίνεσθαι καὶ αὐτὸν ὑπὸ τῆς ἄκρας τε καὶ ἀρίστης
12. ἕξεως, ὥσπερ οὖν κᾀν τοῖς ἄλλοις ἅπασι γένεσιν, οὐ μὴν
13. ἄκρον γε καὶ ἔσχατον ὑπάρχειν, ἀλλ’ εἶναί τινα τῶν οὐ κατὰ
14. φύσιν ἕτερον τούτου σφοδρότερον. ἴδιον γάρ τι συμβεβηκέναι
15. τούτῳ τῷ γένει τῶν σφυγμῶν παρὰ τἄλλα πάντα φασὶ,
16. διὸ καὶ τὴν ἀπορίαν τε καὶ τὰ σφάλματα τοῖς μὴ δυναμένοις
17. αὐτὸ συνιδεῖν ἀπηντηκέναι. γίνεσθαι μὲν γὰρ εὐρωστούσης
18. τῆς δυνάμεως τὸν σφοδρὸν σφυγμὸν, εἶναι μέντοι τι καὶ τούτου
1. μέτρον τῆς σφοδρότητος, οὗ προσωτέρω χωρῶν ἐξίσταται
2. τοῦ κατὰ φύσιν. ἐν γοῦν τοῖς θυμοῖς, φασὶ, καὶ πολλάκις
3. ἐν τοῖς γυμνασίοις καὶ ταῖς οἰνοποσίαις εὑρίσκεσθαι σφοδρότερον
4. τοῦ κατὰ φύσιν κινουμένας τὰς ἀρτηρίας, ὁμολογεῖσθαι
5. δὲ πρὸς ἁπάντων τὸν ὡς ἀκριβῶς κατὰ φύσιν ἔχοντα
6. σφυγμὸν ἐπὶ ζώου θεωρητέον, ἐν ἠρεμίᾳ καθεστηκότος ἁπασῶν
7. τῶν μεγάλων τε καὶ ἰσχυρῶν ἀλλοιώσεων. ἰσχυρὰ δὲ ἀλλοίωσις
8. ἡ ἐκ θυμοῦ καὶ γυμνασίου καὶ οἴνου, οὐκ οὖν τοῦτον
9. εἶναι τὸν κατὰ φύσιν, ἀλλ’ ὡς ἂν ἐῤῥωμένης τε ἅμα τῆς φύσεως
10. καὶ πρὸς μηδενὸς τῶν ἔξωθεν αἰτίων βιαίως ταραττομένης
11. γίνεται. οὕτως δὲ πὼς μὲν εἶναι μέσον, πὼς δὲ οὖκ
12. εἶναι τὸν κατὰ φύσιν ἐν τούτῳ τῷ γένει σφυγμόν. καθόσον
13. μὲν γὰρ αὐτοῦ εἰσί τινες ἕτεροι σφοδρότεροι σφυγμοὶ, καὶ νὴ
14. Δία ἕτεροί γ’ ἧττον σφοδροὶ, κατὰ τοσοῦτον μὲν εἶναι μέσον,
15. καθόσον δὲ τριῶν οὐσῶν διαφορῶν ἐν τούτῳ τῷ γένει, σφοδρότητός
16. τε καὶ ἀμυδρότητος καὶ τῆς ἀμφοῖν μεσότητος,
17. οὐκ ἐκ τῆς μεσότητός ἐστιν, ἀλλὰ ἐκ μιᾶς τῶν ἀκροτάτων,
18. κατὰ τοσοῦτον οὐκ ἔτι εἶναι μέσον. ὅλον οὖν τὸ λοιπὸν οἶμαι 
1. περὶ αὐτοῦ καλῶς ἂν ἅμα καὶ ἀληθῶς ῥηθῆναι τὸν κατὰ
2. φύσιν ἐν τούτῳ τῷ γένει σφυγμὸν μέσον ἐν θατέρῳ τῶν
3. ἄκρων εὑρίσκεσθαι διαφορῶν. εἰσὶ δ’ οἳ καὶ πρὸς τοῦτ’ ἀντιλέγουσιν,
4. οὐ γίνεσθαι σφοδροὺς ἐν τοῖς εἰρημένοις καιροῖς
5. τοὺς σφυγμοὺς, ἀλλὰ φαίνεσθαι φάσκοντες, ἐξαπατᾶσθαι δὲ
6. τοὺς ἀμελέστερον ἁπτομένους ὑπὸ τοῦ προσγινομένου τάχους
7. αὐτοῖς καὶ μεγέθους, ἔστι δ’ ὅτε καὶ ὕψους, ὥσπερ ἐν τοῖς
8. θυμοῖς· δῆλον δὲ ὡς τῆς τοιαύτης διαφωνίας ἡ κρίσις εἰς
9. τὴν διάγνωσιν ἀναφέρεται. τίς οὖν ἡ ἀληθὴς διάγνωσις; χρὴ
10. γὰρ ἀποφήνασθαι τὸ φαινόμενον ἡμῖν. ἐπὶ μὲν ταῖς τῶν
11. οἴνων πόσησι, ταῖς γοῦν μετρίαις, οἱ σφυγμοὶ σαφῶς
12. ὥσπερ μείζους καὶ θάττους, οὕτω καὶ σφοδρότεροι γίνονται,
13. ἐπὶ μέντοι τοῖς θυμοῖς τε καὶ τοῖς μετρίοις γυμνασίοις
14. οὐκ ἔθ’ ὁμοίως σαφῶς, ἀλλ’ εἰ ἄρα καὶ προσγίνεταί τι
15. σφοδρότητος αὐτοῖς, ὀλίγον τοῦτο καὶ δυσδιάγνωστόν ἐστιν.
16. ὅπως δ’ ἂν ἔχοι τὸ ἀληθὲς, οὐδὲν κωλυόμεθα περαίνειν
17. τὸ προκείμενον, αὐτὸ τοῦτο μόνον ζητοῦντες, εἰ μέγεθος καὶ
18. τάχος σφυγμῶν οἰκεῖα δυνάμεως ἐῤῥωμένης, ὅπερ εἶναι φαίνεται
1. τοῖς μὴ παρέργως σκοπουμένοις ἐξ αὐτῆς τῶν πραγμάτων
2. τῆς φύσεως. ὡμολογημένου γὰρ τοῦ διαστέλλεσθαι τὰς ἀρτηρίας
3. ὑπὸ δυνάμεως εὔλογον ἐπὶ πλέον ἐξαίρειν μὲν αὐτὰς τὴν
4. ἰσχυρὰν, ἐπ’ ὀλίγον δὲ τὴν ἀσθενῆ, καὶ θᾶττον μὲν τὴν ἰσχυρὰν,
5. βραδύτερον δὲ τὴν ἀσθενῆ, ὥσπερ οὖν ἐφ’ ἡμῶν αὐτῶν
6. ἔχει βαδιζόντων τε καὶ θεόντων καὶ ἐρεσσόντων καὶ σκαπτόντων
7. καὶ ὁτιοῦν ἄλλο δρώντων. ὁ γὰρ ἰσχυρότερος ἐν
8. τούτοις οὐ μείζονα μόνον, ἀλλὰ καὶ θάττονα τὴν ἐνέργειαν
9. ἐπιδείκνυται, τῶν γ’ ἄλλων ὡσαύτως ἀμφοτέροις ἐχόντων.
10. εἰ γὰρ ὁ μὲν ἀσθενέστερος ἐπείγοιτο πρὸς τῆς χρείας ἐς τὴν
11. ἐνέργειαν, ὁ δ’ ἰσχυρότερος ἤτοι μηδὲν αὐτῆς ὅλως ἢ ὡς
12. ἐλαχίστης δέοιτο, θᾶττον ἂν οὕτως ὁ ἀσθενέστερος ἐνεργήσειεν.
13. ἀλλ’ οὐ χρὴ κατὰ τοῦτον τὸν τρόπον παραβάλλειν,
14. ἀλλ’ ὡς καὶ πρόσθεν ἐῤῥέθη, τῶν μὲν ἄλλων ἁπάντων ὁμοίως
15. ἀμφοῖν ὑπαρχόντων, καθ’ ἓν δ’ ὁτιοῦν μόνον ὅπερ ἂν ἑκάστοτε
16. τύχῃ ζητούμενον τῆς ὑπαλλαγῆς γενομένης· οἷον εἰ
17. καὶ λῃστῶν ἐπιόντων φεύγειν δεήσειεν, οὐκ ἴσα δήπουθεν
18. διαβαίνοντες. οὐδ’ ἐν ὁμοίῳ τῷ τάχει δραμοῦνται νεανίσκος
19. ἰσχυρὸς καὶ γέρων ἀσθενής. εἰ μέντοι παραβάλλεις κίνησιν
1. γέροντος ἔφοδον λῃστῶν δεδιότος νεανίσκου κινήσει ῥᾳθύμως
2. ἐν ἄστει βαδίζοντος, ὠκυτέρα τε καὶ μείζων οὕτως ἡ τοῦ
3. γέροντος φανεῖταί σοι, οὐχ ὅτι δύναται θᾶττον κινεῖσθαι τοῦ
4. νέου καὶ μᾶλλον τὰ κῶλα μεταφέρειν, ἀλλ’ ὅτι δεῖται κινήσεως
5. ἠπειγμένης διὰ τὸν φόβον, ὑφ’ οὗ καταναγκαζόμενος
6. ἁπάσῃ χρῆται πρὸς τοὖργον τῇ δυνάμει. τῷ νεανίσκῳ δὲ τὰ
7. μὲν τῆς δυνάμεως ῥωμαλεώτερα, ἀλλ’ οὐδὲν αὐτῆς δεῖται
8. πρὸς τὴν ἐνέργειαν, ὡς εἴ γε δεηθείη παραπλησίως τῷ γέροντι,
9. τοσούτῳ θᾶττόν τε καὶ μᾶλλον ἐνεργήσει ὅσῳ καὶ τὰ
10. τῆς δυνάμεως αὐτῷ βελτίω. ἄξιον οὖν ἐνταῦθα μέμψασθαι
11. καὶ Ἀρχιγένει καὶ Μάγνῳ καὶ πολύ γε μειζόνως τῷ Ἀρχιγένει.
12. ὁ μὲν γὰρ εἰ καὶ μὴ πᾶν τὸ ἀληθὲς, ἀλλὰ μέρος
13. τι καλῶς κατεῖδεν, ὁ δ’ Ἀργιγένης δέον τὸ λεῖπον
14. προσθεῖναι καὶ τὸ καλῶς ηὑρημένον ἀνατρέπειν πειρᾶται,
15. γράφων ὡδί· δίκαιον γὰρ αὐτὴν παραθέσθαι τὴν λέξιν· ἐπὶ
16. μὲν οὖν τῶν ἀρτιγενῶν μικρὸς παντελῶς ὁ σφυγμός ἐστι καὶ
17. οὐ σφοδρὸς, καὶ πυκνὸς ἄγαν καὶ ταχύς. Μάγνος δὲ οὐκ
18. εἶναι ταχὺν αὐτόν φησι, δι’ ὅλου συστῆσαι βουλόμενος τὸ
1. μὴ οἰκεῖον ἀσθενείᾳ τὸν ταχὺν σφυγμὸν εἶναι, ἀλλὰ τὸν πυκνόν.
2. ἔστι γὰρ καὶ τὰ τηλικαῦτα ἀσθενῆ καὶ μικρὸν ὁ Ἀρχιγένης
3. προελθὼν, ἐμοὶ μὲν οὐ κατὰ τὴν ἰσχὺν, φησὶ, τὸ
4. τάχος δοκεῖ κεῖσθαι, ὅταν εὕρω ἐπὶ χολερικῶν καὶ ἐπὶ καρδιακῶν
5. συνῃρημένην τὴν κίνησιν τῶν ἀρτηριῶν. ἡ μὲν οὖν
6. λέξις ἡ τοῦ Ἀρχιγένους τοιάδε, πιθανὴ πάνυ καὶ παρακρούσασθαι
7. ῥᾳδίως δυναμένη τὸν ἀκροατὴν, ὡς ἂν ἐξ ὧν οἱ πολλοὶ
8. τῶν ἰατρῶν ἐπιδιδόασι λημμάτων συλλογιζομένη. πάντες
9. γὰρ ὀλίγου δεῖν ὁμολογοῦσι τὸν ἐπὶ τῶν χολερικῶν τε καὶ
10. καρδιακῶν σφυγμὸν ταχὺν ὑπάρχειν. ὑφ’ ἡμῶν δ’ ἱκανῶς ἐν
11. τῷ πρώτῳ περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν εἴρηται περὶ
12. τάχους τε καὶ βραδύτητος, ἕτερον μὲν δεικνύντων τὸν ταχὺν,
13. ἕτερον δὲ τὸν ὀλιγοχρόνιον σφυγμόν· ὡσαύτως δὲ
14. καὶ περὶ τῆς βραδύτητος, ἕτερον μὲν τὸν βραδὺν, ἕτερον
15. δὲ τὸν πολυχρόνιον. οὔκουν ἔτι περὶ τῶν αὐτῶν ἐνταῦθα
16. λέγειν προσῆκεν, ἀλλὰ τοῦ συμπεράσματος μόνου μνημονεύσαντας
17. ὡς ἐν τοῖς προειρημένοις πάθεσιν οἱ σφυγμοὶ
18. βραχυχρόνιοι μέν εἰσιν, οὐ μὴν καὶ ταχεῖς, οὕτως
19. ἐπὶ τὸ προκείμενον ἐπανιέναι. περανθήσεται γὰρ οὐδὲν ἔτι
1. τῷ Ἀρχιγένει, μὴ συγχωρηθέντων τῶν ἐν τοῖς χολερικοῖς καὶ
2. καρδιακοῖς πάθεσι σφυγμῶν ταχέων ὑπάρχειν. καίτοι κᾂν ἓν
3. τοῦτο συνεχωρεῖτο, σημεῖον μὲν ἀσφαλὲς οὐκ ἐγίνετο ῥώμης
4. δυνάμεως τὸ τάχος, οἰκεῖον δ’ αὐτῆς ὑπάρχειν οὐκ ἐκωλύετο,
5. διωρισμένου γε ἤδη σαφῶς πρὸς ἡμῶν ὡς τινὲς μὲν ἐξ ἀνάγκης
6. ἕπονται σφυγμοὶ ταῖς συνεκτικαῖς αἰτίαις, τινὲς δ’ οἰκεῖοι
7. μέν εἰσιν αὐταῖς, οὐ μὴν ἀναγκαίως ἀκολουθοῦσι. ὧν μὲν
8. γὰρ σφυγμῶν μιᾶς αἰτίας ἡ γένεσις χρῄζει, ταύτῃ διὰ παντὸς
9. ἀκολουθήσουσιν οὗτοι. καὶ σημεῖον γὰρ ἄκρον ἔσονται τῆς
10. αἰτίας ὁ σφοδρὸς μὲν τῆς ἐῤῥωμένης δυνάμεως, ὁ δ’ ἀμυδρὸς
11. τῆς ἀῤῥώστου, ὧν δ’ εἰ μὴ πλείους συνέλθοιεν αἰτίαι,
12. οὐχ οἷόν τε τὴν γένεσιν συστῆναι, τούτους οἰκείους μὲν εἶναι
13. ταῖς αἰτίαις ἐροῦμεν, οὐ μὴν καὶ δηλοῦν τινα ἐξ ἀνάγκης αὐτῶν
14. μίαν. ὡσαύτως δ’ εἰ καὶ πρὸς μιᾶς αἰτίας γίγνοιτό ποτε
15. σφυγμὸς, ἀλλὰ μὴ τῆς αὐτῆς διὰ παντὸς, οἰκεῖος μὲν
16. ἔσται πάσαις ταῖς ποιούσαις αἰτίαις, οὐ μὴν δηλώσει γε βεβαίως
17. αὐτῶν οὐδεμίαν. οὐδὲ γὰρ εἰ τάχος σφυγμῶν, ἐξ
18. ἀνάγκης καὶ ῥώμη δυνάμεως, ἀλλ’ ἔστι μὲν ὅτε πλείων ἡ 
1. χρεία τῆς γενέσεως τοῦ ψυχικοῦ πνεύματος, ἔστι δ’ ὅτε πλεονεξία
2. θερμασίας, ἢ ὀργάνων μαλακότης, ἤ τινα τούτων, ἢ
3. πάνθ’ ἅμα. κατὰ ταὐτὰ δὲ καὶ εἰ μέγεθος σφυγμῶν, ἤτοι
4. ῥώμη δυνάμεως ἢ δαπάνη πλείων ψυχικοῦ πνεύματος, ἢ
5. πλεονεξία τῆς ἐν τῇ καρδίᾳ θερμασίας, ἢ ὀργάνων μαλακότης,
6. ἤ τινα τούτων, ἢ καὶ πάντα. Μάγνος μὲν οὖν φήσας οἰκεῖον
7. μὲν εἶναι δυνάμεως ἐῤῥωμένης τὸ τάχος οὐδὲν ἁμαρτάνει.
8. γίνεται γάρ ποτε καὶ διὰ ταύτην ὠκύτερος ὁ σφυγμός.
9. Ἀρχιγένης δ’ ἁμαρτάνων ἀντιλέγει, πρῶτον μὲν ὅτι καταψεύδεται
10. τοῦ φαινουμένου τοὺς ὀλιγοχρονίους σφυγμοὺς
11. πάντας ταχεῖς εἶναι νομίζων, ἔπειτα δ’ ὅτι κᾂν ταχεῖς ὦσιν,
12. οἴεται περαίνεσθαι τὸ μηδαμῶς οἰκείους αὐτοὺς ὑπάρχειν ἐῤῥωμένης
13. δυνάμεως, φανερῶς ψεῦδος ὄν. οὐδὲ γὰρ ὡς οὐδέποτε
14. γίνονται σφυγμοὶ ταχεῖς δι’ εὐρωστίαν δυνάμεως, ἀλλ’ ὡς οὐ
15. διὰ παντὸς ὑπ’ ἐκείνης μόνης, περαίνοιτ’ ἂν, εἰ καὶ τοὺς
16. προειρημένους σφυγμοὺς ταχεῖς εἶναι συγχωρήσαιμεν. εἰ δ’
17. οὐκ οἰκείους μόνης ἐῤῥωμένης δυνάμεως τοὺς ταχεῖς σφυγμοὺς
1. ὁ Μάγνος ἐνόμιζεν, ἀλλ’ ὡς καὶ σημείοις ἐχρῆτο διὰ παντὸς,
2. ἐσφάλλετο. οὐ γὰρ εἰ τάχος σφυγμῶν, ἤδη καὶ ῥώμη δυνάμεως,
3. ἀλλ’ ὡς εἴρηται πρόσθεν, ἤτοι τῆς χρείας ἐπειγούσης
4. ἢ τῶν ὀργάνων μαλακωτέρων γινομένων θᾶττον αἱ ἀρτηρίαι
5. κινοῦνται. πότ’ οὖν ἕπεται ῥώμῃ δυνάμεως τὸ τάχος καὶ
6. πότε πλήθει θερμασίας, ἢ δαπάνῃ ψυχικοῦ πνεύματος, ἢ
7. ὀργάνων μαλακότητι, βέλτιον ἦν εὑρόντα τὸν Ἀρχιγένην
8. προσθεῖναι τῷ τοῦ Μάγνου λόγῳ. τέλειος γὰρ ἂν οὕτως
9. ἐγένετο καὶ διαρκὴς εἰς ἁπάσας τὰς διαγνώσεις. ἐπεὶ τοίνυν
10. ἐκεῖνος αὐτὸ παρέλιπε, καί τοι πρόσθεν ὑφ’ Ἡροφίλου κεκινημένον,
11. ἡμεῖς οἷς καλῶς ὅ τε Μάγνος ἔγραψε καὶ ἔτι μᾶλλον
12. ὁ Ἡρόφιλος τὸ λεῖπον προσθέντες τελείαν τὴν διδασκαλίαν
13. τῆς διαγνώσεως τῶν τὸ τάχος ἐργαζομένων αἰτίων ποιησόμεθα.
14. πρότερον δ’ ὑπομνῆσαι χρὴ τῶν ἐν τῷ δευτέρῳ
15. περὶ διαγνώσεως σφυγμῶν εἰρημένων, ἵνα τοῖς σημαινομένοις
16. ὑπὸ τῶν ὀνομάτων ἑπόμενοι μηδὲν παρακούωμεν ἐν
17. τῷ λόγῳ. ταχεῖς γὰρ δὴ λέγομεν εἶναι τοὺς σφυγμοὺς, ὡσαύτως
18. δὲ καὶ βραδεῖς, οὐ τοῖς νοσοῦσι μόνον, ἀλλὰ καὶ τῶν
1. ὑγιαινόντων ἔστιν οἷς, καὶ φύσει γε τοῦτο αὐτοῖς ὑπάρχειν
2. φαμὲν, ὥσπερ οὖν ἑτέροις, οἳ ἂν ἄριστα τῆς κατασκευῆς τοῦ
3. σώματος ἔχωσιν, οὔτε βραδεῖς οὔτ’ ὠκεῖς, ἀλλὰ συμμέτρους
4. ὑπάρχειν φύσει τοὺς σφυγμούς. τοῖς δ’ αὐτοῖς τούτοις οὐδὲ
5. μεγάλους, οὐδὲ μικροὺς, ἀλλὰ τοὺς μέσους ἀμφοῖν τοὺς συμμέτρους,
6. οὐδὲ πυκνοὺς, ἢ ἀραιοὺς, ἀλλὰ καὶ τοὺς ἐν τούτῳ
7. γένει συμμέτρους. ἐπὶ τούτου τοίνυν πρότερον, τοῦ τὴν ἀρίστην
8. κατασκευὴν ἔχοντος, ὁ λόγος προΐτω. καὶ γὰρ δὴ οἷον
9. κανών τις καὶ μέτρον ὁ τοιοῦτος ἁπάντων ἐστὶ τῶν ἄλλων
10. ἀνθρώπων. μεγάλους γὰρ καὶ μικροὺς καὶ ταχεῖς, καὶ βραδεῖς
11. καὶ τοὺς ἀνάλογον τούτοις ὠνομασμένους καθ’ ἕκαστον
12. γένος σφυγμοὺς, τοὺς τὰς ὑπερβολὰς δηλοῦντας, οὐ πρὸς
13. ἄλλον τινὰ ἢ τοῦτον ἀναφέροντες ὀνομάζομεν. ὁ δὴ τοιοῦτος
14. ἄνθρωπος εἰ θερμότερος ἑαυτοῦ γένοιτο καὶ τοῦτο μόνον
15. ἀλλοιωθείη, τὴν μὲν σφοδρότητα τῶν σφυγμῶν οὐκ ἂν ὑπαλλάξειεν,
16. ἀλλ’ οὐδὲ τὸ κατὰ σκληρότητα, ἢ μαλακότητα γένος,
17. εἰς μέγεθος μέντοι καὶ τάχος ὑπαλλάξει πάντως, ἔστι
18. δ’ ὅτε καὶ εἰς πυκνότητα παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον
19. ηὐξῆσθαι τὴν θερμασίαν. ὀλίγῳ μὲν γάρ τινι θερμότερος
1. ἑαυτοῦ γενόμενος ἐναργῶς μὲν ἕξει μείζους τοὺς σφυγμοὺς,
2. οὐ μὴν καὶ θάττους ἐναργῶς. εἰ δ’ ἐπὶ πλέον αὐτῷ τὰ τῆς
3. θερμασίας αὐξηθείη, συναυξηθήσεται μὲν αὐτῷ καὶ τὸ τῶν
4. σφυγμῶν μέγεθος ἀνάλογον, ἐπίδηλον δ’ ἔσται καὶ τὸ τάχος.
5. ἐπὶ πλεῖστον δ’ αὐξηθείσης τῆς θερμασίας μέγιστοι μὲν οἱ
6. σφυγμοὶ γενήσονται, τάχιστοι δὲ οὐδέπω, ἀλλ’ ὡς καὶ πρόσθεν
7. ἐῤῥέθη, τότε πρῶτον, ὅταν ὑπὲρ τὴν μεγίστην αὐξηθῇ
8. διαστολήν. τηνικαῦτα δ’ ἤδη καὶ ἡ πυκνότης ἐναργῶς διαγινώσκεται.
9. τοὺς δὲ περὶ τούτων τῶν φαινομένων λογισμοὺς
10. τοὺς μὲν ἤδη φθάνομεν εἰρηκέναι, τοὺς δ’ οὐ χαλεπὸν ἐκ τῶν
11. εἰρημένων ἀνευρίσκειν. εἰ μέντοι ψυχρότερος ἑαυτοῦ ὁ τοιοῦτος
12. ἄνθρωπος γένοιτο, πρώτη μὲν ἡ ἀραιότης ἐναργῶς φαίνεται,
13. δευτέρα δ’ ἡ βραδύτης, τρίτη δ’ ἡ μικρότης. καί τινι
14. τάχ’ ἂν δόξειε μάχεσθαι τὰ φαινόμενα καὶ ἀλλήλοις καὶ
15. ταῖς ὑποτεθείσαις αἰτίαις. χρὴ γὰρ, ὥσπερ ἐπὶ τῆς θερμασίας
16. πρῶτον μὲν τὸ μέγεθος, δεύτερον δὲ τὸ τάχος, τρίτη
17. δ’ ἡ πυκνότης ἦν, οὕτω καὶ ἐπὶ τῆς ψύξεως πρώτην
18. μὲν γίνεσθαι τὴν μικρότητα, δευτέραν δὲ τὴν βραδύτητα,
19. τρίτην δὲ τὴν ἀραιότητα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας;
1. ὅτι τῆς δυνάμεως ἐῤῥωμένης, κᾂν τὰ τῆς χρείας ἐλάττω βραχεῖ
2. γένηται, τὴν μὲν πρώτην ἐνέργειαν οὔτε μικρὰν οὔτε
3. βραδεῖαν ἀναγκαῖον γενέσθαι, τὴν δευτέραν μέντοι μετὰ
4. πλείονα χρόνον, εἰ τὰ τῆς χρείας μὴ ἐπεῖγον εὔλογον ὑπάρξεσθαι.
5. ὡς γὰρ καὶ ὅτ’ ἤπειγεν ἐκέντριζέ τε καὶ ἀνίστη τὴν δύναμιν
6. ἐπὶ τὴν ἐνέργειαν, οὕτως οὖν ὅτ’ οὐκ ἐπείγει, μέχρι
7. πλείονος ἡσυχάζειν ἐπιτρέπει. ἂν μέντοι πλείων ἡ ψύξις γένηται
8. καὶ διὰ τοῦτο τὰ τῆς χρείας ἱκανῶς ἐκλυθῇ, συνεκλυθήσεται
9. μὲν οὕτως καὶ τὸ τάχος τῆς κινήσεως, μικροτέρα δ’
10. εὐθὺς ἔσται καὶ ἡ διαστολὴ, ἐπὶ πλεῖστον δὲ προϊούσης τῆς
11. ψύξεως ἀραιοτάτους μὲν, οὐ μὴν καὶ βραδυτάτους τε καὶ
12. μικροτάτους ἀνάγκη γενέσθαι τοὺς σφυγμοὺς, ἀλλ’ ἀρκεῖ βραδυτέρους
13. ἀεὶ καὶ μικροτέρους τῶν κατὰ φύσιν γίνεσθαι. τελέως
14. γὰρ βραδεῖς ἢ μικροὶ τῆς δυνάμεως ἐῤῥωμένης οὐκ ἄν ποτε
15. γένοιντο, κᾂν τὰ τῆς χρείας ἱκανῶς ἐκλυθῇ. ταῦτα δὲ φαίνεται
16. κᾀπὶ τῶν ἄλλων ἐνεργειῶν ὡσαύτως ἔχοντα. αὐτίκα γοῦν
17. ἐπὶ τῆς βαδίσεως, αὐξηθείσης μὲν τῆς χρείας, τοῦτ’ ἔστιν εἰ
18. δεήσειε καθ’ ἑκάστην ἡμέραν πολλοὺς διανύειν σταδίους, καὶ
19. θᾶττον καὶ μεῖζον προβαίνομεν καὶ τὰς ἐν ταῖς καταγωγαῖς 
1. διατριβὰς ὀλιγοχρονίους ποιούμεθα. μειωθείσης δ’ εἰς τὸ τοσοῦτον,
2. ὡς εἰ τύχοι πεντεκαίδεκα μόνους ἀνύειν δεῖ ἑκάστης
3. ἡμέρας σταδίους, ἐν μὲν ταῖς καταγωγαῖς ἐπὶ πλεῖστον διατρίβομεν,
4. οὐ μὴν εἰς ἔσχατον βραδύτητός τε καὶ μικρότητος
5. ἐκλύομεν τὴν ἐνέργειαν. ὡσαύτως δ’ ἔχει κᾀπὶ τῆς ἀναπνοῆς.
6. ἀλλὰ περὶ μὲν ταύτης ἐν τοῖς περὶ δυσπνοίας αὐτάρκως
7. εἴρηται.

Cliquer un n° de page pour en afficher l’image