Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 1.8, ed. Kühn, 1825, vol. 9, p. 26-31. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.8

8. Περὶ δὲ τῶν σφυγμῶν αὖθις ἀναλαβόντες
9. εἴπωμεν ὡς ἐπειδὰν μὲν ἢ διὰ θερμασίαν μόνην, ἢ διὰ
10. ψύξιν ἀλλοιῶνται, μηδενὸς τῶν ἄλλων αἰτίων τῶν συνεκτικῶν
11. ἀρχαίας φύσεως ἐξισταμένων ἀνάγκη τὴν ἀλλοίωσιν
12. αὐτῶν οἵαν εἰρήκαμεν γενέσθαι. ἡνίκα δὲ μὴ μόνον τὰ τῆς
13. χρείας, ἀλλ’ ἤδη καὶ τὰ τῆς δυνάμεως ὑπαλλάττηται, τέσσαρες
14. μὲν οὕτως ἅπασαι συζυγίαι διάφοροι γίνονται, καθ’ ἑκάστην
15. δ’ αὐτῶν ὧδέ πως αἱ ἀρτηρίαι φαίνονται κινούμεναι,
16. κατὰ μὲν τὴν ἀῤῥωστοτέραν ἅμα καὶ θερμὴν, εἰ μὲν ἐπιπλέον
17. ὑπ’ ἀμφοτέρων τῶν αἰτίων δυναστεύοιτο, ἥ τε δύναμις
18. ἱκανῶς ἄῤῥωστος εἴη καὶ τὸ θερμὸν πυρῶδες, μικροὶ καὶ
19. βραδεῖς οἱ σφυγμοὶ καὶ πυκνότατοι γίνονται. μετρίας δ’
1. οὔσης τῆς βλάβης πυκνοὶ μὲν ὁμοίως, σύμμετροι δὲ κατὰ τὴν
2. διάστασιν καὶ τὴν κίνησιν. τί δή ποτε πυκνοὶ μὲν ὁμοίως,
3. μικροὶ δ’ οὐκ ἔθ’ ὁμοίως, οὐδὲ βραδεῖς; ὅτι τῆς ἐσχάτης πυκνότητος
4. οὐδέν ἐστι πυκνότερον, ἵν’ ὁμοίως ἔχωσιν ἀμφότεροι.
5. εἰ δέ γε καὶ ταύτης δυνατὸν ἦν ἑτέραν γενέσθαι πυκνοτέραν,
6. ἔσχον ἂν πάντως αὐτὴν οἱ ἀσθενέστατοι ὅσον ἐπί γε τῷ μηδέπῳ
7. τὴν χρείαν πληροῦν. διὰ τί δ’ ἐπὶ ταῖς μετρίαις βλάβαις
8. τῆς τε δυνάμεως ἅμα καὶ τῆς θερμασίας οἱ σφυγμοὶ
9. πυκνοὶ μὲν γίνονται, μικροὶ δ’ οὐκ ἔτι οὐδὲ βραδεῖς, ἀλλὰ
10. σύμμετροι; ἢ ὅτι τῆς δυνάμεως ἀῤῥωστούσης μὲν, οὐ μὴν εἰς
11. τοὔσχατον συνῃρημένης, σύμμετρος διαστολὴ καὶ κίνησις γένοιτ’
12. ἄν ποτε, καθάπερ καὶ τῶν ἀσθενεστέρων μὲν ἀνθρώπων,
13. ἐπειγομένων δὲ πρὸς τῆς χρείας ἡ σύμμετρος βάδισις.
14. ὅ γὰρ τοῖς ἰσχυροῖς ἄνευ μεγάλης ἀνάγκης, τοῦτο τοῖς ἀσθενεστέροις
15. ἀναγκαζομένοις γίνεται. τοῖς δ’ αὐτοῖς τούτοις
16. καὶ τὸ συνεχῶς ἐνεργεῖν, ὁπόταν ὑπὸ τῆς χρείας ἐπείγωνταί
17. τε καὶ οἷον βιάζωνται, συμβαίνει. ἀλλ’ οὗτοι μὲν εἰ καὶ μόγις,
18. ἀλλ’ οὖν πληροῦσί γε τὴν χρείαν. οἱ δ’ ἐσχάτως ἀσθενεῖς, κᾂν
19. ὅτι μάλιστα προθυμηθῶσιν, ὅσον πλεῖστον δύνανται προσθεῖναι
1. μεγέθους τε καὶ τάχους καὶ πυκνότητος ταῖς ἐνεργείαις,
2. οὐδ’ οὕτως ἐκπληροῦσι τὴν χρείαν. ὅτι δ’ ἀμυδρὸν ἅπαντες
3. ἔχουσιν οἱ ἀσθενεῖς τῇ δυνάμει τὸν σφυγμὸν ἔμπροσθεν εἴρηται,
4. καὶ εἰς τοσοῦτόν γ’ ἀμυδρὸν εἰς ὅσον καὶ τὰ τῆς δυνάμεως
5. πεπόνθασιν. περὶ μὲν δὴ τῆς διὰ πλῆθος θερμασίας
6. καὶ ἀῤῥωστίας δυνάμεως κακοσφυξίας ἱκανὰ καὶ ταῦτα.
7. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑτέραν συζυγίαν τὴν ἐξ ἀῤῥωστίας τε
8. καὶ καταψύξεως συγκειμένην· ἐφ’ ἧς ἀμυδρὸς μὲν εἰς τοσοῦτον
9. εἰς ὅσον ἂν καὶ τὰ τῆς δυνάμεως ἔχῃ κακῶς ὁ σφυγμὸς
10. γίνεται, μικρὸς δὲ καὶ βραδὺς, ὥσπερ καὶ οἱ ἐπὶ τῆς προτέρας
11. συζυγίας, οὐ μὴν ὁμοίως γ’ ἐκείνοις εἰς ἐσχάτην ἀφικνεῖται
12. πυκνότητα, πλὴν εἴ ποθ’ ἡ δύναμις ἐσχάτως εἴη κεκμηκυῖα,
13. δῆλον ὡς σμικρότατος ἐπὶ τῶν τοιούτων ὁ σφυγμὸς
14. ἔσται, καὶ διαλείπων τε καὶ ἐκλείπων τὰ πολλά. μετρίως
15. μέντοι τῆς δυνάμεως ἀῤῥωστούσης, ἰσχυρᾶς δὲ τῆς καταψύξεως
16. οὔσης, πυκνὸς οὐδόλως ὁ σφυγμὸς γίνεται, ὡς ἂν
17. πληρουμένης τῆς χρείας αὐτάρκως καὶ πρὸς τῆς τοιαύτης δυνάμεως.
18. τρίτη δὲ συζυγία σφυγμῶν ἀλλοιώσεως αὐξανομένης
19. ὁμοῦ θερμασίας τε καὶ δυνάμεως, ἐν ᾗ σφοδρότατοι μὲν καὶ
1. μέγιστοι, τάχιστοι δ’ οὐκ ἔθ’ ὁμοίως οἱ σφυγμοὶ γίνονται,
2. πυκνότατοι δὲ τὰ πολλὰ μὲν οὐκ ἐναργῶς, ἔστιν ὅτε μέντοι
3. καὶ σαφῶς ὑπὲρ τὸ κατὰ φύσιν εἰσί. καὶ γίνεται τοῦτο, ὅταν
4. ἐπὶ πλεῖστον αὐξηθῇ τὰ τῆς θερμασίας. τηνικαῦτα γὰρ καίτοι
5. μέγιστος ὁ σφυγμὸς καὶ ταχὺς, ὅμως οὐχ ὑπηρετεῖ τῇ
6. χρείᾳ διὰ τὸ πλῆθος τῆς θερμασίας. ἡ δὲ λοιπὴ καὶ τετάρτη
7. συζυγία τῆς κατὰ τοῦτο τὸ γένος τῶν σφυγμῶν ἀλλοιώσεως,
8. ὅταν εἰς ταὐτὸν ἀφίκηται ῥώμη τε δυνάμεως καὶ θερμασίας
9. ἔνδεια. γίνονται δ’ οὗτοι σύμμετροι μὲν τῷ μεγέθει, βραδύτεροι
10. μέντοι καὶ ἱκανῶς ἀραιοὶ καὶ μάλιστα ὅταν ἐπὶ πλέον ἡ
11. ψύξις κρατῇ. βραχείας γὰρ οὔσης τηνικαῦτα τῆς τῶν σφυγμῶν
12. χρείας καὶ πάσης πληρουμένης ῥᾳδίως τῷ μεγέθει τῆς
13. διαστολῆς, εὐλόγως ἐπὶ πλεῖστον ἡσυχάζουσιν αἱ ἀρτηρίαι.
14. ὡς γὰρ ὅτ’ ἤπειγεν ἡ χρεία συνεχὴς ἡ κίνησις αὐτῶν ἦν, οὕτω
15. νῦν ὅτ’ ἐκλύεται διὰ μακροῦ γίνεται. τὸ μέντοι τῆς διαστάσεως
16. αὐτῶν ποσὸν οὐ κωλύεται σαφῶς οὐδ’ ἐναργῶς διὰ
17. τὴν εὐρωστίαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ ἡ βραδύτης ἐπὶ
18. πολὺ κρατεῖ διὰ τὴν αὐτὴν αἰτίαν. ἐῤῥωμένη γὰρ ἡ
19. δύναμις σώζεται τὰ κατὰ φύσιν τῆς κινήσεως μέτρα, κᾂν ἡ
1. χρεία μὴ καλῇ. μεγάλως μὲν γὰρ δεῖ τὴν χρείαν ἐκλυθῆναι τῆς
2. ψύξεως ἰσχυρῶς κρατούσης, ἵν’ ὁ σφυγμὸς ἐναργῶς γένηται
3. μικρότερος. ὡς τὰ πολλὰ δὲ τὴν κατὰ φύσιν σώζει ποσότητα
4. τῆς διαστάσεως, ἢ ὀλίγῳ γέ τινι, καὶ οὐ πάνυ σαφεῖ γίνεται
5. μικρότερος, ἐπὶ πλέον μέντοι βραδύτερος, ἢ μικρότερος ἐν
6. ταῖς καταψύξεσι φαίνεται, παραπλησίως τοῖς βαδίζουσιν,
7. ὅταν μὴ δέωνται τῆς κινήσεως ἠπειγμένης. ἧττον γὰρ οὗτοι
8. τοῦ μεγέθους τῆς βαδίσεως ἀφαιροῦσιν ἢ τοῦ τάχους. καὶ εἰ
9. δεήσειε δέ ποτε θᾶττον αὐτοὺς βαδίσαι, τῷ μεγέθει πλέον ἢ
10. τῷ τάχει προστιθέασι. προσέχειν δ’ ἐνταῦθα χρὴ τὸν νοῦν
11. ἀκριβῶς τῷ λεγομένῳ, μή τι παρακούσωμεν αὐτοῦ καὶ δόξωμεν
12. ἐπὶ πάσης διαθέσεως τὴν κατὰ μέγεθος τε καὶ μικρότητα
13. τροπὴν πλείονα γίνεσθαι τῆς κατὰ τάχος καὶ βραδύτητα.
14. πλείων μὲν γὰρ οὐ γίνεται διὰ παντὸς, ἑτοιμοτέρα μέντοι,
15. καὶ διὰ τοῦτο καὶ προτέρα. τὴν γὰρ ἀπὸ τοῦ συμμέτρου
16. μετάστασιν εἰς μέγεθος καὶ μικρότητα ῥᾷόν ἐστιν ἰδεῖν γινομένην
17. τῆς εἰς τὸ τάχος καὶ βραδύτητα. προελθούσης μέντοι
18. τῆς τροπῆς εἰς ἀξιόλογον μέγεθος, ἐὰν ἔτι συμβαίνῃ τὴν 
1. θερμασίαν αὐξάνεσθαι, τὸ τάχος τηνικαῦτα ἐπιδίδωσιν ἀθρόως.
2. καὶ τοῦτ’ εὐλόγως συμβαίνει, καθάπερ καὶ πρόσθεν εἴπομεν.
3. εἰς γὰρ τὸ πληρῶσαι τὴν χρείαν ἀρκεῖ τῇ καρδίᾳ τὸ μέγεθος
4. τῆς διαστολῆς αὐξάνειν, οὐδὲν δεομένῃ καὶ τὸ τάχος ἀνάλογον
5. αὐτῷ συναυξάνει. ὅταν δ’ ἤδη τὸ μέγεθος μὲν ἀξιόλογον
6. ᾖ, εἶτα δὲ καὶ τὰ τῆς χρείας ἐπείγῃ, τότε καὶ τῷ τάχει τὸ λεῖπον
7. πᾶν προστίθησιν· εἰ δὲ μηδὲ τοῦτ’ ἀρκοίη, συνεχεῖς
8. ποιεῖται τὰς κινήσεις, ὅπερ ἐστὶ ταὐτὸν τῷ πυκνός. ἀλλὰ
9. περὶ μὲν τούτων ἱκανὰ καὶ ταῦτα.

Cliquer un n° de page pour en afficher l’image