Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 1.9, ed. Kühn, 1825, vol. 9, p. 31-39. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.9

10. Μεταβάντες δ’ αὖθις ἐπὶ τὰς τῶν ὀργάνων
11. διαφορὰς ἐπισκεψώμεθα πρῶτον μὲν τοὺς οἰκείους ἑκατέρας
12. αὐτῶν σφυγμοὺς, ἔπειτα δ’ ἤδη καὶ τὰς μετὰ τῶν ἄλλων αἰτίων
13. ὑπαλλάξεις, ὥσπερ ὀλίγῳ πρόσθεν ἐποιήσαμεν. ὅτι μὲν
14. οὖν ἐπειδὰν σκληρότερον καὶ μαλακώτερον ἑαυτοῦ γένηται τὸ
15. τῆς ἀρτηρίας σῶμα, καὶ τοὺς σφυγμοὺς αὐτοὺς ἢ σκληροὺς
16. ἢ μαλακοὺς ἀπεργάζεται πρότερον εἴρηται, καὶ οὐ δεῖται
17. μακροτέρων λογισμῶν τὸ τοιοῦτον, ὑπὸ πάντων τῶν ἐναργῶν
18. μαρτυρούμενον, ὡς κατὰ τὴν τοῦ πλήττοντος φύσιν καὶ ἡ
19. τῆς πληγῆς ἀποτελεῖται ποιότης. ὅτι δὲ καὶ μέγεθος μὲν ταῖς
1. μαλακότησι τῶν ὀργάνων, μικρότης δὲ ταῖς σκληρότησιν οἰκεία,
2. λέλεκται μέν τι καὶ περὶ τούτων ἔμπροσθεν, εἰρήσεται
3. δὲ καὶ νῦν διὰ τὴν ἀκολουθίαν τοῦ λόγου. τὸ μὲν μαλακὸν
4. ὄργανον ἑτοίμως ἐκτεινόμενον πάντη ῥᾳδίως διαστέλλεται,
5. τὸ δὲ σκληρὸν οὐκ ἄνευ μεγάλης βίας. ἕπεται δὲ τῷ μὲν ἑτοίμῳ
6. τῆς διαστολῆς τὸ μέγεθος, τῷ δ’ ἀντιβατικῷ τε καὶ δυσπαθεῖ
7. σμικρότης. ὡσαύτως δὲ καὶ τάχος μὲν τῷ προτέρῳ,
8. βραδύτης δὲ τῷ δευτέρῳ γένει, οὐ μὴν κατὰ τὴν αὐτὴν ἀναλογίαν
9. μεγέθει τε καὶ μικρότητι. θάττων μὲν γὰρ ὀλίγῳ,
10. παμπόλλῳ δὲ μείζων ὁ ἐπὶ μαλακότητι τῶν ὀργάνων σφυγμὸς
11. τοῦ διὰ σκληρότητα. τὸ γὰρ ὑμενῶδες τοῦ σώματος τῆς
12. ἀρτηρίας, κᾂν σκληρότερόν ποτε γένοιτο, πρὸς μὲν τὸ τάχος
13. τῆς κινήσεως ἕτοιμόν τε καὶ εὐπειθὲς, εἰς δὲ τὸ μέγεθος τῆς
14. διαστολῆς ἁπάντων ἀφυέστατον, εἴ γε χρὴ ῥᾳδίως ἐκτείνεσθαι
15. πάντη τὸ μεγίστην διαστολὴν ποιησόμενον. τοιοῦτον δ’ ἐστὶ
16. τὸ μαλακόν. καὶ ὅταν ἐπὶ πλεῖστον ἐκστῇ τοῦ κατὰ φύσιν
17. ἢ εἰς μαλακότητα, ἢ εἰς σκληρότητα τὸ τῶν ἀρτηριῶν
18. σῶμα, βραδύτερος ὁ μαλακὸς σφυγμὸς τοῦ σκληροῦ γίνεται.
1. τὸ μὲν γὰρ βραχεῖ τοῦ κατὰ φύσιν μαλακώτερον σῶμα τοῦ
2. βραχεῖ σκληροτέρου, διότι πρὸς τὸ μέγεθος τῆς διαστολῆς
3. εὐπειθέστερόν ἐστι, διὰ τοῦτο καὶ πρὸς τὸ τάχος τῆς κινήσεως,
4. τὸ δ’ ἐπὶ πλεῖστον ἐκλυθὲν εἰς μαλακότητα καὶ οἷον
5. καταῤῥέον τε καὶ καταπῖπτον εἰς ἑαυτὸ δι’ ὑπερβολὴν ὑγρότητος
6. οὔτ’ εἰς τὸ μέγεθος τῆς διαστολῆς ὁμοίως ἕτοιμον
7. οὔτ’ εἴς τὸ τάχος τῆς κινήσεως, καὶ κατὰ τοῦτο ἀπολείπεται
8. τῷ τάχει τοῦ σκληροῦ, μεγέθει δὲ καὶ νῦν ἔτι πλεονεκτεῖ οὐ
9. τοῦ σκληροῦ μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ κατὰ φύσιν. αἱ
10. μέντοι τοιαῦται διαθέσεις, ἐν αἷς εἰς ἄμετρον ὑπερβολὴν ἥκουσιν
11. αἱ ἀρτηρίαι σκληρότητος ἢ μαλακότητος, οὐκ ἄνευ καὶ τῆς
12. τῶν ἄλλων συνεκτικῶν αἰτίων γίνονται μεταβολῆς. οὔτε γὰρ
13. τὴν δύναμιν εὔρωστον ἔτι μένειν οἷόν τε οὔτε τὴν θερμασίαν
14. ἐν τοῖς κατὰ φύσιν ὅροις. ὅθεν οὖν αὐτῆς μόνης ἤτοι μαλακότητος
15. ἢ σκληρότητος ἄνευ τῶν ἄλλων αἰτίων τοὺς οἰκείους
16. σφυγμοὺς ἀποφαινώμεθα, μείζους μὲν καὶ θάττους ἐπὶ
17. ταῖς μαλακότησιν ἐροῦμεν, ἐλάττους δὲ καὶ βραδυτέρους ἐπὶ
18. ταῖς σκληρότησι γίνεσθαι, καὶ ἐπὶ πλέον γε μείζους ἢ ὠκυτέρους
1. δι’ ἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, πυκνότητι δὲ καὶ
2. ἀραιότητι τοσοῦτον ἀλλήλων τε καὶ συμμέτρου παραλλάττειν,
3. ὅσον ἐκ τοῦ μεγέθους ἢ τῆς μικρότητος ἢ τοῦ τάχους ἢ
4. τῆς βραδύτητος ἐξίστανται τοῦ κατὰ φύσιν. ἐῤῥέθη δὲ καὶ
5. πρόσθεν ὡς ἔστιν αἰτία μία καθόλου πυκνότητος ἐνεργειῶν
6. ἁπασῶν, ὅταν ἐλλιπέστερον τῆς χρείας ἑκάστης συντελῆται.
7. τῶν μὲν οὖν σκληρῶν ὀργάνων ἡ διαστολὴ μικρότερα καὶ
8. διὰ τοῦτ’ ἐλλιπεστέρα τῆς χρείας ἡ ἐνέργεια, τῶν δὲ μαλακῶν
9. τοὐναντίον ἀξιόλογος μὲν ἡ διαστολὴ, πληροῦται δ’ ἱκανῶς
10. ἡ χρεία. εὐλόγως οὖν τοῖς μὲν σκληροῖς σφυγμοῖς αἱ πυκνότητες,
11. τοῖς δὲ μαλακοῖς αἱ ἀραιότητες ἕπονται. εἰ δὲ συνδράμοι
12. ποτὲ τῇ μὲν σκληρότητι ψύξις, τῇ δὲ μαλακότητι
13. θερμασία, γένοιντ’ ἂν οὕτω οἱ σκληροὶ σφυγμοὶ τῶν
14. μαλακῶν ἀραιότεροι. κατὰ συμπλοκὴν δέ τιν’ ἤδη τῶν ἐν τοῖς
15. συνεκτικοῖς αἰτίοις διαφορῶν ἡ τοιαύτη τῶν σφυγμῶν ἀλλοίωσις
16. γίνεται. ἐπεὶ δὲ κατὰ τὴν ἀκολουθίαν αὐτὴν τοῦ λόγου
17. πρώτης ἐμνημονεύσαμεν τῆς κατὰ σκληρότητα καὶ ψύξιν συζυγίας.
18. τὸ πᾶν ἤδη περὶ αὐτῆς λεγέσθω. σκληρότερον γὰρ τὸ
19. σῶμα τῶν ἀρτηριῶν γενόμενον ἅμα τῇ ψύξει τῆς ἐμφύτου
1. θερμασίας τοὺς σφυγμοὺς ποιήσει μικροτέρους τε καὶ βραδυτέρους
2. τῶν κατὰ φύσιν· εἰ μὲν ἡ σκληρότης κρατοίη, μικροτέρους
3. πλέον ἢ βραδυτέρους, εἰ δ’ ἡ ψύξις, ἔμπαλιν βραδυτέρους
4. πλέον ἢ μικροτέρους. οὕτω δὲ καὶ πυκνοτέρους
5. μὲν, εἰ ἡ σκληρότης πλεονεκτοίη τῆς ψύξεως, ἀραιοτέρους δὲ,
6. εἰ ἡ ψύξις κρατοίη· εἰ δ’ ἴση καθ’ ἑκάτερον αὐτῶν ἡ εἰς τὸ
7. παρὰ φύσιν ἐκτροπὴ γένοιτο, τοσούτῳ μικροτέρους ὅσῳ καὶ
8. βραδυτέρους· ἀραιότητι δὲ ἢ πυκνότητι τῶν κατὰ φύσιν
9. οὐδὲν ἀλλοιοτέρους. ὅσον γὰρ ἡ χρεία τῆς γενέσεως αὐτῶν
10. ἀφεῖλε διὰ τὴν ψύξιν, τοσοῦτον καὶ τοῦ ποσοῦ τῆς διαστολῆς
11. καὶ τοῦ χρόνου τῆς κινήσεως συγκαθεῖλεν. οὔκουν δεῖται
12. συνεχέστερον κινεῖν τὰς ἀρτηρίας ἡ φύσις, ὥσπερ ἐν τοῖς
13. πλείστοις τῶν μικρῶν σφυγμῶν, ἐφ’ ὧν ἐλλιπεστέρα τῆς χρείας
14. ἡ διαστολὴ, εἰ μέντοι ἡ σκληρότης μὲν ἱκανὴ, ὀλίγη δ’ εἴη
15. παντελῶς ἡ ψύξις, αὐτὸ δὲ τοῦτο ἔσται τηνικαῦτα τὸ προειρημένον,
16. τὸ τῆς χρείας ἐλάττονα γινομένην τὴν διαστολὴν
17. συνεχεῖς τὰς κινήσεις ἐργάσασθαι, ὥσπερ οὖν εἰ καὶ τοὔμπαλιν
18. γένοιτο παμπόλλη μὲν ἡ ψύξις, ἐλάττων δ’ ἐλαχίστῳ τοῦ
19. κατὰ φύσιν ἡ σκληρότης. ἀνάγκη γὰρ τότε τοὺς σφυγμοὺς 
1. ἀραιοτέρους ἐπὶ πλέον ἢ μικροτέρους γενέσθαι, ὅτι καὶ τὰ
2. τῆς χρείας ἐπὶ πλέον ἠλάττωται τοῦ ποσοῦ τῆς διαστολῆς.
3. τοιαύτη μέντοι ἡ πρώτη συζυγία τῶν αἰτίων. δευτέρα
4. δ’ ἦν ἐφ’ ἧς ἐκράτει μαλακότης ἅμα θερμότητι. τρεῖς δ’
5. ἀνάγκη κᾀνταῦθα γενέσθαι τὰς πρώτας διαφορὰς, ποτὲ μὲν
6. ὁμοίως εἴς τε μαλακότητα καὶ θερμότητα τῆς τροπῆς γενομένης,
7. ποτὲ δὲ ἤτοι τῆς μαλακότητος ἢ τῆς θερμότητος
8. κρατούσης. εἰ μὲν οὖν ὅσον ἡ μαλακότης, τοσοῦτον καὶ ἡ
9. θερμότης τοῦ κατὰ φύσιν ἐξίστατο, μεγάλους ἀνάγκη καὶ ταχεῖς
10. γίνεσθαι τοὺς σφυγμοὺς, πυκνοὺς δ’ οὐκ εὐθέως, ἀλλ’
11. ὅταν ἡ χρεία τῆς γενέσεως αὐτῶν ὑπὲρ τὸ μέγεθος ᾖ τῆς διαστολῆς.
12. εἰ δ’ ἡ μαλακότης κρατοίη. πλεονεκτήσει καὶ μέγεθος
13. τοῦ τάχους· εἰ δ’ ἡ θερμότης κρατοίη, οὐκ ἔθ’ ἁπλῶς ἀποφήνασθαι
14. δυνατὸν, ἀλλὰ χρὴ διορίσασθαι. παμπόλλης μὲν
15. γὰρ οὔσης τῆς θερμασίας, ὡς μὴ πληροῦσθαι τὴν χρείαν ὑπὸ
16. τῆς ἐνεργείας, πλέον ὠκυτέρους ἢ μεγάλους ἀνάγκη γίνεσθαι
17. τοὺς σφυγμοὺς, εὐθὺς δὲ δηλονότι καὶ πυκνούς· ὅταν δ’
18. ἱκανῶς ἀπολαύῃ τῆς χρείας ἡ φύσις, εἰς ὅσον μεγάλους, εἰς
19. τοσοῦτον καὶ ταχεῖς. τρίτη δ’ ἂν εἴη συζυγία τῶν κατὰ
1. ταῦτα τὰ γένη τὸν σφυγμὸν ἀλλοιούντων αἰτίων, ὅταν εἰς
2. ταὐτὸν ἥκῃ σκληρότης θερμότητι. μεγάλης μὲν οὖν τῆς καθ’
3. ἑκάτερον εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς γινομένης οἱ σφυγμοὶ
4. τάχιστοι μὲν ἔσονται καὶ πυκνότατοι, μικρότατοι δ’ οὐκ ἔτι,
5. πλὴν εἰ καὶ τὰ τῆς δυνάμεως ἔχοι κακῶς, ὅπερ οὐχ ὑπόκειται
6. νῦν, ἀλλ’ ἥττους μὲν τῶν κατὰ φύσιν, οὐ μὴν εἰς ἔσχατόν γε
7. μικρότητος ἥκοντες. εἰ μέντοι τὰ τῆς θερμασίας ἀμέτρως ἔχοι,
8. τὸ δ’ ὄργανον μὴ πάνυ σκληρὸν, ἀλλ’ ὀλίγῳ γέ τινι τοῦ συμμέτρου
9. παραλλάττον, οὐχ ὅπως ἐλάττων τοῦ κατὰ φύσιν ἡ
10. διαστολὴ τῶν ἀρτηριῶν, ἀλλὰ καὶ μείζων γένοιτ’ ἄν. οἰκείων
11. γὰρ ὄντων σφυγμῶν τῇ μὲν σκληρότητι τῶν ὀργάνων τοῦ
12. μικροῦ, τῇ δ’ ἀμετρίᾳ τῆς θερμασίας τοῦ μεγάλου, κατὰ λόγον
13. ἐν τοιαύταις διαθέσεσιν ὁ σφυγμὸς μέγας γίγνεται, συνεξομοιούμενος
14. τῷ κρατοῦντι, ὥσπερ ὅταν ἡ σκληρότης κρατῇ,
15. μικρός· ταχὺς μέντοι πάντως ὁπότερον ἂν τῶν αἰτίων πλεονεκτῇ,
16. καὶ πολὺ μᾶλλον, ὅταν ἡ θερμασία. τηνικαῦτα δὲ
17. καὶ ἡ πυκνότης ἐπιφανεστέρα. λοιπὴ δ’ ἂν εἴη συζυγία κατὰ
18. τὰ νῦν προκείμενα γένη τῶν σφυγμῶν, ὅταν εἰς ταὐτὸν ἀφίκηται
19. μαλακότητι ψύξις. ὄντος δὲ κᾀνταῦθα τοῦ μὲν μεγάλου
1. σφυγμοῦ ταῖς μαλακότησιν οἰκείου, τοῦ δὲ μικροῦ ταῖς ψύξεσιν,
2. ὁπότερον ἂν αὐτῶν πλέον ἐξίστηται τῆς φύσεως, ἐκείνῳ
3. συνεξομοιοῦσθαι τοὺς σφυγμοὺς ἀναγκαῖον. ὥστε μεγάλοι
4. μὲν τῆς μαλακότητος τῶν ὀργάνων κρατούσης, μικροὶ δ’
5. ἐν ταῖς ψύξεσιν ἔσονται, σύμμετροι δ’, ὅταν ὅσον εἰς μέγεθος
6. ὑπὸ τῆς μαλακότητος αὔξωνται, τοσοῦτον καθαιρῶνται
7. πρὸς τῆς ψύξεως εἰς μικρότητα. καθόλου γὰρ
8. εἰπεῖν οὐκ ἐπὶ τῶν νῦν προκειμένων μόνων αἰτίων, ἀλλὰ
9. κᾀπὶ τῶν ἄλλων ἁπάντων τῶν παρὰ φύσιν οἱ σύμμετροι
10. γίνονται σφυγμοὶ, τῶν εἰς τἀναντία τρεπόντων αὐτοὺς
11. ἑκατέρων ὁμοίως δυναμένων, καὶ δόξαν γε ψευδῆ
12. τοῦ κατὰ φύσιν διακεῖσθαι τοὺς οὕτω νοσοῦντας οἱ
13. πολλοὶ τῶν ἰατρῶν ἴσχουσιν. ἀλλὰ περὶ μὲν τούτων ἐν
14. τοῖς δι’ αὐτῶν προγνώσεως ἐπὶ πλέον εἰρήσεται· τὸ δὲ
15. νῦν εἶναι τοῦτ’ ἀρκεῖ μόνον ἐνδεδηλωμένον, ὅσον τῆς
16. προκειμένης πραγματείας ἴδιον, ὡς πάντες μὲν οἱ κατὰ
17. φύσιν σφυγμοὶ μέσοι τῶν ὑπερβολῶν εἰσι καὶ σύμμετροι,
18. οὐ μὴν ἅπαντές γε οἱ σύμμετροι κατὰ φύσιν.
1. ἀραιοὶ μέντοι καὶ βραδεῖς οἱ τοιοῦτοι σφυγμοὶ πάντες εἰσὶ,
2. καὶ μᾶλλον ὅταν ἡ ψύξις κρατῇ.

Cliquer un n° de page pour en afficher l’image