ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΣΦΥΓΜΟΙΣ
ΑΙΤΙΩΝ ΒΙΒΛΙΟΝ Β.
1. Περὶ μὲν οὖν τοῦ σφοδροῦ σφυγμοῦ καὶ
2. τοῦ σκληροῦ καὶ τοῦ μεγάλου καὶ προσέτι ταχέος τε καὶ
3. πυκνοῦ καὶ τῶν ἐναντίων αὐτοῖς διὰ τοῦ πρώτου δεδήλωται
4. λόγου, τίς θ’ ἡ γένεσις ἑκάστου καὶ πόσων αἰτίων
5. δεῖται καὶ πῶς ἀλλήλοις συμπραττόντων καὶ τίνες μὲν
6. ἐξ ἀνάγκης αὐτῶν ἕπονται ταῖς γεννώσαις αἰτίαις, τίνες
7. δ’ οἰκεῖοι μέν εἰσιν αὐταῖς, οὐ μὴν ἀναγκαίαν γε τὴν ἀκολουθίαν
8. ἔχουσιν. ἑξῆς δ’ ἂν εἴη περὶ τῶν ὑπολοίπων σφυγμῶν
9. τῆς γενέσεως διελθεῖν, καὶ πρῶτόν γε τῶν ἀνωμάλων.
1. ἐπεὶ δὲ τούτων οἱ μὲν ἐν μιᾷ κινήσει τῆς ἀρτηρίας τὴν ἰσότητα
2. διαφθείρουσι, οἱ δ’ ἐν πλείοσιν, ἥν περ δὴ καὶ συστηματικὴν
3. ἀνωμαλίαν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν, καὶ
4. ἔστιν αὕτη πολὺ σαφεστέρα τῆς καθ’ ἕνα μόνον σφυγμὸν γινομένης,
5. κάλλιον ἂν εἴη περὶ προτέρας ταύτης ποιήσασθαι
6. τὸν λόγον. ἕπονται δὴ πάντες οἱ τοιοῦτοι σφυγμοὶ καθόλου
7. μὲν φάναι ταῖς τε τῆς καρδίας ἀνωμάλοις δυσκρασίαις καὶ
8. κακώσεσιν ὀργάνων ἢ δυνάμεων. ἢ γὰρ ἐμφράξεσιν, ἢ
9. θλίψεσιν, ἢ σκληρότησιν, ἢ πλήθεσιν ἐπιγίνονται, πλήθους
10. νῦν ἀκουομένου τοῦ πρὸς τὴν δύναμιν μετρουμένου. οὐ μὴν
11. ἀρκεῖ τοῦτο μόνον γιγνώσκειν ὑπὲρ αὐτῶν, ἀλλὰ χρὴ τά τε
12. κατὰ μέρος ἅπαντα διορίσασθαι καὶ τὴν οἰκείαν ἀπόδειξιν
13. ἑκάστῳ προσθεῖναι. τριῶν οὖν ὄντων συνεκτικῶν αἰτίων γενέσεως
14. σφυγμῶν, ὀργάνου καὶ δυνάμεως καὶ χρείας, διὰ μὲν
15. τὴν τῆς χρείας ἀλλοίωσιν οὐχ οἷόν τε γενέσθαι τὴν ἐν τοῖς
16. σφυγμοῖς ἀνωμαλίαν συστηματικὴν ἐναργῆ. οὐδὲ γὰρ ἐξαίφνης,
17. οὐδὲ ἀθρόως εἰς τοσοῦτόν ποτε μεταβάλλειν ἐγχωρεῖ
18. τὴν χρείαν, ὥστε εἰ τύχοι τὸν σφυγμὸν τὸν πρότερον
19. μὲν γενέσθαι μέγαν, ἢ ταχὺν, ἢ πυκνότερον, τὸν δὲ δεύτερον
1. μικρὸν, ἢ βραδὺν, ἢ ἀραιόν. εἴτε γὰρ αὔξησις εἴη τῆς κατὰ
2. φύσιν θερμότητος, εἴτε μείωσις, εἴτε πλείων εἴτε ἐλάττων
3. δαπάνη τοῦ ψυχικοῦ πνεύματος, οὐδὲν τούτων ἀθρόαν οὕτως
4. ἴσχοι μεταβολὴν, ὡς τοὺς σφυγμοὺς ἀνίσους ἐργασθῆναι.
5. μάθοις δ’ ἂν ἀκριβῶς ἐκ τῶν γινομένων παροξυσμῶν ἐν ἅπασι
6. τοῖς ἐπιεικέσι πυρετοῖς, οἷον τοῖς τ’ ἐπὶ βουβῶσι καὶ τριταίοις
7. τοῖς ἀκριβέσι καὶ τοῖς δι’ ἔγκαυσιν, ἢ ψύξιν, ἢ ὁτιοῦν
8. ἄλλο τοιοῦτον. ἅπας γὰρ ὁ ἀπὸ τῆς ἀρχῆς αὐτῶν ἕως τῆς
9. ἀκμῆς χρόνος ἀνάλογον τῇ κατὰ θερμασίαν αὐξήσει καὶ
10. τοὺς σφυγμοὺς εἰς μέγεθος καὶ τάχος καὶ πυκνότητα τρέπων
11. οὐδέποτε τὸν δεύτερον σφυγμὸν τοῦ προτέρου σαφῶς ἐνδείκνυται
12. διαφέροντα. ἀλλ’ εἰ μὲν χρόνον τινὰ συχνὸν διαλείποις
13. καὶ μείζων ἐναργῶς καὶ θάττων καὶ πυκνότερος φαίνεται,
14. παραυτίκα δ’ οὐδὲ ἀλλοιότερος, πλὴν εἰ συνέλθοι ποτὲ τῶν
15. προειρημένων τι, ἢ πλῆθος λέγω τὸ πρὸς τὴν δύναμιν νοούμενον,
16. ἢ σφήνωσις, ἢ θλίψις, ἢ σκληρότης ὀργάνων, ἢ τῆς
17. καρδίας αὐτῆς δυσκρασία τις ἀνώμαλος, ἅπερ οὐκ ἔτ’ ἐπιεικοῦς
18. νοσήματος. καὶ γάρ τοι καὶ αὐτοῖς τοῖς ὑγιαίνουσιν,
1. ὅταν ἤτοι λουσάμενοι τύχωσιν ἢ γυμνασάμενοι, δαπανωμένου
2. μὲν τοῦ πνεύματος, αὐξανομένης δὲ τῆς θερμασίας,
3. μείζους καὶ θάττους καὶ πυκνότεροι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ
4. φαίνονται, σαφῆ δὲ οὐδέποτε ὁ δεύτερος τοῦ προτέρου
5. τὴν διαφορὰν ἴσχει. ὅστις δ’ ἀνωμάλους καὶ τοὺς τοιούτους
6. εἶναι λέγει σφυγμοὺς, κᾂν μὴ φαίνωνται, τῆς μὲν ἐν τοῖς
7. ὀνόμασι συνηθείας ὑπερορᾷ, σοφώτερον δ’ οὐδὲν διδάσκει·
8. οὐδὲ γὰρ οὓς ἂν ὁ λόγος ἐξεύρῃ κατά τινα συλλογισμὸν ἀνίσους,
9. τούτους ἀνωμάλους εἰώθαμεν καλεῖν, ἀλλ’ οὓς ἂν ἐναργῶς
10. αἰσθήσει διαγινώσκοιμεν ὄντας τοιούτους. καλείτω δὲ
11. οὖν, εἰ βούλοιτό τις, καὶ τούτους ἀνωμάλους, ἀλλ’ ἐκεῖνό γ’
12. ἴστω, ὡς οὐδεμία τῶν αἰσθητῶν ἀνωμαλιῶν διὰ τὴν τῆς
13. χρείας ἀλλοίωσιν γίνεται. τάχα μὲν οὖν ἤρκει καὶ τοσαῦτ’ εἰς
14. ἔνδειξιν τοῦ μηδέποτε τὴν συστηματικὴν καλουμένην ἀνωμαλίαν
15. ἀλλοιώσει χρείας ἕπεσθαι. προσκείσθω δ’ ἔτι τὸ κατὰ
16. τοὺς θυμοὺς ἐνίοτε φαινόμενον, ἐπειδὴ καὶ οὗτοι τῆς ἐμφύτου
17. θερμασίας οἷον ζέσις τις εἶναι δοκοῦσιν. ἀνώμαλοι τοίνυν καὶ
18. τούτοις οἱ σφυγμοὶ γίνονταί ποτε, κατὰ μὲν τὸν ἴδιον αὐτῶν
19. λόγον οὐδαμῶς, ἦσαν γὰρ ἂν ἀεὶ τοιοῦτοι, φόβου δέ τινος
1. συνδραμόντος αὐτοῖς. εὐλόγως δὴ τηνικαῦτα ποικίλοι τε
2. καὶ ἀνώμαλοι φαίνονται, ὡς ἂν οὐ μόνον ὑπὸ διαφερόντων
3. αἰτίων, ἀλλὰ καὶ τῇ φύσει ἐναντίων ἀλλοιούμενοι. διὰ μὲν
4. γὰρ τὴν τῆς ἀντιτιμωρήσεως ὄρεξιν ὑψηλοὶ καὶ μεγάλοι καὶ
5. ταχεῖς καὶ σφοδροὶ, διὰ δὲ τὴν τοῦ τι παθεῖν μᾶλλον ἢ δρᾶσαι
6. προσδοκίαν μικροὶ καὶ ταπεινοὶ καὶ ἀμυδροὶ καὶ βραδεῖς
7. γίνονται. ἐναλλὰξ οὖν ἀλλήλοις ἑκάτεροι φαίνονται κατὰ τὴν
8. τοῦ κρατοῦντος αἰτίου φύσιν ὑπαλλαττόμενοι. κρατεῖ δὲ ποτὲ
9. μὲν ὁ θυμὸς μᾶλλον, ποτὲ δὲ τὸ δέος. ἀλλὰ καὶ αὐτὸς ὁ
10. φόβος, ὁ γοῦν ἰσχυρὸς, ἀνωμάλους ἐργάζεται τοὺς σφυγμοὺς
11. κακώσει δυνάμεως, μὴ ἀλλοιώσει χρείας. πῶς οὖν ἡ δύναμις
12. κακουμένη τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζεται; τοῦτο γὰρ
13. ἐφεξῆς ἐστιν εἰπεῖν. τῷ μὴ πάντη τῶν ὀργάνων κρατεῖν, ὡς
14. ὅταν γε κρατῇ, πάντας ὁμοίους τε καὶ ἴσους ἀποτελεῖ. εἰ δέ
15. που σφάλλει περὶ τὴν ἐνέργειαν, οἷον ὀκλάσασα, διαφθείρει
16. ταύτῃ τὴν ἰσότητα. χρὴ δὲ προσέχειν ἀκριβῶς τῷ λεγομένῳ
17. τὸν νοῦν, ἵνα μή τις οἰηθῇ πάσῃ κακώσει δυνάμεως ἐξ ἀνάγκης
18. ἕπεσθαι τὴν συστηματικὴν ἀνωμαλίαν. οὐ γὰρ οὕτως
19. ἔχει. ἀλλ’ ὅταν μὲν κατὰ τὸν ἑαυτῆς λόγον ἀῤῥωστῇ, σπανίως
1. ποτὲ τοὺς σφυγμοὺς ἀνωμάλους ἀποτελεῖ. ὅταν δ’ αὐτὴ μὲν
2. ἰσχυρὰ καθ’ ἑαυτὴν ᾖ, βαρύνηται δ’ ὑπὸ πλήθους, ἢ δυσπειθῆ
3. παντάπασιν ἔχῃ τὰ ὄργανα, τηνικαῦτα τὴν εἰρημένην
4. ἀνωμαλίαν ἐργάζεται. μαθεῖν δ’ ἔνεστιν ὃ βούλομαι
5. σαφέστερον διὰ παραδείγματος. ἀναμνησθῶμεν γὰρ δυοῖν
6. ἀνθρώπων βαδιζόντων ἀτρέμα. ἔστω δὲ ὁ μὲν ἕτερος ἰσχυρότατός
7. τε ἅμα καὶ νεώτατος, ἀλλὰ βασταζέτω μέγιστον
8. φορτίον, ὁ δ’ ἕτερος μηδὲν ὅλως βασταζέτω, πάνυ δ’ ἀσθενὴς
9. ἔστω διὰ νόσον, ἢ γῆρας. οὔτ’ αὖ μέγα προβαίνοντες οὔτε
10. ταχέως οὗτοι, καὶ ταύτῃ μηδὲν ἀλλήλων διαφέροντες εἰς τὴν
11. ἐνέργειαν ἐκείνῳ διοίσουσι, ᾗ τὰ πολλὰ μὲν ὡσαύτως ὁ ἀσθενὴς
12. βαδιεῖται, διαφερόντως δὲ καὶ ἀνωμάλως καὶ ἄλλοτε
13. ἀλλοίως ὁ ἰσχυρός. ὁ μὲν γὰρ οὐδ’ εἰ προθυμηθείη δυνατός
14. ἐστιν ἢ μεγάλην ἢ ταχεῖάν ποτε τὴν ἐνέργειαν ποιήσασθαι,
15. ὁ δ’ ἰσχυρὸς τὰ πολλὰ μὲν καὶ αὐτὸς ὁμοίως, ἔστι δ’ ὅτε
16. πλέονι προθυμίᾳ χρησάμενος καὶ θᾶττον καὶ μᾶλλον ἐνήργησε.
17. πρὸς γοῦν ὀλίγον, εἶτ’ αὖθις ὑπὸ τοῦ φορτίου κινηθεὶς
18. εἰς τὴν ἐξ ἀρχῆς βραδύτητά τε καὶ μικρότητα τῆς
19. ἐνεργείας ὑπηνέχθη. ταὐτὸν δὴ τοῦτο συμπίπτει καὶ τῇ διὰ
1. τῶν ἀρτηριῶν ἐνεργείᾳ. καταπεπτωκυίας μὲν γὰρ εἰς ἱκανὴν
2. ἀσθένειαν τῆς δυνάμεως, ἀμυδροὶ καὶ μικροὶ καὶ βραδεῖς οἱ
3. σφυγμοὶ γίνονται. εἰ δ’ ἐῤῥωμένη μὲν εἴη κατὰ τὸν ἑαυτῆς
4. λόγον, ὑπὸ δέ τινος πλήθους βαρύνοιτο, ποικίλους οὕτω καὶ
5. ἀνωμάλους ἀποτελεῖ, τοὺς πλείστους μὲν ἀμυδροὺς καὶ βραδεῖς
6. καὶ μικροὺς, ὅταν ἰσχυρῶς βαρυνθῇ, τοὺς πλείστους δ’
7. αὖ πάλιν σφοδροὺς καὶ ταχεῖς καὶ μεγάλους, ὅταν ἐπ’ ὀλίγον.
8. ὁπόταν δὲ μήτ’ ἰσχυρὰ πάνυ μήτ’ ἄγαν ἐπιεικὴς ἡ κάκωσις γένηται,
9. ἐγγύς τι τῷ πλήθει τοὺς ἐναντίους, ὡς μήτε πλείους ἔχειν
10. εἰπεῖν μήτ’ ἐλάσσους ἢ τοὺς σφοδροὺς τῶν ἀμυδρῶν, ἢ τοὺς
11. μεγάλους τῶν μικρῶν, ἢ τοὺς ταχεῖς τῶν βραδέων. οὕτω μὲν
12. αἱ τῆς δυνάμεως βλάβαι τοὺς σφυγμοὺς ἀνωμάλους ἐργάζονται·