16. Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα,
17. προσθεῖναι χρὴ τὸν περὶ τοῦ σπασμώδους σφυγμοῦ
18. λόγον, ᾧ τὸ μὲν ὄνομα πρέπον ἀπό τε τῆς ἰδέας αὐτῆς
1. καὶ τοῦ παθήματος ὃ δηλοῦν πέφυκε. τείνεσθαι μὲν γὰρ ἐπ’
2. ἄμφω τὰ πέρατα δόξεις τὴν ἀρτηρίαν καὶ μικρὸν ὕστερον
3. σπασμὸς τὸν ἄνθρωπον καταλαμβάνει. τί οὖν δὴ τὸ ἄπορον
4. ἐνταῦθα καὶ τίνος ἕνεκα προβέβληται; εἰ μὲν ἡ καρδία καθάπερ
5. ἀρτηριῶν, οὕτω καὶ νεύρων ἐστὶν ἀρχὴ, οὔτ’ ἄπορον
6. οὐδὲν καὶ μάτην προβέβληται· εἰ δ’ ἄλλη μὲν ἀρχὴ νεύρων,
7. ἄλλη δ’ ἀρτηριῶν, καὶ ταῖς μὲν σφυγμὸς ἐνέργεια, τοῖς δ’
8. αἴσθησίς τε καὶ κίνησις ἑκούσιος, ὥσπερ οὐκ ἔστι τῶν ἐνεργειῶν
9. αὐτοῖς οὐδεμία μετουσία, οὕτως οὐδὲ τῶν παθημάτων
10. ἔσται τις κοινωνία. ἢ κακῶς τοῦτο καὶ ψευδόμενοι λέγουσιν,
11. ὅσοι γε δοκοῦσιν οὐκ εἶναι σφίσιν ἐπιμιξίαν; ὁ γάρ τοι πατὴρ
12. τοῦ δόγματος ὁ θεῖος ἐκεῖνος Ἱπποκράτης, σύῤῥοια μία, φησὶ,
13. σύμπνοια μία, πάντα πᾶσι συμπαθέα, φύσις κοινή. ἢ γὰρ
14. ἂν, εἰ μὴ τοῦτ’ ἦν, δύο ἤστην οὕτω ζῶα καὶ οὐχ ἓν ἕκαστος
15. ἡμῶν. νυνὶ δὲ καρδία μὲν ἀρτηρίας ἐγκεφάλῳ μεγάλας ἐκπέμπει
16. δεσμὸν τῆς κοινωνίας, νεῦρα δ’ ἐγκέφαλος καρδίᾳ, κᾂν
17. εἰ μὴ μεγάλα, τὸ γοῦν ἐκ τοῦ λόγου πρόσταγμα διαστέλλειν
18. δυνάμενα. οὕτω δὲ καὶ ταῖς κατὰ μέρος ἀρτηρίαις αἱ
19. παρὰ τῶν νεύρων ἶνες εἰς κοινωνίαν ἔρχονται, δι’ ὧν οὐκ
1. ἔργων μόνων, ἀλλὰ καὶ παθημάτων ἀλλήλοις μεταδιδόασι.
2. καὶ οὐδὲν ἔτι θαυμάσιον, εἰ τοῦ νευρώδους γένους ἅπαντος
3. ἑνουμένου ταῖς ἀρτηρίαις, ἡ κοινωνία τοῦ παθήματος ἐμφαίνεται,
4. τῶν γε κατὰ μέρος ἀποφύσεων ἀλλήλαις ἐπιμιγνυμένων,
5. καὶ τῶν ἀρχῶν, ὡς εἴρηται, ξυνημμένων.
⟨
(De causis puls.) [n° 064 Fichtner] [GalLat]
De causis pulsuum
Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1
De causis pulsuum, 2.12, ed. Kühn, 1825, vol. 9, p. 87-89. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩