Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 2.13, ed. Kühn, 1825, vol. 9, p. 89-101. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.13

6. Ἀλλὰ γὰρ ἐπεὶ καὶ τὰ περὶ σπασμώδους
7. εἴρηται σφυγμοῦ, τὸ λοιπὸν ἔτι προσθετέον ἡμῖν ἐστιν
8. εἰς τὴν περὶ τῶν ἀνωμάλων ἁπάντων φυσιολογίαν. λείπεται
9. δ’, ὡς οἶμαι, πῶς ὑψηλοὶ καὶ ταπεινοὶ καὶ πλατεῖς καὶ
10. στενοὶ καὶ μακροὶ καὶ βραχεῖς γίνονται σφυγμοί. πλεῖστοι
11. γὰρ δὴ οὗτοι καὶ μάλιστα ποικίλλουσι τὰς ἀνωμαλίας πάσας
12. τάς τε καθ’ ἕνα σφυγμὸν καὶ πολὺ δὴ μᾶλλον τὰς ἐν ἀθροίσματι.
13. συμβαίνει δή τι τοιοῦτον ἐν τῷ διαστέλλεσθαι τὰς
14. ἀρτηρίας, ἐπί τε τοῖς ὑγιαίνουσιν ἅπασιν καὶ τοῖς πλείστοις
15. τῶν νοσούντων τῆς ἄνω περιφερείας αὐτῆς μᾶλλον αἰσθανόμεθα
16. κινουμένης ἢ τῶν ἐν τοῖς πλαγίοις μερῶν. ἡ μὲν γὰρ
17. ἐγγυτέρω τῆς ἁφῆς ἡμῶν ἐστι καὶ δι’ ἐλαττόνων ὁμιλεῖ
18. σωμάτων, τὰ δ’ ἑκατέρωθεν αὐτῆς αὐτά τε πλέον ἄπεστι 
1. καὶ πλείω περιβέβληται τὰ διὰ μέσου σώματα. καὶ τοίνυν
2. αὐτὸς ὁ κατὰ φύσιν σφυγμὸς, ἂν ἀκριβῶς ἐξετάζῃ τις, ὑψηλότερός
3. ἐστιν, ἀπολειπομένης μὲν ἀεὶ τῆς εἰς τὸ πλάτος ἐν αὐτῷ
4. κινήσεως, πλεονεκτούσης δὲ τῆς εἰς ὕψος. ἀλλ’ ἐπεὶ μέτρον
5. οὗτος ἡμῖν καὶ κανὼν ἁπάντων τῶν ἄλλων, οὔθ’ ὑψηλὸν
6. οὔτε στενὸν ὀνομάζομεν αὐτὸν, ἀλλ’ ὥσπερ οὖν πρέπει καὶ
7. δίκαιόν ἐστιν, σύμμετρόν τε καὶ μέσον ἁπασῶν τῶν ὑπερβολῶν.
8. εἰθισμένοι δὲ τούτῳ καὶ συντεθραμμένοι καὶ πολλάκις
9. εὑρίσκοντες αὐτὸν οὐκ ἐπὶ τῶν ὑγιαινόντων μόνων, ἀλλὰ
10. καὶ ἐπὶ τῶν νοσούντων, ῥᾳδίως γνωρίζομεν τοὺς ἀπολειπομένους
11. ἢ ὑπερβάλλοντας αὐτὸν καθ’ ἡντιναοῦν τῶν διαστάσεων.
12. καὶ γάρ τοι καὶ ὁ μακρὸς καὶ ὁ βραχὺς ὡς πρὸς
13. τοῦτον λέγονται. καὶ ὅστις μὴ εἴθισται τῷδε, οὐχ ὅπως
14. ὑψηλοῦ καὶ ταπεινοῦ καὶ πλατέος καὶ στενοῦ γένοιτ’ ἂν ἀκριβὴς
15. γνώμων, ἀλλ’ οὐδὲ μακροῦ καὶ βραχέος. ὡς οὖν ἄνθρωπόν
16. τινα πάντη σύμμετρον εἶναί φαμεν οὐ τῇ προχείρῳ κατὰ
17. τὴν αἴσθησιν ἰσότητι τὸ μῆκος τῷ πλάτει καὶ βάθει παραβάλλοντες,
18. ἀλλὰ τῇ κατὰ δύναμιν· οὐδεὶς γὰρ οὕτως εὑρεθείη
19. βραχὺς ὡς ἀπολείπεσθαι τὸ μῆκος τοῦ πλάτους· οὕτω καὶ
1. σφυγμὸν σύμμετρον ὀνομάζομεν, τὴν κατὰ φύσιν ἀναλογίαν
2. τε καὶ συμμετρίαν κανόνα τῆς ἰσότητος, οὐ τὴν αἴσθησιν
3. ποιούμενοι. πάντως δὲ ἐν αὐτῷ τὸ μὲν μῆκος ὑπερέχει τοῦ
4. βάθους, τοῦτο δ’ αὖ τοῦ πλάτους. αὐτὴν μὲν γὰρ εἰ νοήσαιμεν
5. καθ’ αὑτὴν τὴν ἀρτηρίαν, γυμνὴν ἁπάντων τῶν περικειμένων
6. σωμάτων, ἴσον ἔσται τὸ πλάτος τῷ βάθει. μᾶλλον δ’
7. οὐδ’ εἰπεῖν ἕξομεν ἐπί γε τῆς τοιαύτης τουτὶ μὲν εἶναι τὸ
8. πλάτος, τουτὶ δὲ βάθος, ἀλλ’ ὥσπερ ὅμοιον ἑαυτῷ πάντη τὸ
9. σῶμα κυκλοτερὲς ἀκριβῶς ὑπάρχει, οὕτω καὶ τῶν διαστημάτων
10. οὐδεμία διαφορά. τεθείσης μέντοι κατά τινος ἑτέρου
11. σώματος αὐτῆς, κάτω μὲν ἂν ἤδη λέγοιτο καθ’ ὧν στηρίζεται
12. μορίων, ἄνω δὲ τὸ κατ’ ἄντικρυ. τὸ δ’ ἐν τῷ μέσῳ τῶν
13. διαστημάτων κάτωθεν μὲν ἄνω νοοῦσιν ὕψος, ἄνωθεν δὲ
14. κάτω βάθος. ἔνθα δ’ ὕψος καὶ πλάτος, ἐνταῦθα θάτερον
15. τῶν διαστημάτων βάθος καὶ πλάτος. εἰ δὲ μὴ μόνον στηρίζοιτο
16. κατά τινος, ἀλλὰ κᾀκ τῶν πλαγίων αὐτῶν καὶ προσέτι
17. τῶν ἄνω περιλαμβάνοι τινὰ σώματα, παντί που δῆλον ὡς
18. τὰ δι’ ἐλαττόνων σκεπασμάτων ἡμῖν ὁμιλοῦντα μόρια σαφεστέραν
1. ἐνδείξεται τὴν κίνησιν ἤπερ τὰ διὰ πλειόνων. ἀλλὰ
2. μὴν ὧν γέ ἐστιν ἀρτηριῶν ἡ θέσις ὑπὸ τῷ δέρματι, τοιαῦται
3. δ’ εἰσὶν ὧν ἐφαπτόμεθα τοὺς σφυγμοὺς διαγινώσκοντες, τούτων
4. τὸ μὲν ἄνω διὰ μόνου τοῦ δέρματος ἡμῖν ὁμιλεῖ, τὰ δ’
5. ἑκατέρωθεν εἰς ὅσον ἀποχωρεῖ πρὸς τὸ πλάγιον εἰς τοσοῦτο
6. διὰ μακροτέρου τε τοῦ διαστήματος πλεόνων τε τῶν ἐν τῷ
7. μέσῳ σωμάτων. καὶ διὰ ταύτην τὴν ἀνάγκην ὑψηλότερος μὲν
8. ἀεὶ πᾶς σφυγμός ἐστιν ὁ κατὰ φύσιν, εἰ παραβάλλοις ἀλλήλοις
9. τὰ διαστήματα. λέγεται δὲ σύμμετρος καὶ κανὼν τῶν
10. ἄλλων ὁμοίως τῷ Πολυκλείτου κανόνι. ὡς γὰρ ἐκείνῳ παραβάλλοντες
11. τοὺς ἄλλους ἀνδριάντας ἁδροὺς, ἢ ἰσχνοὺς, ἢ
12. πλατεῖς, ἢ στενοὺς, ἤ τι τῶν ἄλλων ἀμετριῶν ὄνομα προσαγορεύομεν,
13. οὕτω καὶ τοὺς σφυγμοὺς τῷ κατὰ φύσιν ἀντεξετάζοντες
14. ὑψηλοὺς, ἢ ταπεινοὺς, ἢ πλατεῖς, ἢ στενοὺς,
15. ἢ μακροὺς, ἢ βραχεῖς, ἢ ἁδροὺς, ἢ ἰσχνοὺς, ἢ μεγάλους,
16. ἢ μικροὺς ὀνομάζομεν. τίνες οὖν αἰτίαι τῆς γενέσεως
17. αὐτῶν; τοῦτο γὰρ εἰπεῖν προὔκειτο. πρόχειρον μὲν ἦν ἤτοι
18. δυσκρασίαν ἀνώμαλον αἰτιᾶσθαι τῶν ὀργάνων, ἢ διαστροφὴν
19. ἐν τῇ θέσει. δέδεικται γὰρ ὅπως ἐν ταῖς τοιαύταις διαθέσεσιν
1. αἱ κινήσεις ἀνώμαλοι φαίνονται. ἀλλ’ ἐγὼ τοὺς μὲν
2. ὑψηλοὺς ἔν τε τοῖς θυμοῖς καὶ πρὸ τῶν κρίσεων εὑρίσκω
3. γινομένους, τοὺς δὲ πλατεῖς τοὐπίπαν ἐπὶ ταῖς κριτικαῖς ἐκκρίσεσιν.
4. οὐκ ἔτι δὲ δύναμαι δυσκρασίαν ὀργάνων ἢ διαστροφὴν
5. θέσεως αἰτιάσασθαι μόνας, γένοιτο γὰρ ἄν ποτε
6. καὶ διά τι τούτων, ἀλλ’ αἱ πλεῖσται διαθέσεις ἐφ’ ὧν οἱ
7. τοιοῦτοι φαίνονται σφυγμοὶ τῶν εἰρημένων αἰτίων ἐκτός εἰσιν.
8. οὔτε γὰρ ἀνωμαλία κράσεως, ἤγουν εἰς τοσοῦτο τὴν φύσιν
9. ὑπαλλάττουσα τῶν ὀργάνων, ὡς ἀνωμάλους ἐργάσασθαι τοὺς
10. σφυγμοὺς, οὔθ’ ἡ τῆς θέσεως ἐξαλλαγὴ δύναιτ’ ἂν συστῆναί
11. ποτε χωρὶς μεγάλης βλάβης ἢ χρόνου μακροῦ ὧν οὐδὲν οὔτε
12. τοῖς θυμουμένοις οὔτε τοῖς ἤδη κεκριμένοις οὔτε τοῖς ὅσον
13. οὐδέπω κριθησομένοις ὑπάρχει, ἀλλ’ ἐστὶ τὸ γινόμενον ἐπ’
14. αὐτῶν τοιοῦτο· μείζονα τὸν σφυγμὸν ἐργάζεται τοῖς θυμουμένοις
15. τε καὶ κριθησομένοις, οὐ μὴν ὅσον γε μεῖζόν τι
16. γίγνεται, τοσοῦτον καὶ φαίνεται. τῇ μὲν γὰρ εἰς ὕψος κινήσει
17. τε καὶ διαστολῇ τῆς ἀρτηρίας ὅσον προσέρχεται φαίνεται πᾶν,
18. τῇ δ’ εἰς τὸ πλάγιον τὸ πλεῖστον ἀφανίζεται, κατὰ τὸν
19. αὐτὸν, οἶμαι, λόγον καθ’ ὃν καὶ τοῖς ἄνευ περιστάσεώς τινος
1. ὑγιαίνουσιν ἀεὶ πλεονεκτεῖν ἐδείκνυτο ἡ εἰς ὕψος κίνησις.
2. μεμνημένοι τοιγαροῦν τῆς τότε καταστάσεως τῶν σφυγμῶν
3. οὓς συμμέτρους ὀνομάζομεν, εἶτα νῦν εὑρίσκοντες ἱκανὸν μὲν
4. εἰς ὕψος, οὐχ ἱκανὸν δ’ εἰς πλάτος, ἀλλ’ ἤτοι παντάπασιν
5. ὀλίγον ἢ οὐδὲν ὅλως ἐπιδεδωκυῖαν τὴν κίνησιν, εὐλόγως
6. ὑψηλοὺς ὀνομάζομεν τοὺς τοιούτους σφυγμοὺς, εἰ μέν τι καὶ
7. τῷ πλάτει σαφὲς προσεγένετο, μεγάλους ἅμα καὶ ὑψηλοὺς
8. καλοῦντες, εἰ δ’ οὐδὲν ὅλως αἰσθητὸν, ὑψηλοὺς μόνον, εἰ δ’
9. εἰς ἄμφω μὲν ηὐξήθησαν ὕψος, τε καὶ πλάτος, οὐκ ἀξιόλογος
10. δ’ ἡ τοῦ ὕψους εἴη παρὰ τὸ πλάτος ὑπεροχὴ, μεγάλους μόνον
11. τοὺς τοιούτους ὀνομάζοντες. ὅταν γὰρ ἐν ταὐτῷ λόγῳ
12. τὸ προσαυξόμενον ὕψος ὑπερέχει τοῦ πλάτους, ᾧ κᾀν τῷ
13. κατὰ φύσιν ὑπερέχῃ, τὴν αὐτὴν ἰδέαν τῷ συμμέτρῳ κληθέντι
14. διασώζειν ἀνάγκη τὸν νῦν γινόμενον. οὐκ οὖν ὑψηλὸς, ὥσπερ
15. οὐδ’ ἐκεῖνος, ἀλλὰ μείζων μόνον αὐτοῦ φαίνεται. τῶν γὰρ
16. ταὐτὸν εἶδος διασωζόντων οὐκ ἐνδέχεται τὸν μὲν σύμμετρον,
17. τὸν δ’ ὑψηλὸν καλεῖν, ἀλλ’ εἴπερ πάντη κατὰ τὴν αὐτὴν
18. ἀναλογίαν ὁ ἕτερος ηὐξήθη, μείζονα μόνον. καὶ γὰρ οὖν καὶ
19. περὶ τοῦ μήκους ὡσαύτως ἔχει. κατὰ μὲν γὰρ τὴν αὐτὴν 
1. ἀναλογίαν καὶ τοῦτο συναυξανόμενον τῷ βάθει τε καὶ τῷ
2. πλάτει τὸν ὅλον σφυγμὸν, ὡς ἤδη λέλεκται, μείζονα φαίνεσθαι
3. ποιεῖ. οὔκουν ἴσων ἁπλῶς δεῖ τῶν ἐπαυξανομένων ἐν
4. τοῖς τρισὶ διαστήμασι κινήσεων, ἀλλ’ ἀνάλογον ἴσων, ἵν’ ὁ
5. σφυγμὸς μείζων γένηται. τοῖς οὖν εἰθισμένοις τῇ τοῦ κατὰ
6. φύσιν ἀναλογίᾳ ῥᾳδίως τὸ προσιὸν, ὅσον ἔξω τοῦ
7. λόγου, γνωρίζεται. καὶ τοιαῦται μέν τινές εἰσιν αἱ γενέσεις
8. τῶν προκειμένων σφυγμῶν, ἑξῆς δ’ ἂν εἴη τὰς αἰτίας εἰπεῖν
9. δι’ ἃς ἢ σώζεσθαι τὴν φυσικὴν ἀναλογίαν ἐπ’ αὐτῶν, ἢ διαφθείρεσθαι
10. πέφυκε. σώζεται μὲν οὖν, ὅταν μηδεμία μεγάλη
11. τοῦ κατὰ φύσιν εἰς πολυσαρκίαν, ἢ λεπτότητα τῆς ἕξεως γένηται
12. μεταβολὴ, ἀλλὰ μηδὲ ξηρότης ἄμετρος, ἢ ὑγρότης, η
13. τις ἀνάγκη μεγάλη ἐσχάτης διαστολῆς. φθείρεται δὲ καὶ συγχεῖται
14. διά τι τούτων παρὸν, οἷον αὐτίκα τὰ μὲν ἄλλα
15. πάντα καλῶς ἐχέτω, μεγάλην δ’ οὕτως ἡ δύναμις ἐπειγέσθω
16. ποιήσασθαι διαστολὴν, ὡς μὴ χωρεῖσθαι τὸν ὄγκον αὐτῆς
17. ὑπὸ τῶν περιεχουσῶν τὰς ἀρτηρίας χωρῶν. ἀνάγκη
18. γὰρ ἐν τῇ τοιαύτῃ καταστάσει τὸν σφυγμὸν ὑψηλὸν φανῆναι,
1. κᾂν μηδὲν τῶν ἀλλῶν ἔχῃς μέμψασθαι. ἄχρι γὰρ ἂν εἰς τοσοῦτον
2. αἴρηται μέγεθος ἡ διαστολὴ τῆς ἀρτηρίας, ὡς μηδέπω
3. στενοχωρεῖσθαι μηδαμοῦ, τὴν κατὰ φύσιν ἐν τοῖς τρισὶ διαστήμασιν
4. ἀναλογίαν ἀποσώζει. στενοχωρηθεῖσα δὲ τοσοῦτον
5. τοῦ κατ’ ἐκείνην τὴν διάστασιν ἀφεῖλεν ὅσον ἔτυχε κωλυθεῖσα
6. τοῦ πρόσω. διὰ τοῦτο τοῖς θυμουμένοις, κᾂν ἄμεμπτον
7. ἔχωσι τὴν ἕξιν, ὁ σφυγμὸς ὑψηλὸς γίνεται. τὸ γὰρ τῆς διαστολῆς
8. ἐσχάτως ἄμετρον οὐδ’ ἡ τοιαύτη πέφυκεν ἕξις ἀλύπως
9. ἀνέχεσθαι, ἀλλ’ ἤδη θλίβεται κάτωθέν τε κᾀκ τῶν πλαγίων
10. ἡ ἀρτηρία. μόνον οὖν ὅσον γυμνὸν αὐτῆς ὑπὸ τῷ δέρματι
11. τὴν θέρμην ἅπασαν ἐκδέχεται, ὅταν δ’ ἐν τοῖς ἄλλοις
12. μὲν ἅπασιν ἡ διαστολὴ κωλυθῇ, τὸ δ’ ἄνω μόνον αὐτῆς
13. ἀπαραπόδιστον φυλαχθῇ, πλεονεκτεῖν ἀνάγκη τῶν ἄλλων
14. τὴν κατ’ ἐκεῖνο κίνησιν, ὅπερ ἦν οὐδὲν ἄλλο ἢ ὑψηλὸς σφυγμός.
15. ἐπεὶ δὲ τοῖς θ’ ὑγιαίνουσιν ἅπασι καὶ τῶν νοσούντων
16. τοῖς πλείστοις ταῖς μεγίσταις διαστολαῖς τῶν ἐπιπολῆς ἀρτηριῶν
17. ὧν ἁπτόμεθα τὰ μὲν ἄλλα πάντα μόρια θλίβεταί τε καὶ
18. στενοχωρεῖται καὶ κωλύει τὰς καθ’ αὑτὰ κινήσεις, τὰ δ’ εἰς
19. ὕψος ἀνέχοντα μόρια πᾶσαν ἐλευθέραν τε καὶ ἀπαραπόδιστον
1. ἐπιδέχεται τὴν διαστολὴν, διὰ τοῦτο καὶ τοῖς ἰατροῖς τετήρηταί
2. τε καὶ γέγραπται τῶν θυμουμένων σφυγμὸς ὑψηλός.
3. ἢ γὰρ οὐκ εἶδον τὸ σπάνιον, ἢ ἀμελῶν εἶδον, ἢ τοῦτον οἰκεῖον
4. ἐνόμιζον ἑκάστου τῶν παθῶν σφυγμὸν, ὃν καὶ συνεδρεύοντα
5. αὐτοῖς ἑώρων πλειστάκις. εἰσὶ δ’ οἳ καὶ σιωπῶσιν
6. ἑκόντες τὸ σπάνιον, ὅταν ἀπορῶσι τῆς αἰτίας, ἀλλὰ τούτου
7. μὲν ἕνεκα κᾂν μέμψαιτό τις αὐτοῖς, τῶν ἄλλων ἁπάντων
8. συγγνώμην νείμας. μύρια γὰρ οὕτως ἄξια γινώσκεσθαι σιωπηθήσεται.
9. χρὴ δὲ τὸν ἀληθείας ἐραστὴν ἅπαν ἀκριβῶς τὸ
10. φανὲν ἐκδιηγεῖσθαι, κᾂν ἀπορῇ τῆς αἰτίας. τί δὴ οὖν τὸ φαινόμενόν
11. ἐστι; πολλοῖς τῶν ἰσχνῶν καὶ οὐ πάνυ τὴν δύναμιν
12. εὐρώστων οἱ σφυγμοὶ θυμουμένοις μεγάλοι μὲν, οὐκέτι
13. δὲ καὶ ὑψηλοὶ φαίνονται. τίς γοῦν καὶ ἡ τοῦδε αἰτία, οὐδὲ
14. γὰρ οὐδὲ πόῤῥω που τῶν ἐξ ἀρχῆς ὑποκειμένων ἔοικεν ὑπάρχειν,
15. εἴ γε δὴ τὴν ῥώμην τῆς δυνάμεως τηλικαύτην ἐλέγομεν
16. εἶναι δεῖν ἐν τοῖς ὑψηλοῖς σφυγμοῖς, ὡς δύνασθαι μὲν ἐργάσασθαι
17. μεγίστην διαστολὴν, μὴ χωρεῖσθαι δὲ ὑπὸ τῶν περιεχουσῶν
1. τὰς ἀρτηρίας χωρῶν. εἰ γὰρ τοῦτο, παντί που δῆλον
2. ὡς ἐν ταῖς προειρημέναις διαθέσεσιν οὐκ ἐγχωρεῖ γίνεσθαι
3. τὸν σφυγμὸν ὑψηλὸν, μήτε τῆς δυνάμεως εὐρωστούσης
4. καὶ τῶν περὶ τὰς ἀρτηρίας χωρῶν εὐρυτάτων διὰ τὴν ἔκτηξιν
5. γεγενημένων. ἐπεὶ δὲ καὶ τοῦτο θᾶττον ἢ κατὰ τὴν προσδοκίαν
6. εὕρηται, δῆλον οἶμαι σὺν αὐτῷ καὶ τὸ τῶν πλατέων
7. γεγενῆσθαι σφυγμῶν. ὁπόταν γὰρ ἀπολείπηταί πως ἡ δύναμις
8. τῆς κατὰ φύσιν εὐρωστίας, εὐρύτης δ’ ἀξιόλογος ᾖ χωρῶν,
9. προσγένηται δέ τι βάρος ἐκ τῶν ἄνωθεν μερῶν ταῖς ἀρτηρίαις,
10. πλατύτερος ὁ τοιοῦτος σφυγμὸς φαίνεται τῷ συμμέτρῳ παραβαλλόμενος.
11. τὸ δὲ βάρος τοῦτο τὸ προσγινόμενον πολλάκις
12. μὲν ἡ τοῦ δέρματός ἐστιν αὐτοῦ ῥυσσότης, ὥσπερ ἐπὶ τῶν
13. γερόντων ἔχει καὶ τῶν ἰσχνῶν μὲν, οὐ μὴν τῶν κατεξηρασμένων
14. γε τὴν ἕξιν, ἐξ οὗ γένους εἰσὶν οἱ κεκριμένοι προσφάτως,
15. πολλάκις δὲ δι’ ὑγρότητα, καὶ μάλισθ’ ὅταν αὐτὰ
16. τὰ σώματα τῶν ἀρτηριῶν γεγένηται διάβροχα, καθάπερ ἐν
17. τοῖς ὑδέροις. καταῤῥεῖ γὰρ αὐτῶν τὰ ἐπ’ ἄκρου τοῦ ὕψους
18. τεταγμένα μόρια καὶ φέρεται κάτω τὰ μὲν εἰς αὐτὴν τῶν
19. ἀρτηριῶν τὴν κοιλότητα, τὰ δ’ εἰς τὰ πλάγια. τοσοῦτον οὖν
1. ἀνάγκη τῆς εῖς ὕψος ἀνόδου κωλύεσθαι τοὺς σφυγμοὺς, ὅσον
2. ὑπεῤῥύη κάτω τὸ νῶτον τῆς ἀρτηρίας. καὶ δὴ καὶ πλεονεκτεῖν
3. διχόθεν ἀναγκαῖον ἤδη τὸ πλάτος ἔκ τε τῶν εἰς τὰ πλάγια
4. παραῤῥεόντων τῆς ἀρτηρίας μερῶν θλιβόντων τε καὶ διὰ τοῦτο
5. πλατυνόντων τὰ κάτω κᾀξ ὧν αὐτὸ τὸ ὕψος ἔφθανε κεκολοῦσθαι.
6. ἤρκει δ’, οἶμαι, καὶ θάτερον αὐτῶν τὸν
7. σφυγμὸν ἀποφῆναι πλατὺν, ἢ μειωθὲν τὸ ὕψος, ἢ αὐξηθὲν
8. τὸ πλάτος. ἐπεὶ δ’ ἄμφω συνέπεσε, διὰ τοῦτ’ ἐναργὴς καὶ
9. ἀξιόλογος ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ πλατύτης ἐμφαίνεται.
10. πῶς οὖν ὁ μακρὸς καλούμενος γίνεται σφυγμός; εὑρίσκεται
11. γάρ ποτε τοῖς μὲν τέσσαρσι δακτύλοις ἡ κίνησις ὑποπίπτουσα,
12. στενὴ μέντοι καὶ ἀμαυρὰ εἰς τοσοῦτον ὡς χορδῆς ἔμφασιν
13. εἶναι λεπτῆς, ἢ καὶ τοῦτο χαλεπὸν οὐδὲν ἐξευρεῖν ἐξ αὐτῶν
14. ὧν εἴπομεν ὁρμωμένους; εἴτε γὰρ οἷον ἰσχνῆς τινος χορδῆς
15. εἴτε οἷον τριχὸς ἡ προσβολὴ φαίνοιτο, σκληρότης ἐξ αὐτοῦ
16. μεγάλη τις ἐμφαίνεται τοῦ χιτῶνος τῶν ἀρτηριῶν. ἀλλ’ οὐ
17. μόνη· οὕτω μὲν γὰρ ἂν σκληρὸς ἁπλῶς ἦν ὁ σφυγμός. ἐπεὶ
18. δὲ καὶ στενὸς καὶ ταπεινός ἐστιν, ἀναγκαῖον ἀῤῥωστοτέραν 
1. εἶναι τὴν δύναμιν ἢ ὥστε διαστέλλειν βιαίως, δυσπειθὲς ὑπὸ
2. σκληρότητος ὄργανον. τί δ’ οὖν εἰ τοῦτ’ ἐστιν ἀληθὲς, οὐχὶ
3. καὶ βραχὺς εὐθέως ὁ τοιοῦτος γίνεται σφυγμός; ἢ καὶ τούτου
4. τὴν αἰτίαν εὑρήσομεν ἀναμνήσαντες τὰς διαθέσεις ἐφ’ ὧν οἱ
5. τοιοῦτοι γίνονται σφυγμοί; τίνες οὖν αἱ διαθέσεις; ἡ μὲν
6. ἕξις τοῦ σώματος λεπτὴ, περιτεταμένον δὲ καὶ ξηρότερόν πως
7. τὸ δέρμα. εἴπερ οὖν τὸ χαλαρὸν ἅμα καὶ παχὺ κατακρύπτει
8. πολὺ τῆς κινήσεως, τὸ λεπτὸν καὶ τεταμένον ἀκριβῶς ἅπαν
9. διασώζει. καὶ δῆλον ἤδη γέγονεν ὡς χρὴ συνελθεῖν λεπτότητα
10. μὲν ὅλης τῆς ἕξεως, ξηρότητα δὲ τοῦ δέρματος, σκληρότητα
11. δὲ τῶν ὀργάνων, ἀῤῥωστίαν δὲ τῆς δυνάμεως, ἀλλ’
12. οὐκ ἐσχάτην. ἄσφυκτος γὰρ ἂν οὕτως ἦν ὁ ἄνθρωπος, οὐ
13. μακρόσφυκτος. οὐδὲ ὅλως γὰρ εἰς αἰσθητὴν ἐξαίρει κίνησιν
14. ἡ παντελῶς ἐκλελυμένη δύναμις μὴ ὅτι τὸ σκληρὸν ἀγγεῖον,
15. ἀλλ’ οὐδὲ τὸ μαλακόν. ὁ μὲν οὖν οὕτως μακρὸς σφυγμὸς
16. κατὰ ἐξοχήν τινα προσαγορεύεται, λεπτὸς δ’ αὐτῷ καὶ ἰσχνὸς
17. ὄνομα τό γε ἴδιον, ὁ δ’ ἁπλῶς καὶ κυρίως μακρὸς,
18. ᾧ μὴ συνεπινοεῖται τῶν ἑτέρων δυοῖν διαστάσεων τὸ ποσὸν,
19. ἤτοι διὰ λεπτότητα τοῦ σώματος ἢ δι’ οἰκεῖον μέγεθος
1. ἀποτελεῖται τοιοῦτος· ὁ δὲ δὴ βραχὺς, ὅταν καθ’ ἓν ὁτιοῦν
2. μόριον μικρὸν ἡ ἀρτηρία μόνῳ τῷ δέρματι σκέπηται, τὸ δ’
3. ἑκατέρωθεν ἐκείνου πᾶν αὖθις ἀθρόως εἰς τὸ βάθος δύηται.
4. τότε γὰρ ἀνάγκη ἐπιπολῆς μόριον αὐτῆς τὸ ὑπὸ τῷ δέρματι,
5. σαφῆ τὴν κίνησιν ἅπασαν ἐνδείκνυσθαι, τὰ δ’ ἐν τῷ
6. βάθει πολλῶν ἐπίπροσθεν ὄντων σωμάτων κατακρύπτεσθαι.
7. τοῦτο δὲ φύσει μὲν πολλοῖς ὑπάρχει, κατὰ διαθέσεις μέντοι
8. νοσώδεις ὀλίγοις, ὅταν ἐν τῇ διαθέσει διαστροφὴ τις τῆς ἀρτηρίας
9. γένηται, καὶ μικρὸν μὲν ἐπιφανὲς αὐτῆς ᾖ μόριον, τὰ δ’
10. ἄλλα πάντα πρὸς τὸ βάθος ἔσω κατασπασθῇ. ἔστι δὲ καὶ ὁ
11. τοιοῦτος σφυγμὸς τῶν κατ’ ἐξοχὴν λεγομένων βραχέων, ἐπεὶ
12. τό γ’ ἴδιον ὄνομα καὶ τοῦδε παχὺς καὶ ἁδρός. ὁ δ’ ἁπλῶς
13. βραχὺς ἢ πολυσαρκίας, ἢ μικρότητος ἔγγονος ὑπάρχει. εἴρηταί
14. μοι σχεδὸν ὑπὲρ ἁπάντων ἤδη τῶν ἀνωμαλίαν ἐργαζομένων
15. αἰτίων, εἰ γάρ τι καὶ παραλέλειπται μικρὸν, οὐδὲν ἂν
16. εἴη χαλεπὸν ἐκ τῶν εἰρημένων ἀνευρίσκειν.

Cliquer un n° de page pour en afficher l’image