17. Περὶ δὲ τῶν ἀτάκτων τε καὶ τεταγμένων ἤδη
18. ῥητέον. ἐπεὶ τοίνυν ἀνώμαλοι πάντες εἰσὶν οἱ τοιοῦτοι σφυγμοὶ,
1. καθάπερ καὶ ἐν τοῖς περὶ διαφορᾶς αὐτῶν δεδήλωται,
2. διαλλάττουσι δὲ τῷ τοὺς μὲν ἐν περιόδοις τισὶ διασώζειν τὴν
3. ἰσότητα, τοὺς δὲ πάντη συγχέειν, ἓν κοινὸν κατὰ πάντων
4. αὐτῶν ἐν βραχεῖ τόδε χρὴ διαγινώσκειν, ὡς τῆς αἰτίας, ἥ τις
5. ἂν ἑκάστοτε τὴν ἀνωμαλίαν ἐργάζηται, ἐστηριγμένης μὲν ἐν
6. τοῖς τεταγμένοις, ἀστηρίκτου δ’ ἐν τοῖς ἀτάκτοις οὔσης. καὶ
7. μέντοι καὶ τῆς φύσεως, εἴπερ τι ἄλλο, καὶ ἡ τάξις οἰκεῖον,
8. ὥσπερ οὖν καὶ ἡ ὁμαλότης. ἐὰν οὖν θάτερον αὐτῶν
9. συγχυθῇ, μικροτέραν ἐνδείκνυται τὴν βλάβην, ἐὰν δ’ ἄμφω,
10. μείζονα, συγχεῖται δ’ ἄμφω μὲν ἐν τοῖς ἀτάκτοις, θάτερον δ’
11. ἐν τοῖς τεταγμένοις μὲν, ἀνωμάλοις δὲ δηλονότι.
⟨
(De causis puls.) [n° 064 Fichtner] [GalLat]
De causis pulsuum
Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1
De causis pulsuum, 2.14, ed. Kühn, 1825, vol. 9, p. 101-102. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩