Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 2.15, ed. Kühn, 1825, vol. 9, p. 102-104. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.15

12. Τὰ δ’ ἐν ταῖς τῶν ῥυθμῶν ἐξαλλαγαῖς αἴτια,
13. ταῦτα γὰρ ὑπόλοιπα διελθεῖν, οὐ χαλεπῶς ἂν οὐδ’ αὐτά
14. τις εὑρίσκοι τῶν ἐξ ἀρχῆς ἐχόμενος. εἴπερ γὰρ ὀρθῶς ἡμῖν
15. ἀποδέδεικται κατὰ μὲν τὰς διαστολὰς τῶν ἀρτηριῶν ἕλκεσθαί
16. τις ἀερώδης οὐσία, κατὰ δὲ τὰς συστολὰς ἐκκρίνεσθαι τὸ
17. περιττόν τε καὶ οἷον καπνῶδες τῆς ἐκ τῶν χυμῶν συγκαύσεως,
18. ἀναγκαῖον ἔσται τῆς μὲν τοῦ διαστέλλεσθαι χρείας ἐπειγούσης
19. μείζω τε καὶ θάττω γίνεσθαι τὴν διαστολὴν, τῆς δὲ τοῦ
1. συστέλλεσθαι τὴν συστολήν. ταῦτ’ ἄρα καὶ τῶν ἡλικιῶν ἐν
2. αἷς μὲν πλείστη δαπάνη χυμῶν, αὗται δ’ εἰσὶν αἱ μέχρι τῆς
3. ἀκμῆς, ἐν ταύταις μὲν ὀλίγον ἀπολείπεται ἡ διαστολὴ τῆς συστολῆς,
4. ἐν αἷς δ’ ἐλαχίστη, τοῦτο δ’ ἐν ταῖς πρεσβυτικαῖς
5. γίνεται, παρὰ πολὺ πλείων ἐν ταύταις ὁ τῆς συστολῆς ἐστι
6. χρόνος τοῦ τῆς διαστολῆς, εἰ γάρτοι καθ’ ὅλον τὸ σῶμα διαπνοὴ
7. τῆς συστολῆς τῶν ἀρτηριῶν ἔργον ἐστίν. ἐν μὲν γὰρ
8. ταῖς διαστολαῖς ἕλκουσιν εἰς ἑαυτὰς, ὥσπερ οὖν διὰ τῶν ἄλλων
9. ἁπάντων στομάτων, οὕτω καὶ διὰ τῶν εἰς τὸ δέρμα περαιουμένων.
10. οὐκ οὖν ἐκκρίνεταί τι τηνικαῦτ’ ἐκ τοῦ σώματος,
11. ἀλλ’ εἴσω μᾶλλον πάντως ἕλκεται. ἐν δ’ αὐταῖς ταῖς συστολαῖς
12. ἔμπαλιν ἐκκρίνεται μὲν, ἕλκεται δ’ οὐδέν. ὅτι δ’ ἐν
13. αἷς ἡλικίαις οὐκ εἰς τὸ τρέφεσθαι μόνον, ἀλλὰ καὶ εἰς τὸ
14. αὔξεσθαι κατεργάζεται τοὺς χυμοὺς ἡ φύσις, ἐν ταύταις
15. ἀνάγκη καὶ τὰ περιττώματα πλείω γίνεσθαι, πρόδηλόν ἐστιν.
16. ἀνάλογον γὰρ ἀεὶ τῷ ποσῷ τῶν κατεργαζομένων χυμῶν τὸ
17. ποσόν ἐστι τοῦ περιττώματος. ἔνθα οὖν ἡ πλείστη κατεργασία,
18. πλεῖστον ἐνταῦθα καὶ τὸ περίττωμα, ἔνθα δ’ ἂν πλεῖστον
19. περίττωμα, συνεχοῦς τε ἅμα τούτῳ καὶ πολλῆς δεῖται
1. τῆς ἐκκρίσεως, ὥσπερ, οἶμαι, καὶ ἐν τοῖς κατὰ τὴν γαστέρα
2. τε καὶ τὴν κύστιν ἔχει περιττώμασιν. ἀλλὰ τὰς μὲν τούτων
3. ἐκκρίσεις ταῖς αἰσθήσεσι διαγινώσκομεν, τὰς δὲ τῶν ἐν ταῖς
4. ἀρτηρίαις ὁ λόγος ἐξευρίσκει. καὶ οὐκ οἶδ’ εἴ τις ἢ οὐ καὶ
5. διὰ τῆς ἐκτὸς ἐπιφανείας ὁμολογήσει κενοῦσθαι τὰς ἀρτηρίας,
6. ἢ οὐ καθ’ ὃν εἴπομεν τρόπον. ἀποδέδεικται δ’ εἰς ὅσον ἐχρῆν
7. ὑπὲρ αὐτῶν ἐν τῷ περὶ χρείας σφυγμῶν. εἰς δὲ τὸν παρόντα
8. λόγον ἀρκεῖ καὶ τὰ νῦν εἰρημένα.

Cliquer un n° de page pour en afficher l’image