13. αἱ δὲ τῶν ὀργάνων τόνδε τὸν τρόπον·
14. ὅταν αἱ περικείμεναι χῶραι τῆς ἀρτηρίας ἕνεκα τοῦ διαστελλομένας
15. αὐτὰς ἐκδέχεσθαι καταληφθῶσιν ὑπό τινος
16. ἑτέρου σώματος, ἀνάγκη στενοχωρουμένας τούτῳ τὰς ἀρτηρίας
17. ἀδυνατεῖν αὐτάρκως διαστέλλεσθαι. τὸ καθ’ ἑκάστην
18. οὖν ἐνέργειαν ἐλλιπὲς ἀθρόον ἕν ποτε κεφάλαιον ἀξιόλογον
19. ἀποτελεῖ, ὥστε πολὺ τῆς χρείας ἀπολείπεσθαι τὴν ἐνέργειαν.
1. τότε δ’ ἤδη καὶ ἡ δύναμις ἀναγκάζεται βιαίως τε καὶ σφοδρῶς
2. ἐνεργεῖν, ἀποσείσασθαι καὶ διώσασθαι σπεύδουσα τὰ περικείμενα
3. τοῖς ὀργάνοις αὑτῆς καὶ κωλύοντα τὰς κινήσεις. κᾀν
4. τούτῳ μείζονά τε τῶν ἔμπροσθεν ἀνάγκη καὶ σφοδρότερον
5. καὶ ὠκύτερον γενέσθαι τὸν σφυγμόν. πυκνότερος δ’ ἂν οὐ
6. νῦν πρῶτον, ἀλλ’ εὐθὺς ἐξ ἀρχῆς ἐγένετο. δέδεικται γὰρ ἐν
7. τῷ πρὸ τούτου λόγῳ ταῖς ἐλλιπεστέραις τῆς χρείας ἐνεργείαις
8. ἐξ ἀνάγκης ἑπομένη πυκνότης σφυγμῶν. εἰ μὲν οὖν
9. τὴν ἴσην ὁρμὴν ἡ δύναμις ἐπὶ τούτων ἐφύλαττεν ἐν ἁπάσαις
10. ἐφεξῆς διαστολαῖς, ὁμοίως ἂν ἀεὶ μεγάλοι καὶ σφοδροὶ καὶ
11. ταχεῖς ἐγίνοντο, νυνὶ δ’, οὐ γὰρ φυλάττει, ἀλλὰ πάλιν ἐπὶ
12. τὴν ἐξ ἀρχῆς φέρεται κίνησιν, ἐν τούτῳ πολυειδής τε καὶ
13. συνεχὴς ἡ ἀνωμαλία γίνεται. τοῦ δὲ μὴ φυλάττειν αἴτιόν ἐστι
14. τὸ μηδὲν ἀνύουσαν αὐτὴν μέγα κάμνειν ματαίως. εἰ μὲν
15. οὖν ὑγρότης εἴη τις περικεχυμένη ταῖς ἀρτηρίαις ταῖς σφοδραῖς
16. καὶ βιαίαις κινήσεσιν ὠθουμένη, μεταῤῥεῖν ἄλλοτ’ εἰς
17. ἄλλους ἀναγκάζεται τόπους, ἔστ’ ἂν ἤτοι κατά τινα πόρον
18. ἐνεχθεῖσα τὸν ἐξοχετεῦσαι δυνάμενον αὐτὴν, ἐκπέσῃ τοῦ
19. σώματος, ἢ καὶ λεπτυνθεῖσα τῷ χρόνῳ ἢ καὶ τελέως εἰς
1. ἀτμοὺς λυθεῖσα διαπνευσθείη. κᾀν τούτῳ τέως ἀνάγκη ποικίλην
2. τε καὶ συνεχῆ γίνεσθαι τὴν ἀνωμαλίαν, μήτ’ ἴσων τὸ
3. πλῆθος ἐν παντὶ τῷ μεταξὺ χρόνῳ τῶν ὑγρῶν φυλαττομένων
4. μήτε τὰς αὐτὰς στενοχωρούντων ἀρτηρίας, ἀλλ’ ἐξ
5. ἀκυρωτέρων πολλάκις μορίων εἰς τὰ κυριώτερα, κᾀκ τούτων
6. αὖθις εἰς ἀκυρώτερα μεθισταμένων. εἰ δ’ ἤτοι φλεγμονή τις
7. ἢ ἀπόστασις, ἢ σκίῤῥος εἴη τὸ πάθημα τῶν περικειμένων ταῖς
8. ἀρτηρίαις σωμάτων ὑφ’ οὗ θλίβονταί τε καὶ στενοχωροῦνται,
9. διὰ μακροτέρων οὕτως ἀνάγκη χρόνων τοῖς ἴσοις σφυγμοῖς
10. παρεμπίπτειν τοὺς ἀνίσους. ἀεὶ γὰρ τὰ αὐτὰ μόρια τῶν αὐτῶν
11. ἀρτηριῶν θλίβεται πρὸς τῶν αὐτῶν, ἢ ἴσων τοῖς μεγέθεσιν,
12. ἢ καὶ παραπλησίων ὄγκων. γίνεται δέ ποτε καὶ διὰ
13. πλῆθος αἵματος, ἤτοι ταῖς φλεψὶν ἢ ταῖς ἀρτηρίαις αὐταῖς
14. ἐγκεχυμένου, ἀνωμαλία σφυγμῶν. ἀλλ’ αὕτη γε ταῖς φλεβοτομίαις
15. τάχιστα καθίσταται. τὸ μὲν γὰρ ἐν ταῖς φλεψὶ πλῆθος,
16. ὡς ἂν παρακειμένων ἑαυταῖς ἀρτηριῶν, θλῖβόν τε καὶ στενοχωροῦν
17. αὐτὰς, ὁμοίως τῷ παρὰ φύσιν ὄγκῳ κενωθὲν ταῖς
18. φλεβοτομίαις αὐτίκα μὲν συγκαθεῖλε τὸν ὄγκον τῶν φλεβῶν,
19. εὐθὺς δὲ καὶ ταῖς ἀρτηρίαις χώραν εὐπετῆ πρὸς τὴν κίνησιν
1. παρέσχεν, ἐφ’ ᾗ τὴν κατὰ φύσιν ἐνέργειαν ἀκώλυτον λαβοῦσαι
2. τὴν ὁμαλότητα τῶν σφυγμῶν ἅμ’ αὐτῇ τὴν κατὰ φύσιν
3. ἀνεκτήσαντο. τὸ δ’ ἐν ταῖς ἀρτηρίαις αὐταῖς αἷμα, τοῦτο
4. μὲν ὅπως ἐνίσταται ταῖς ὁδοῖς τοῦ πνεύματος οὐδὲ λόγου
5. δεῖται, καὶ μάλιστα ἢν καὶ παχύ πως, ἢ γλίσχρον, ἢ κᾀν
6. τοῖς ἐσχάτοις αὐτῶν πέρασιν ἐσφηνωμένον εἴη. τηνικαῦτα
7. γὰρ οὔθ’ ἕλκειν οὔτ’ ἐκπέμπειν τὸ πνεῦμα δυνάμεναι πολυειδῆ
8. θ’ ἅμα καὶ χαλεπωτάτην ἐργάζονται τὴν ἀνωμαλίαν,
9. καὶ μάλισθ’ ὅταν ἤτοι τῆς καρδίας αὐτῆς ἐγγὺς ἢ καὶ πόῤῥω
10. μὲν ἀλλ’ ἐν κυρίοις μέρεσιν ἡ σφήνωσις τῶν ἐμφραττόντων
11. χυμῶν γίνηται. καθόλου τοίνυν εἰπεῖν ἢ θλιβομένων ἰσχυρῶς
12. τῶν ἀρτηριῶν, ἢ ἐμφραττομένων ἀνωμαλία τις γίνεται
13. περὶ τοὺς σφυγμοὺς, κᾂν μηδὲν ἡ δύναμις πέπονθεν. εἰ μέντοι
14. καὶ ἡ δύναμις ἔχει φαύλως ἐπὶ τῇ τοιαύτῃ τῶν ὀργάνων
15. διαθέσει, παντί που δῆλον ὡς πολυειδεστέραν ἀνάγκη γενέσθαι
16. τὴν ἀνωμαλίαν, ὥσπερ γε καὶ εἰ κατὰ τὴν καρδίαν
17. αὐτὴν ἀνώμαλος ὑπάρχει δυσκρασία, περὶ ἧς ἅπαντα τὸν λόγον
18. ἀκριβώσαιμι ἐν τῇ προγνωστικῇ πραγματείᾳ. εἰ δὲ τὰ μὲν
19. τῶν ὀργάνων ἔχοι καλῶς, ἡ δύναμις δ’ ἀσθενὴς εἴη μεγάλως,
1. ἡ προειρημένη μὲν οὐκ ἂν εἴη; ἡ μέντοι μύουρος ὀνομαζομένη
2. γένοιτ’ ἂν ἀνωμαλία. κατὰ γὰρ τὴν ἐπιβολὴν τῶν δακτύλων
3. ἡ δύναμις νικωμένη μικροτέρους ἀεὶ καὶ ἀμυδροτέρους
4. ἐργάζεται τοὺς σφυγμούς. ἀποδείξεως δ’ οὐκ ἔτι δεῖ τῷ
5. λόγῳ. δέδεικται γὰρ ἐν τοῖς περὶ διαγνώσεως αὐτάρκως. ἀλλ’
6. ὃ χρὴ προσθεῖναι χρήσιμον εἰς τὰ παρόντα, τοῦτο
7. προσκείσεται.
⟨
(De causis puls.) [n° 064 Fichtner] [GalLat]
De causis pulsuum
Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1
De causis pulsuum, 2.2, ed. Kühn, 1825, vol. 9, p. 61-65. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩