Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 2.3, ed. Kühn, 1825, vol. 9, p. 65-68. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.3

8. Τὴν ἀσθένειαν τῆς τοὺς σφυγμοὺς ἐργαζομένης
9. δυνάμεως οὐκ ἴσην ἐν πάσαις ταῖς διαθέσεσι ὑπάρχειν
10. ἀναγκαῖον, ἀλλὰ πάμπολυ δή τι τὸ μᾶλλόν τε καὶ ἧττον
11. ὑπάρχειν. ἡ μὲν δὴ πρώτη καὶ βραχεῖα μικροτέρους μὲν
12. καὶ ἀμυδροτέρους, οὐ μήν γε μυούρους ἐργάζεται τοὺς σφυγμούς·
13. ἡ δὲ ἐπὶ ταύτῃ τοσούτῳ μείζων, ὡς ἤδη καὶ τοὺς ἐπιβαλλομένους
14. δακτύλους ἄχθος εἶναι τῇ δυνάμει, τῶν μυούρων
15. ἐστὶ σφυγμῶν ἀποτελεστική. διττῆς δ’ οὔσης ἐν αὐτοῖς διαφορᾶς,
16. οἱ μὲν γὰρ αὐτῶν εἰς τὴν ἐξ ἀρχῆς κίνησιν ἐπανέρχονται
17. καὶ καλοῦσιν αὐτοὺς μυούρους παλινδρομοῦντας, οἱ δ’ αὐτόθι
18. που καταστρέφουσιν, ἰστέον ὡς οἱ μὲν πρότεροι μικροτέραν
1. δείκνυνται τὴν ἀσθένειαν. ἀναμάχεται γάρ πως
2. ἡ δύναμις ἔτι καὶ οἷον ἀθροίζουσα καὶ συστρέφουσα πολλάκις
3. ἑαυτὴν αὔξει μὲν τὸ μέγεθος οὕτω τῶν σφυγμῶν, αὔξει
4. δὲ καὶ τὸν τόνον. οἱ μέντοι καταμένοντες ἐν ἐσχάτῃ μικρότητι
5. καὶ μηκέτ’ ἐπανερχόμενοι μειζόνως ἢ κατὰ τούτους
6. ἐμφαίνουσι λελύσθαι τὴν δύναμιν, ὥσπερ εἰ καὶ τελέως ἐκλείποιεν,
7. ἐσχάτην τινὰ τὴν ἀῤῥωστίαν ἐνδείξονται. ὅτι μέντοι
8. τούτων ἁπάντων ἡ διάγνωσις ἐπικειμένων τῶν δακτύλων
9. ταῖς ἀρτηρίαις καὶ μηδόλως αἰρομένων γίνεται παντί που πρόδηλον.
10. εἰ γὰρ αἴροντες αὐτοὺς, εἶτα μετ’ ὀλίγον ἐπιφέροντες
11. εὑρίσκομεν καθ’ ἑκάστην ἐπιβολὴν ἐκλελοιπυῖαν τὴν κίνησιν,
12. ἀσφυξίαν τε τοῦτο καλοῦμεν παντελῆ καὶ οὐκ ἐκλείποντα
13. σφυγμόν. πολὺ δ’ οἶμαι διαφέρειν ἀσφυξίαν ἐκλείποντος
14. σφυγμοῦ. ἡ μὲν γὰρ οἷον στέρησις ἁπάσης τῆς ἐνεργείας,
15. πρὸς γοῦν τὴν αἴσθησιν, ὁ δ’ ἐξ ἡμισείας ἀπώλεια. ὁπόταν
16. οὖν ἐπιβάλλοντι μέν σοι τοὺς δακτύλους ἡ κίνησις ἐμφαίνηται,
17. φυλάττοντι δ’ ἐπικειμένους ἐκλυθεῖσα κατὰ βραχὺ παύσηται
18. παντάπασι, τοὺς μὲν σφυγμοὺς τοὺς τοιούτους ἐκλείποντας
19. ὀνομάζειν, τὴν διάθεσιν δ’ ἡγεῖσθαι μέσην τῆς τε τῶν μυούρων
1. σφυγμῶν καὶ τῆς παντελοῦς ἀσφυξίας, ὅσῳ δὲ τῶν μυούρων
2. χαλεπωτέραν, τοσούτῳ τῆς ἀσφυξίας ἐπιεικεστέραν. τρεῖς μὲν
3. οὖν αὗται διαθέσεις τῷ ποσῷ τῆς βλάβης διαφέρουσαι. τετάρτη
4. δ’ ἡ τῶν παλινδρομούντων μυούρων ἡ πασῶν ἐπιεικεστάτη.
5. πέμπτη δ’ ἔτι προσκείσθω ταύταις ἡ τῶν διαλειπόντων,
6. προηγουμένη δηλονότι τῆς τῶν ἐκλειπόντων. ὃ γὰρ
7. ἐφ’ ἑνὸς, ἢ δυοῖν, ἢ ὅλως ἀριθμοῦ τινος σφυγμῶν ἦν, τοῦθ’
8. ἡ τῶν ἐκλειπόντων ἐπὶ πάντων ἐργάζεται. πρόδηλοι δὲ καὶ
9. αὐτῶν τῶν διαλειπόντων αἱ διαφοραί. μείζονες μὲν γὰρ αἱ
10. βλάβαι τῆς δυνάμεως, ὅταν πλείονες, ἐλάττονες δ’, ὅταν ὀλιγώτεραι
11. κινήσεις ἐκλείπωσιν. ἡ δὲ τῶν παρεμπιπτόντων καλουμένων
12. σφυγμῶν διάγνωσις ἐναντία τῇ τῶν διαλειπόντων
13. ἐστίν· εἶεν δ’ ἂν δηλονότι καὶ οὗτοι τῶν ἀνωμάλων ἐν
14. ἀθροίσματι, καὶ γίνονται τῆς δυνάμεως ἐῤῥωμένης μὲν, ἀλλ’
15. ὑπὸ πλήθους χυμῶν ἢ ἐμφράξεως ὀργάνων ἐνοχλουμένης.
16. ὡς οὖν, ἵνα διώσηται τὰ λυποῦντα, μείζονας πολλάκις καὶ
17. σφοδροτέρους καὶ ὠκυτέρους ἐργάζεται τοὺς σφυγμοὺς, οὕτω
18. καὶ πλέονες ἐν ταῖς τοιαύταις διαθέσεσι μάλιστα καὶ ὑψηλοὶ
1. γίνονται σφυγμοὶ, καὶ διὰ τοῦτο κριτικῆς ἐκκρίσεώς εἰσι σημεῖα.
2. οὐ μόνον δὲ δι’ ἀῤῥωστίαν δυνάμεως ὁ διαλείπων γίνεται
3. σφυγμὸς, ἀλλὰ καὶ δι’ ἔμφραξιν ὀργάνων ἰσχυρὰν, ἢ
4. θλίψιν τινὰ καὶ στενοχωρίαν, ὅταν μηδ’ ὅλως εἰς ἑαυτὰς ἕλξαι
5. τι δυνηθῶσιν αἱ ἀρτηρίαι. περὶ μὲν οὖν τῆς ἐν ἀθροίσματι
6. τῶν σφυγμῶν ἀνωμαλίας ἱκανὰ καὶ ταῦτα.

Cliquer un n° de page pour en afficher l’image