7. Περὶ δὲ τῆς καθ’ ἕνα λεκτέον ἐφεξῆς. εἰσὶ
8. δὲ ταύτης πάμπολλαι μὲν αἱ κατὰ μέρος διαφοραί. πειρατέον
9. δ’ ἡμῖν εἰς τὰς καθόλου πάσας ἀναγαγεῖν, ὧν σαφῶν γενομένων,
10. κᾂν εἴ τι τῶν κατὰ μέρος ὑπολείποιτο, ῥᾳδίως ἐκ τῶν
11. προειρημένων εὑρεθήσεται καὶ τὰ λοιπά. καὶ ἥ γ’ ἀρχὴ τῷ
12. λόγῳ ἡ αὐτὴ γιγνέσθω ἥπερ κᾀν τῷ περὶ διαφορᾶς αὐτῶν.
13. ἠρξάμεθα δ’ ἐν ἐκείνῳ διαιρούμενοι τῆς κινήσεως αὐτῆς πρῶτον
14. τὴν ἀνωμαλίαν, ἤτοι διακοπτομένης ἢ συνεχοῦς μενούσης,
15. ἢ ἐπανερχομένης. καὶ τοίνυν ἐννέα διαφορὰς ἐδιδάξαμεν
16. γινομένας, ὁπόταν διαστελλομένης τῆς ἀρτηρίας ἡσυχία τις
17. ἐν τῷ μέσῳ γινομένη τὴν ὅλην διαστολὴν εἰς τρεῖς τέμνῃ χρόνους.
18. ἑξῆς οὖν ὑπὲρ ἑκάστης αὐτῶν ἐνταῦθα σκεψώμεθα τὰς
1. αἰτίας ζητοῦντες, καὶ πρῶτόν γε τῆς πρώτης ἐν αὐταῖς
2. ῥηθείσης, ὅταν ὠκέως ἀρξαμένη τῆς κινήσεως ἡ ἀρτηρία, κᾄπειτα
3. μικρὸν ἡσυχάσασα τὸ λεῖπον τῇ διαστολῇ μετὰ ταῦτα
4. προσθῇ βραδέως κινηθεῖσα. γίνεται γὰρ τοῦτο μὲν χρείας
5. ἐπειγούσης, τῆς δυνάμεως δὲ ὑπηρετούσης μὲν ὅσον ἐφ’ ἑαυτῇ,
6. κωλυομένης δ’ ἤτοι δι’ ὀργάνων βλάβην ἢ πλῆθος ἀξιόλογον·
7. ἐπεὶ εἴ γε μὴ διεκόπτετό ποτε τῆς ἡσυχίας ἡ διαστολὴ, πάντως
8. ἂν ἦν μεγάλη. τοιαύτη δ’ οὐκ ἂν γένοιτο χωρὶς τοῦ
9. καὶ τὴν χρείαν καλεῖν καὶ τὴν δύναμιν ὑπηρετεῖν. ὅτι δὲ
10. οὐκ ἐνδέχεται μικρὰν διαστολὴν ἡσυχίᾳ μεσολαβεῖσθαι μάθοις
11. ἂν ἐννοήσας ὡς οὐδεὶς τῶν μικρῶν σφυγμῶν εἰς δύο αἰσθητὰ
12. μόρια τμηθῆναι δύναται. οὗτος δέ γε ὑπὲρ οὗ νῦν ὁ λόγος
13. εἰς δύο τέτμηται σαφεῖς σφυγμοὺς, τόν τε πρὸ τῆς ἡσυχίας,
14. τὸν ταχὺν, καὶ τὸν ἐπὶ ταύτῃ, τὸν βραδύν. εἰ μὲν δὴ καὶ ἑκάτερος
15. αὐτῶν ἀξιόλογον ἔχοι μέγεθος, οὗτος ἂν ὅλος εἴη τῶν
16. μεγίστων· εἰ δὲ μὴ, ἀλλ’ οὐ μικρός γε πάντως ἐστὶ, κᾂν ἐκ
17. μικρῶν δυοῖν συννοῆται. δηλοῖ δὲ τὴν ῥώμην τῆς δυνάμεως
18. καὶ τὸ τῆς προτέρας κινήσεως τάχος, ὥσπερ γε καὶ τὸ τῆς
1. χρείας ἐπεῖγον ἡ μετὰ τὴν ἡσυχίαν κίνησις ἐνδείκνυται, οὐ
2. γὰρ ἄνευ τούτου συνεπλήρωσεν ἄν ποτε τὴν ἐξ ἀρχῆς ὁρμὴν
3. ἡ δύναμις, ἀλλ’ ἔνθα πρῶτον ἐπεσχέθη κινουμένη, κατέπαυσεν
4. ἂν ἐνταῦθα τὴν διαστολὴν, μικρὸν ἕνα τοῦτον ἐργασαμένη
5. σφυγμόν· ὥσπερ οὖν καὶ φαίνεται μυριάκις ἐν ταῖς συστηματικαῖς
6. ἀνωμαλίαις μικρὸς γινόμενος ὁ σφυγμὸς οὐ τῷ
7. μὴ δύνασθαι κινεῖσθαι τὴν δύναμιν, ἀλλὰ τῷ κωλύεσθαι.
8. πολλάκις οὖν τὸν ἐφεξῆς αὐτῷ μέγιστον εἰργάσατο συστρέψασα
9. καθάπερ ἂν εἴποι τις ἑαυτὴν καὶ οἷον ἀθροίσασα καὶ
10. ἀνακτησαμένη καὶ παντὶ τῷ τόνῳ βιαίως χρησαμένη. ἐνὸν
11. οὖν αὐτῇ καὶ νῦν ἐργάσασθαί τι τοιοῦτον, οὐκ ἐργασαμένη
12. τὴν χρείαν ἐπείγειν ἐνεδείξατο. πόθεν οὖν ὅτι πλῆθος ἄμετρον,
13. ἢ θλίψις ὀργάνων, ἢ ἔμφραξις ἐμποδίζουσι τὴν κίνησιν;
14. πρῶτον μὲν ἐκ τοῦ τήν τε δύναμιν ἐῤῥῶσθαι καὶ τὴν
15. χρείαν ἐπείγειν, οὐ γὰρ ἂν ἔτι λοιπὸν οὐδὲν εἴη τῆς βλάβης
16. αἴτιον ἔξω τῶν εἰρημένων, ἔπειτα δὲ κᾀξ αὐτῆς τῆς φύσεως
17. αὐτῶν. εἴτε γὰρ πλῆθος εἴη τὸ βαρῦνον, οὐκ ἀδύνατον
18. ἐν τῷ μέσῳ τῆς διαστολῆς στᾶσαν τὴν δύναμιν καὶ οἷον
1. ἀναπαυσαμένην οὕτω τὸ λεῖπον προσθεῖναι, εἴτ’ ἔμφραξις
2. τῶν ὀργάνων ἰσχυρὰ, ἢ θλίψις τις βίαιος, ἴσχεσθαι τὴν κίνησιν
3. εἰς τοσοῦτον εὔλογον εἰς ὅσον ἀποῤῥεῖ τοῦ πληρώσοντος
4. πνεύματος τὴν χώραν τῆς διαστολῆς. ἀλλ’ ἐπεὶ τὸ τελέως
5. ἴσχεσθαι τοῦ τελέως ἀποκεκλεῖσθαι τὰς ὁδοὺς τοῦ πνεύματος
6. ἐνδεικτικόν ἐστιν, διὰ τοῦτο καὶ τὴν θλίψιν καὶ τὴν
7. ἔμφραξιν ἰσχυρὰν εἶναί φαμεν. τοῦτο μὲν δὴ κοινὸν ἁπασῶν
8. τῶν ἐφ’ ἡσυχίας τεμνομένων διαστολῶν, ἴδια δὲ ἑκάστης αὐτῶν
9. τὰ νῦν λεχθησόμενα· τῆς μὲν πρώτης ἱκανῶς βαρύνεσθαι
10. τὴν δύναμιν ὑπὸ τοῦ πλήθους, ὅταν γε διὰ πλῆθος ὁ
11. σφυγμὸς γίνηται τοιοῦτος. ἡ γὰρ ὑστέρα κίνησις ἡ μετὰ τὴν
12. ἡσυχίαν οὐκ ἂν ἄλλως ἐγένετο βραδεῖα, τῆς προτέρας οὔσης
13. ὠκείας, εἰ μὴ ἐνενίκητό τε καὶ ἰσχυρῶς ἐβεβάρητο πρὸς τοῦ
14. πλήθους ἡ δύναμις. ἔμπαλιν δ’ ἐπὶ τῆς δευτέρας ἔχει διαφορᾶς,
15. ἐφ’ ἧς ἀμφότερα τὰ μέρη τῆς κινήσεώς ἐστι ταχέα. φαίνεται
16. γὰρ ἀναφέρουσα καὶ διασώζουσα τὸν τόνον ἡ δύναμις
17. καὶ διαμαχομένη τῷ πλήθει. μέση δ’ ἀμφοῖν ἐστι δηλονότι
18. διάθεσις ἐφ’ ἧς καὶ ἡ κίνησις ἡ δευτέρα μέση ταχείας τε καὶ
1. βραδείας, ὅπερ ἐστὶ σύμμετρος, αὗται μὲν οὖν τρεῖς διαφοραὶ
2. τῶν ἡσυχίᾳ σχιζομένων διαστολῶν. ἕτεραι δὲ τρεῖς,
3. ὅταν τῆς προτέρας κινήσεως βραδείας γινομένης ἡ δευτέρα
4. τὰς τρεῖς τρέπηται τροπὰς, ἤτοι βραδεῖα, ἢ ὠκεῖα, ἢ σύμμετρος
5. γινομένη, καὶ δηλονότι καὶ ταύταις χειρίστη μὲν ἐφ’
6. ἧς αἱ κινήσεις ἄμφω βραδεῖαι, πολὺ δ’ ἐπιεικεστέρα
7. ταύτης ἐφ’ ἧς ἡ δευτέρα ταχεῖα, μέση δ’ ἀμφοῖν ἐφ’ ᾗ
8. σύμμετρος. οὕτω δὲ κᾂν εἰ τῆς πρώτης κινήσεως συμμέτρου
9. γινομένης ἡ δευτέρα τὰς τρεῖς τρέποιτο τροπὰς, ἐπιεικεστέραν
10. μὲν ἐνδείξεται διάθεσιν ἡ ὠκεῖα κίνησις, ὀλεθριωτέραν
11. δ’ ἡ βραδεῖα, μέσην δ’ ἡ σύμμετρος. πασῶν δὲ τῶν ἐννέα
12. διαφορῶν, ὑφ’ ἧς τινος ἂν αἰτίας γίνωνται, χειρίστη μὲν ἡ
13. ἀμφοτέρας ἔχουσα τὰς κινήσεις βραδείας, ἐπιεικεστάτη δ’ ἡ
14. ἀμφοτέρας ταχείας, μέση δ’ ἐφ’ ἧς ἀμφότερα σύμμετρα, καὶ
15. ἄλλαι δὲ μεταξὺ τῆς τε μέσης καὶ τῶν ἄκρων ἑκατέρας ἀνάλογον.
16. ἀλλὰ καὶ χρόνος οὗτος ὁ τῆς ἡσυχίας ὅσῳ περ ἂν
17. πλείων γίγνηται καθ’ ἑκάστην τῶν εἰρημένων ἐννέα διαφορῶν,
18. τοσούτῳ χαλεπώτερος. ἔμπαλιν δὲ τῶν κινήσεων ὁ χρόνος
19. αὐξανόμενος ἐπιεικεστέραν ἐμφαίνει τὴν διάθεσιν. ὡσαύτως
1. δὲ καὶ τὸ τῶν διαστολῶν ἀμφοτέρων μέγεθος ἄριστον. ὥσπερ
2. οὖν ἡ μικρότης χείριστον, οὕτω δὴ καὶ ἡ μὲν σφοδρότης ἄριστον,
3. ἡ δ’ ἀμυδρότης χείριστον. εἰ δ’ ἅπανθ’ ἅμα συνέλθοι
4. τὰ εἰρημένα κακὰ περὶ ἕνα σφυγμὸν, οὗτος ἂν ὁ χείριστος
5. εἴη αὐτῶν, ὥσπερ εἰ καὶ πάντα τὰ ἐπιεικέστατα ὁ βέλτιστος.
6. ὁ μὲν γὰρ, εἴτε πλῆθος εἴη τὸ βαρῦνον τὴν δύναμιν,
7. νενικῆσθαί φησιν αὐτὴν ἀξιολόγως, εἴτε ἔμφραξίς τις ἐν ταῖς
8. ἀρτηρίαις, ἐν κυρίαις μὲν ταύταις καὶ οὐ πόῤῥω τῆς ἀρχῆς,
9. μεγάλην δὲ καὶ αὐτὴν τὴν ἔμφραξιν ἐπιδείκνυται, εἴτε θλίψις
10. τις καὶ στενοχωρία, πᾶσαν ὀλίγου δεῖν κατειλῆφθαι δηλοῖ
11. τὴν χώραν τῶν ἀρτηριῶν. ὁ δ’ ἐπιεικέστατος ἐν αὐτοῖς, ἐφ’
12. οὗ δηλονότι καὶ αἱ κινήσεις ἀμφότεραι ταχεῖαί τε καὶ μεγάλαι
13. καὶ σφοδραὶ καὶ ὁ χρόνος ὁ τῆς ἡσυχίας βραδὺς τὴν μὲν
14. δύναμιν κρατεῖν τοῦ πλήθους ἐνδείξεται, τὰς δ’ ἐμφράξεις
15. τε καὶ θλίψεις τῶν ἀρτηριῶν ἢ μικρὰς, ἢ οὐκ ἐν κυρίοις,
16. ἢ πόῤῥω τῆς ἀρχῆς. ταῦτα μὲν οὖν τῆς καλουμένης ἰδίως
17. προγνωστικῆς θεωρίας ἔχεται, τῇ κοινωνίᾳ τοῦ λόγου
18. συναναγραφέντα.
⟨
(De causis puls.) [n° 064 Fichtner] [GalLat]
De causis pulsuum
Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1
De causis pulsuum, 2.4, ed. Kühn, 1825, vol. 9, p. 68-73. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩