Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 2.5, ed. Kühn, 1825, vol. 9, p. 74-75. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.5

1. Μεταβάντες δ’ ἤδη σκεψώμεθα περὶ τῶν
2. συνεχῆ μὲν τὴν κίνησιν ὅλης αὐτῆς τῆς διαστολῆς ἐχόντων
3. σφυγμῶν, οὐ μὴν ἰσοταχῆ γε πᾶσαν. εἴρηται δὲ καὶ περὶ
4. τούτων ἱκανῶς ἐν τῷ περὶ διαφορᾶς τῶν σφυγμῶν, ὁπόσαι
5. μὲν αἱ πᾶσαι τούτου τοῦ γένους διαφοραὶ γίνονται, πόσοι δὲ
6. καὶ οἱ καθ’ ἑκάστην αὐτῶν σφυγμοί. ὥστε οὐδὲ τούτων τὸν
7. ἀριθμὸν ἔτι χρὴ νῦν ἐπεξιέναι, ἀλλ’ ἐπὶ τὰς αἰτίας αὐτῶν
8. ἰτέον, ὡς οἷόν τε καὶ ταύτας ἐν τῷ καθόλου διεξιόντας, ὑπὲρ
9. τοῦ βραχύτερον γίνεσθαι τὸν ἅπαντα λόγον. ὅσοι μὲν δὴ
10. αὐτῶν ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ τέλους εἰς τάχος διαδιδόασιν,
11. ἧττον βαρύνεσθαι τὴν δύναμιν ἐμφαίνουσιν, ὅσοι δ’ ἔμπαλιν,
12. μᾶλλον. οὐ μὴν λυομένης γε τῆς δυνάμεως οὐδεὶς τούτων γίνεται.
13. μεγάλοι γὰρ ἅπαντές εἰσι καὶ μάλισθ’ ὅσον εἰς διαστήματα
14. τρία καὶ χρόνους τρεῖς, ἢ τέτταρας αἰσθητοὺς ἐγχωρεῖν
15. οἷόν τε τὴν κίνησιν. ἴδιον δὲ τῶν ἀθρόαν εἰς τἀναντία
16. ποιουμένων τὴν μεταβολὴν τὸ μὴ τῆς δυνάμεως μόνης βαρυνομένης,
17. ἀλλὰ καὶ ἔμφραξιν, ἢ θλίψιν ὀργάνων γίνεσθαι.
18. λέγω δ’ εἰς τἀναντία ποιεῖσθαι μεταβολὴν ἀθρόως, εἰ κινούμενοι 
1. ταχέως ἐξαιφνίδιον ἐγένοντο βραδεῖς, ἢ ἔμπαλιν ἐκ βραδείας
2. τῆς πρόσθεν κινήσεως ὠκεῖς. γίγνονται γὰρ οὗτοι δι’
3. ἐμφράξεις μέν τινας καὶ στενοχωρίας, ἀλλ’ ἧττον χαλεπὰς
4. τῶν διαλειπόντων, καὶ τῆς δυνάμεως δ’ αὐτῆς ὑπὸ πλήθους
5. βαρυνομένης, ἀλλ’ ἧττον ἢ ἐν τοῖς διαλείπουσιν· οὐ γὰρ
6. ἴσον δή που τὸ κακόν ἐστιν ἢ ὑπαλλαγῆναι τὴν κίνησιν, ἢ
7. κωλυθῆναι. οἱ γὰρ κατὰ μέρος μέντοι τούτου τοῦ γένους
8. τῆς ἀνωμαλίας σφυγμοὶ πῆ ποτ’ ἀλλήλων διαφέρουσι
9. καὶ τίνες μέν εἰσιν αὐτῶν ὀλεθριώτεροι, τίνες δὲ καὶ αὐτοὶ
10. καὶ ἐπιεικέστεροι, ῥᾴδιον μὲν καὶ αὐτόν τινα τῶν ἐντυγχανόντων
11. ἐξευρεῖν κᾀξ ὧν ἐπὶ τῶν διαλειπόντων εἰρήκαμεν
12. ὡρμημένον. εἰρήσονται μέντοι καὶ πρὸς ἡμῶν ἐν τοῖς περὶ
13. τῆς διὰ σφυγμῶν προγνώσεως. ὁ γάρ τοι παρὼν λόγος
14. οὐδὲν αὐτῶν ἔτι δεῖται, ὡς κατὰ τὸ κοινὸν τοῦ γένους κοινὰς
15. καὶ τὰς τῆς γενέσεως ἐχόντων αἰτίας, ἃς δὴ νῦν πέπαυμαι
16. λέγων.

Cliquer un n° de page pour en afficher l’image