Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 2.6, ed. Kühn, 1825, vol. 9, p. 75-80. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.6

17. Ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος τῆς καθ’ ἓν
18. μόριον τῇς ἀνωμαλίας, οὓς δικρότους ὀνομάζομεν σφυγμοὺς,
19. ἤδη μετιτέον. ἐλέγομεν δ’ αὐτοὺς ἐξ ἀνάγκης εἶναι κλονώδεις.
1. οὔκουν οἷόν τε τὰς αἰτίας αὐτῶν ἐξευρεῖν ἀκριβῶς, πρὶν τὰς
2. τοῦ κλονώδους ἐπιμελῶς διασκέψασθαι. γίνεται τοίνυν οὗτος,
3. ὅταν ἡ μὲν δύναμις εὔρωστος ᾖ, τὸ δ’ ὄργανον σκληρὸν,
4. ἐπείγῃ δ’ ἡ χρεία. εἰ γὰρ ἕν τι τούτων ἐκλείπει, κλονώδης
5. οὐκ ἂν γένοιτο. τὸ γάρ τοι συνέχον αὐτοῦ τὴν γένεσιν ἔστι
6. βίαιος διαστολὴ σκληρᾶς ἀρτηρίας. οὐ γὰρ ἂν ἄλλως κραδαίνοιτό
7. τε καὶ διασείοιτο πάντῃ, μὴ οὐκ ἀμφοτέρων τούτων
8. συνελθόντων. εἴτε γὰρ ἡ ἀρτηρία μόνη σκληρυνθείη, μὴ μέντοι
9. βιάζοιτο διαστέλλειν αὐτὴν ἡ δύναμις ἐπὶ πλεῖστον, οὐκ
10. ἂν οὐδεὶς δή που γένοιτο κλόνος, ἀλλ’ αὐτὸ δὴ τοῦτο μόνον
11. ὁ καλούμενος σκληρὸς σφυγμός. εἰ δ’ ἐπὶ πλεῖστον μὲν ἡ δύναμις
12. ἐθέλοι διαστέλλειν τὰς ἀρτηρίας, αἱ δ’ ἕποιντο μαλακότητι
13. συμμέτρῳ, μέγας μὲν ἂν οὕτως, ἀλλ’ οὔ τί γε κλονώδης,
14. οὔθ’ ὅλως σκληρὸς ἔσται. εἴπερ οὖν μέλλει κλονώδης
15. ἔσεσθαι, δῆλον ὡς διαστέλλειν αὐτὰς ἡ δύναμις ἐπὶ πλεῖστον
16. ἢ πεφύκασι βιάζεται. ἀλλ’ οὐκ ἂν εἰ μὴ πρὸς τῆς
17. χρείας ἐπειγούσης ἠναγκάζετο, βιαίως ἄν ποθ’ ὥρμησεν
18. ἐνεργεῖν ἡ δύναμις. ὥστ’ εὐλόγως ἐῤῥῶσθαι μὲν ἔφαμεν χρῆναι
19. τὴν δύναμιν, ἐσκληρύνθαι δὲ τὰς ἀρτηρίας, ἐπείγειν δὲ τὴν
1. χρείαν. αὐτὴν δὲ ταύτην τὴν ἔπειξιν ὑπὸ τίνος ποτὲ
2. αἰτίας γίγνεται λεκτέον. οὐδὲ γὰρ οὐδὲ τοῦτο χρὴ παραλιπεῖν.
3. ἔστι δὲ μία μὲν, ὡς ἂν οὕτω τις εἴποι, προσεχὴς αἰτία, πολλαὶ
4. δ’ αὐτῆς δημιουργοί. τίς οὖν ἡ μία καὶ τίνες αἱ πολλαί;
5. ἡ μία μὲν, ὅταν ἀπλήρωτος ἡ χρεία μένῃ πρὸς τῆς ἐνεργείας,
6. αἱ πολλαὶ δὲ ταύτης ποιητικαὶ καθόλου μὲν φάναι δυνάμεως
7. ἀῤῥωστία καὶ ὀργάνων δυσπάθεια καὶ τῆς χρείας αὔξησις.
8. ἀλλ’ ἐπὶ τοῦ νῦν προκειμένου γένους τῶν σφυγμῶν ἀφελεῖν χρὴ
9. τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ἐδείχθη γὰρ ἐῤῥῶσθαι. λοιπὸν
10. οὖν ἤτοι τῆς χρείας αὐξανομένης ἢ τῶν ὀργάνων ἀπειθούντων,
11. ἢ καὶ ἀμφοῖν ἅμα συνελθόντων ἐλάττων ἡ διαστολὴ τῆς χρείας
12. ἐν τοῖς κλονώδεσιν ἔσται σφυγμοῖς. ἀλλ’ ἡ μὲν χρεία τῇ πλεονεξίᾳ
13. τῆς θερμότητος, ἢ τῇ δαπάνῃ τοῦ ψυχικοῦ πνεύματος
14. αὐξάνεται, δυσπαθῆ δὲ γίνεται ὄργανα δι’ ἐμφράξεις, ἢ
15. θλίψεις, ἢ σκληρότητας. αὗται δὲ αἱ σκληρότητες ἢ φλεγμαινόντων,
16. ἢ σκιῤῥουμένων, ἢ σκληρυνομένων ἢ ξηραινομένων,
17. ἢ ψυχομένων, ἢ τεινομένων γίνονται τῶν ὀργάνων. καὶ οὕτως
18. ἤδη πάσας εὑρίσκομεν τὰς αἰτίας τῶν κλονωδῶν σφυγμῶν τῆς
19. γενέσεως. ἡ γάρ τοι δύσκρατος ἀνωμαλία προϊοῦσα μὲν
1. αὐξήσει τὸν κλόνον, οὐ μὴν αἰτία γε αὐτῶν ἐστι τῆς γενέσεως.
2. ἀλλὰ ἡ κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας ἀνωμαλία
3. τῶν σφυγμῶν ταῖς τοιαύταις ἕπεται προσεχῶς δυσκρασίαις.
4. ἔνθα μὲν γὰρ ὑγρότερόν θ’ ἅμα καὶ θερμότερον ᾖ τὸ
5. μόριον τῆς ἀρτηρίας, ἐνταῦθα καὶ μείζονος καὶ θάττονος
6. τοῦ σφυγμοῦ γινομένου, ἔνθα δ’ ἂν ἤτοι ψυχρότερον ἢ ξηρότερον,
7. ἐνταῦθ’ ἐλάττονός τε καὶ βραδυτέρου. καὶ δὴ καὶ
8. προσεξορμᾶται μὲν εἰς τὴν κίνησιν τὸ πρότερον εἰρημένον,
9. ὕστερον δ’ ἄρχεται τὸ δεύτερον, ὥστε κατὰ τοῦτο
10. μὲν καὶ τοὺς κλονώδεις συναυξήσει, προσεχὲς δ’ αἴτιον γενήσεται
11. τῆς κατὰ διαφέροντα μόρια τῶν ἀρτηριῶν ἀνωμάλου
12. κινήσεως. ὁ τοίνυν δίκροτος καλούμενος σφυγμὸς, ἤδη γάρ
13. ποτε καὶ περὶ τούτου λέγωμεν, ᾧδέ πως γίνεται. ὅταν τοῦ
14. μέρους τῆς ἀρτηρίας, ᾧ τὴν ἁφὴν ἐπιβάλλομεν, σκληρότερα
15. καὶ ψυχρότερα, καὶ διὰ τοῦτο δυσκινητότερα τὰ ἑκατέρωθεν,
16. ὧν οὐκ ἁπτόμεθα, γένηται, κᾄπειτα προεξορμῆσαν
17. αὐτῶν εἰς τὴν διαστολὴν τὸ μέσον ἀντισπάσῃ πάλιν
18. ἔσω καὶ αὖθις συνεξαίρῃ, δὶς ἀνάγκη πλήττεσθαι τὴν
19. ἁφήν. ὁ μὲν οὖν τοιοῦτος σφυγμὸς δίκροτός ἐστι μόνον,
1. οὐ μέντοι καὶ κλονώδης σαφῶς. ἕτερος δέ τις ἅμα καὶ κλονώδης
2. ἱκανῶς ἐστι καὶ δίκροτος γίνεται κατὰ τοιόνδε τινὰ
3. τρόπον. ὅταν κλονωδῶς ἀναφερομένης τῆς ἀρτηρίας, ὅσον
4. μὲν ὑπὸ τῷ δέρματι μόνῳ γυμνὸν ἑτοίμως ἀναφέρηται, τὰ δ’
5. ἑκατέρωθεν τοῦδε βαρύνηται διὰ πάχος ἢ πλῆθος τῶν ἐπικειμένων
6. σωμάτων, ὡς μηδὲ τὴν κίνησιν αὐτῶν ὑποπίπτειν τοῖς
7. ἁπτομένοις, ἀνάγκη τηνικαῦτα τοῦ φανεροῦ μέρους ἤδη παντὸς
8. ἀνηνεγμένου, τὰ μὴ φαινόμενα τὰ ἑκατέρωθεν ἔτ’ ἀναφέρεσθαι,
9. καὶ οὕτω φθάνον καταφέρεσθαι τὸ μέσον, αὖθις
10. συνεξαίρεσθαι τοῖς ἑκατέρωθεν. ὥστ’ ἐπανέρχεσθαί τε καὶ
11. προσπίπτειν ἐκ δευτέρου τοῖς ἔξωθεν ἁπτομένοις. εὔδηλον
12. οὖν ὅτι δίκροτος ὁ τοιοῦτος ἔσται, ταύτῃ πλεονεκτῶν τοῦ
13. κλονώδους μόνον, ὅτι κατὰ μεγάλα μόρια τῆς ἀρτηρίας τὴν
14. ἀνωμαλίαν τῆς κινήσεως ἐκτήσατο. τοῦ μὲν γὰρ ὑποπίπτοντος
15. τοῖς δακτύλοις ἅπαντος ὁμοίως κινουμένου, πλὴν ὅσα
16. κλονεῖται, τῶν δ’ ἑκατέρωθεν αὐτοῦ διαφερόντων, ὁ δίκροτος
17. γίνεται, τῷ κλονώδει δὲ μόνῳ οὐδὲν πλέον ὑπάρχει τοῦ
18. κραδαίνεσθαι καὶ διασείεσθαι κατὰ μικρὸν ἅπαντα τὰ μόρια, 
1. τὴν δὲ ἐν οὕτω μεγάλοις μέρεσι διαφορὰν τῆς κινήσεως
2. ὥσπερ ὁ δίκροτος οὐκ ἔχει. δῆλον οὖν ἐκ τῶν εἰρημένων
3. ὡς ὁ δίκροτος ἔσθ’ ὅτε μὲν ἐπὶ δυσκρασίᾳ γίνεται μεγάλῃ
4. καὶ σκληρότητι βραχείᾳ τῆς οὕτω κινουμένης ἀρτηρίας, ἔσθ’
5. ὅτε δ’ ἐπὶ σκληρότητι μεγάλῃ μετά τινος δυσκρασίας ἢ πάχους
6. ἢ πλήθους χυμῶν τε καὶ σαρκῶν.

Cliquer un n° de page pour en afficher l’image