Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 2.7, ed. Kühn, 1825, vol. 9, p. 80-81. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.7

7. Ὁ μέντοι δορκαδίζων καλούμενος κοινὸν
8. μὲν ἔχει πρὸς τὸν δίκροτον τὸ δὶς πλήττειν, οὐ κοινὴν δὲ
9. τὴν αἰτίαν. οὔτε γὰρ τῆς σκληρότητος τῶν ὀργάνων οὔτε
10. τῆς δυσκρασίας ἐξ ἀνάγκης ἐφάπτεται, ἀλλ’ ὅταν ἡ δύναμις
11. ὅσον μὲν ἐφ’ ἑαυτῇ σώζῃ τὸν κατὰ φύσιν τόνον, ἴσχηται δὲ
12. τῆς κινήσεως, ἤτοι διὰ πλῆθος ἄμετρον, ἢ δι’ ἔμφραξιν, ἢ
13. θλίψιν τῶν ὀργάνων, ἡσυχία τηνικαῦτα διακόπτει τὴν διαστολήν.
14. δεόντως ἄρα τὸ δεύτερον μέρος αὐτῆς τὸ μετὰ τὴν
15. ἡσυχίαν εὐρωστότερον φαίνεται τοῦ πρὸ τῆς ἡσυχίας. ἀθροίσασα
16. γὰρ ὡς ἂν εἴποι τις ἑαυτὴν καὶ συλλέξασα καὶ ῥώσασα
17. καὶ ἀνακτησαμένη ἡ τέως νενικημένη δύναμις ἐπιτίθεται
1. σφοδρότερον, ἐκνικῆσαί τε καὶ διώσασθαι τὰ λυποῦντα σπεύδουσα.
2. καὶ δὴ καὶ δρᾷ τοῦτο πολλάκις. ἢν δέ ποτε καὶ κατὰ
3. τὴν δευτέραν ὁρμὴν νικηθῇ, χείρων μὲν ἂν οὕτως εἴη τοῦ
4. δορκαδίζοντος ὁ τοιοῦτος σφυγμὸς, ἀνώνυμος δέ ἐστι. καίτοι
5. τινὲς ἅπαντας τούτους, ὧν τὸ συνεχὲς τῆς διαστολῆς ἡσυχία
6. διακόπτει, δορκαδίζοντας καλοῦσιν. ἡμῖν δὲ ὀνομάτων γὰρ
7. οὐδὲν μέλει, πλὴν ὅσα τοῦ σαφοῦς τῆς διδασκαλίας ἕνεκα.

Cliquer un n° de page pour en afficher l’image