Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 2.8, ed. Kühn, 1825, vol. 9, p. 81-84. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.8

8. Δεδηλωμένου τοῦ πράγματος ἤδη σαφῶς
9. ἐφ’ ἕτερον εἶδος ἀνωμάλων σφυγμῶν ἰτέον ἐστὶν, οὓς
10. καλοῦσιν κυματώδεις ποτὲ καὶ σκωληκίζοντας. ἐδείχθη γὰρ
11. οὖν καὶ περὶ τούτων ὅτι τῷ ποσῷ μόνῳ διαφέρουσιν ἓν εἶδος
12. ἄμφω κεκτημένοι. καί εἰσι δηλονότι τῶν κατὰ διαφέροντα
13. μόρια τῆς ἀρτηρίας ἐν μιᾷ διαστολῇ τὴν ἀνωμαλίαν ἐχόντων.
14. αἰτίαι δ’ αὐτῶν τῆς γενέσεως ἀῤῥωστία τῆς δυνάμεως, ἢ
15. πλῆθος χυμῶν, ἢ μαλακότης ὀργάνων ἐσχάτη. ὅταν μὲν γὰρ
16. ἀπὸ τῆς ἀρχῆς διϊκνούμενος εἰς τὰς κατὰ μέρος ἀρτηρίας ὁ
17. τόνος ἰσοσθενῶς ὅλον ἐξαίρειν ἀδυνατῇ τὸ ἀγγεῖον, ἐν τούτῳ
1. τὸ μὲν ἐγγυτέρω τῆς ἀρχῆς πρότερον ἄρχεται τῆς κινήσεως, τὸ
2. ποῤῥωτέρω δ’ ὕστερον. εἰ μὲν οὖν ὁμαλῶς τὸ τοιοῦτον γίγνοιτο
3. δι’ ὅλων τῶν ἀρτηριῶν, ἀεὶ τὸ πρότερον αὐτοῦ μόριον
4. πρότερον φανεῖται κινούμενον, ὡς εἰ καὶ ῥέοντός τινος
5. ἀκωλύτως δι’ αὐτῶν ἤτοι πνεύματος ἢ ὑγροῦ τοὺς σφυγμοὺς
6. ἐπιτελεῖσθαι συνέβαινε. καὶ τοῦτ’ Ἐρασίστρατος μὲν ἀεὶ
7. γίνεσθαί φησι, καταψευδόμενος τοῦ φαινομένου, τῶν δ’ ἄλλων
8. οὐδεὶς μὴ ὅτι ἰατρῶν, ἀλλὰ μηδὲ τῶν φιλοσόφων ἢ
9. ἰδιωτῶν. ἅπασι γὰρ ἐναργῶς φαίνεται ἅπαντα τὰ μόρια τῶν
10. ἀρτηριῶν ἐν ταὐτῷ χρόνῳ διαστελλόμενα, σπανίως δὲ καὶ
11. οὐδὲ κατὰ φύσιν ἔτι τὸ τὰ μὲν ἐγγυτέρω τῆς καρδίας πρότερον
12. φαίνεσθαι κινούμενα, τὰ δ’ ἀπωτέρω δεύτερα. οὐ μὴν
13. ἤδη γέ πως κυματώδης, ἢ σκωληκίζων ὁ τοιοῦτος σφυγμὸς,
14. ἀλλ’ ὅταν αὐτῷ προσγένηται τὸ διὰ τῶν ἀρτηριῶν ῥεῖν φανταζόμενον,
15. ἴσχεσθαί πη καὶ μένειν καὶ ἡσυχάζειν δοκεῖν, εἶτ’
16. αὖθις ῥεῖν, καὶ πάλιν ἴσχεσθαι, καὶ τοῦτο γίγνεσθαι δι’ ὅλης
17. τῆς ἀρτηρίας, ὁ τοιοῦτος σφυγμὸς ἤτοι κυματώδης ἢ σκωληκίζων
18. ἐστί. περιγραφομένων γὰρ ἀεὶ τῶν κατὰ μέρος κινήσεων
19. ἡσυχίας, τὴν οἷον κυμάτων διαδοχὴν ἢ σκώληκος διέρποντος
1. φαντασίαν γίνεσθαι συμβαίνει. εἰ μὲν οὖν ὑπὸ πλήθους
2. βαρύνοιτο, τοῦτ’ ἴσχει καὶ διακόπτει καὶ διασχίζει τὸν τόνον,
3. ἔνθα ἂν ᾖ πλεῖστον ἠθροισμένον, καὶ οὕτω πολλαὶ διαστολαὶ
4. γίνονται δίκην κυμάτων ἀλλήλας ἐκδεχόμεναι, καθ’ ὅ τι
5. ἂν ὁ τόνος σχισθῇ, τῆς ἀκινησίας ἐνταῦθα περιγραφούσης τὸ
6. κῦμα. εἰ δὲ καὶ χωρὶς ὑγρότητος ἡ δύναμις αὐτὴ μόνη κάμνοι,
7. πᾶσαν μὲν ἀθρόως ἀδυνατοῦσα διαστέλλειν τὴν ἀρτηρίαν,
8. κατὰ μόρια δὲ ἐργαζομένη τοῦτο, γένοιντ’ ἂν καὶ οὕτως οἷον
9. κυμάτων τινῶν περιγραφαὶ πολλαὶ, διαδεχομένων ἀλλήλας
10. τῶν διαστολῶν. τό γε μὴν διάφορον τούτων γε τῶν σφυγμῶν
11. καὶ τῶν διὰ πλῆθος γινομένων μέγεθός ἐστι. καὶ διὰ τοῦτο
12. σκωληκίζοντες μὲν οὗτοι διὰ τὴν μικρότητα, κυματώδεις δ’
13. ἐκεῖνοι διὰ τὸ μέγεθος ὠνομάσθησαν. αἰτία δὲ τοῖς μὲν ἡ
14. τῆς δυνάμεως ἀῤῥωστία, τοῖς δ’ ἡ περὶ τῆς ὑγρότητος πλεονεξία.
15. καὶ μὴν καὶ διὰ μαλακότητα τῶν ὀργάνων ἐσχάτην
16. γίνονται οἱ τοιοῦτοι σφυγμοὶ, παραπλησίου τοῦ συμβαίνοντος
17. τῷ κατὰ τὰς μαλακὰς καὶ νεαρὰς ῥάβδους, ὧν αἰρομένων
18. ἔξ ἄκρου τὰ μέν τινα τῶν μερῶν, καὶ μάλιστα τὰ πλησίον
1. τῆς λαβῆς συνεξαίρεται, τὰ δέ τινα λυγιζομένων αὐτῶν ἔτι
2. μένει ταπεινὰ κᾀν τῷ κάτῳ. οὐ μὴν ἔν γε ταῖς σκληραῖς
3. καὶ ξηραῖς ῥᾴβδοις φαίνεταί τι τοιοῦτον, ἀλλ’ ὁμοτόνως
4. ἅπασα καθ’ ὅ τι ἂν αὐτῆς λαβόμενος ἐξαίρειν ἐθέλοις συνεξαίρεται.
5. τοιοῦτον δέ τι συμπέπτωκε καὶ ταῖς ἀρτηρίαις, ὅταν
6. ὑγρότητι πολλῇ διάβροχοι γενηθῶσιν. οὐκ ἔτι γὰρ δέχονται
7. τὸν ἀπὸ τῆς ἀρχῆς τόνον ὁμοίως ἅπασι τοῖς μορίοις,
8. ἀλλ’ οἷον λυγιζόμεναι καὶ κλώμεναι πολλαχόθι διακόπτουσι,
9. κᾀν τούτῳ τὰ πολλὰ μέν κυματώδης, ἔστι δ’ ὅτε καὶ σκωληκίζων
10. ὁ σφυγμὸς ἔσται. σὺν μὲν γὰρ ἐῤῥωμένῃ τῇ δυνάμει
11. κυματώδης, μεγάλα γὰρ ἐξαίρειν οὕτω δύναται μέρη τῶν
12. ἀρτηριῶν, σὺν ἀῤῥωστοτέρᾳ δὲ σκωληκίζων, ἐκ μικροῦ δηλονότι
13. διαστήματος τηνικαῦτα νικωμένου τοῦ τόνου. ἀλλ’
14. εὐθὺς ἀνάγκη τοῦτον ἀνώμαλόν τε ἄλλως καὶ προσέτι καὶ
15. διαλείποντα γενέσθαι, καθάπερ καὶ ἐπὶ τῶν ὑδεριώντων ἔχει.
16. ἐφ’ ὧν ἔτι μὲν ἀντέχοντος τοῦ τόνου, καθάπερ καὶ ἐν τοῖς
17. περὶ αὐτῶν λόγοις ἐφεξῆς εἰρήσεται, πλατὺς καὶ κυματώδης
18. ἐστὶ, νικωμένου δὲ πολυειδῶς ἀνώμαλος γίνεται.

Cliquer un n° de page pour en afficher l’image