Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 2.9, ed. Kühn, 1825, vol. 9, p. 85-86. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:2.9

1. Ἀλλ’ ἐπεὶ καὶ περὶ τούτων αὐτάρκως εἴρηται,
2. τῶν μυούρων ἐφεξῆς μνημονεύσωμεν, ἀσθενείᾳ τῆς τοὺς
3. σφυγμοὺς ἐργαζομένης δυνάμεως ἑπομένων. ὅταν γὰρ ὁ ἀπὸ
4. τῆς καρδίας ἐπὶ τὰς κατὰ μέρος ἀρτηρίας διήκων τόνος ἀεὶ
5. καὶ μᾶλλον ἐν τοῖς ποῤῥωτέρω μέρεσιν ἐκλύηται, μικροτέρας
6. οὕτω καὶ ἀμυδροτέρας ἀναγκαῖον γίνεσθαι τὰς ἐν αὐτοῖς κινήσεις.
7. πῶς οὖν ἐν τοῖς ἐγγυτέρω μέρεσι τῆς ἀρχῆς εὑρηκέναι
8. τινές φασιν ἐνίοτε τὰς ἐλάττους κινήσεις; οὐκέτι γὰρ οἷόν τε
9. λέγειν ἐπὶ τούτων ὡς ὁ παρὰ τῆς ἀρχῆς τόνος ἐν τοῖς ἐγγυτέρω
10. μᾶλλον ἢ ἐν τοῖς ποῤῥωτέρω διαλύεται. ἐμοὶ μὲν δοκοῦσιν
11. ἢ διὰ τὴν τῆς θέσεως τῶν ἀρτηριῶν ἀνωμαλίαν
12. οὕτως φαντασθῆναι, ἢ εἰ καὶ ὄντως ἀληθεύουσιν, εἰς δυσκρασίας
13. ἀνωμαλίαν ἀναφέρειν χρὴ τῶν τοιούτων σφυγμῶν ἁπάντων
14. τὴν γένεσιν, ἵν’ ἡ παρὰ τῆς ἀρχῆς εἰς τὰς ἀρτηρίας ἐκτεταμένη
15. δύναμις τοῖς μὲν εὐκράτοις αὐτῶν μορίοις εὐλόγως
16. βέλτιον ᾖ χρωμένη, τοῖς δυσκράτοις δὲ χεῖρον. ὑπὸ γὰρ ἴσου
17. τε καὶ ταὐτοῦ τόνου τὸ μὲν ὑγρότητί τε καὶ θερμότητι μετρίᾳ
18. κεκραμένον ὄργανον ἑτοιμότερόν τε καὶ μᾶλλον κινεῖται,
1. τὸ δ’ αὐχμῶδες ἢ ὑγρὸν ὑπερβαλλόντως, ἢ ψυχρὸν, ἀργότερόν
2. τε καὶ ἧττον.

Cliquer un n° de page pour en afficher l’image