Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.1, ed. Kühn, 1825, vol. 9, p. 105-106. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΣΦΥΓΜΟΙΣ

ΑΙΤΙΩΝ ΒΙΒΛΙΟΝ Γ.

1. Τὰς μὲν ἀπὸ τῶν πρώτων τε καὶ κυριωτάτων
2. αἰτίων ἀλλοιώσεις τῶν σφυγμῶν ὁ πρόσθεν λόγος αὐτάρκως
3. ἐξηγήσατο, τὰς δ’ ἀπὸ τῶν ἄλλων ἁπάντων, ὅσαι
4. μὴ δι’ ἑαυτῶν ἄντικρυς, ἀλλὰ τῷ τὰ πρῶτα τρέπειν αἴτια
5. σφυγμῶν λέγεται, νῦν ἐπέξιμεν. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστι
6. παρὰ φύσιν, τὰ δὲ κατὰ φύσιν, τὰ δὲ ἐν τῷ μεταξὺ τούτων,
7. ἃ δὴ καὶ οὐ φύσει καλοῦσιν, εὔλογον ἀπὸ τῶν κατὰ φύσιν
8. ἄρξασθαι, καὶ τάξιν γε τὴν αὐτὴν ἐπιθεῖναι τῷ λόγῳ ἥν
9. περ κᾀν τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ πεποιήμεθα. τά τε
1. γὰρ ἄλλα καὶ γένοιτ’ ἂν ἐξήγησίς θ’ ἅμα τῶν ὀρθῶς ἐν αὐτῷ
2. λεγομένων ἔνδειξίς τε τῶν εὐλόγως παραλελειμμένων, παραλέλειπται
3. δὲ τὰ μὲν ὅλως, τὰ δ’ ἐν τῷ μὴ διορίσασθαι. πᾶν
4. γὰρ ὅσον ἔμελλεν ἀσαφὲς ἔσεσθαι τοῖς ἀρχομένοις τῆς θεωρίας,
5. ἐδόκει χρῆναι παραλιπεῖν. παραλέλειπται δ’ οὐχ ἥκιστα καὶ
6. ὁ τῆς αἰτίας λογισμός. ἄμεινον γὰρ ἦν τοῖς εἰσαγομένοις ἐπ’
7. αὐτῶν τῶν ἔργων γυμνάσασθαι πρότερον ἐμπειρικῶς, ἔπειθ’
8. ὕστερον ἅπασαν ἐκδιδαχθῆναι τῷ λόγῳ τὴν οὐσίαν τοῦ
9. πράγματος. ὡς τοίνυν γεγυμνασμένοις αὐτοῖς καὶ μανθάνειν
10. τοὺς τελειοτέρους λόγους δυναμένοις ἥδε ἡ πραγματεία
11. σύγκειται, διὰ μὲν τῶν προτέρων δυοῖν ὑπομνημάτων εἰς
12. ὅσον αὔταρκες ὑπὲρ τῶν συνεκτικῶν ὀνομαζομένων αἰτίων
13. διαλεχθεῖσα, διὰ δ’ αὖ τῶν λοιπῶν δυοῖν, τούτου τε καὶ τοῦ
14. μετ’ αὐτὸν, περὶ τῶν ἄλλων ἁπάντων ἐκδιδάξουσα. ἀρκτέον
15. δὲ ἤδη τοῦ λόγου προχειριζομένους ἑκάστην ῥῆσιν τῶν ἐν
16. ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων, ἔπειτ’ ἐξηγουμένους. εἴη δ’
17. ἂν ἡ πρώτη τῶν εἰς τὸν παρόντα λόγον ἐπιτηδείων ἥδε.

Cliquer un n° de page pour en afficher l’image