9. Τῶν δ’ ἐξ ὕπνου μεταπεπτωκότων εἰς ἐγρήγορσιν
10. ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς
11. καὶ πυκνοὶ καί τινα κλόνον ἔχοντες, μετ’ ὀλίγον δ’ εἰς
12. συμμετρίαν ἔρχονται.
13. Οὐχ ὡσαύτως εἰς ὕπνον ἐξ ἐγρηγόρσεως κᾀξ ὕπνου
14. πάλιν εἰς ἐγρήγορσιν μεταπίπτομεν, ἀλλὰ τὸ μὲν κατὰ βραχὺ
15. πάντως, τὸ δ’ ἀθρόως ὡς τὸ πολὺ γίνεται. καὶ γὰρ ἐνύπνια
16. ταραχώδη καὶ φωνήσας τις καὶ ψοφήσας καὶ ἁψάμενος
17. τοῦ κοιμωμένου ταχεῖάν τε κᾀξαίφνης εἰργάσατο
18. τὴν μετάπτωσιν. τοιγάρτοι καὶ οἱ προγεγραμμένοι σφυγμοὶ
19. τοῖς μὲν οὕτω μεταπίπτουσιν ἐναργέστατα φαίνονται,
1. οὐ μὴν οὐδ’ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὅσων αὐτῇ πρὸς τοὐκτὸς
2. κινήσει τῆς ἐμφύτου θερμασίας ἡ ἐγρήγορσις ἐγένετο, λανθάνουσι
3. τοὺς γεγυμνασμένους. ὁ μὲν γὰρ ὕπνος γίνεται
4. τῆς ἐμφύτου θερμασίας ἤτοι διὰ κάματόν τινα καὶ
5. ξηρότητα πλέονα πρὸς τὴν τροφὴν ἐπιστραφείσης ἢ δι’ ἀμετρίαν
6. ὑγρότητος ἀδυνατούσης ἐκτὸς ἀποτείνεσθαι. ἔστι δ’
7. ὁ μὲν πρότερος ὑγιεινός τε καὶ κατὰ φύσιν, ὁ δὲ δεύτερος ῥηθεὶς
8. οἷος ὁ ἐν κώμασί τε καὶ ληθάργοις, ᾧ πάλιν ἀντίκειται
9. ἡ ἐν φρενίτισί τε καὶ ταῖς παρὰ φύσιν ἀγρυπνίαις ἁπάσαις
10. ἐγρήγορσις, ὑπερξηρανθείσης τε τῆς ἐμφύτου θερμασίας τηνικαῦτα
11. καὶ οἷον ἐκπυρωθείσης καὶ διὰ τοῦτο καὶ ἐκτὸς
12. ἀμέτρως κινουμένης. ἀλλὰ τὰς μὲν παρὰ φύσιν διαθέσεις, ἃς
13. οὐδ’ ἐγρήγορσιν, οὐδ’ ὕπνον, ἀλλ’ ἀγρυπνίαν καὶ κῶμα
14. κάλλιον ὀνομάζειν ἐστὶν, ἐατέον ἔν γε τῷ παρόντι. τῶν δ’
15. ὕπνων τῶν κατὰ φύσιν ὥσπερ οὖν καὶ τῶν ἐγρηγόρσεων ἡ
16. γένεσις οἵα πρόσθεν εἴρηται, δεομένου μὲν ἅμα καὶ ἀποροῦντος
17. ὑγρότητος δαψιλοῦς τοῦ κατὰ φύσιν ἐν τοῖς ζώοις
18. θερμοῦ καὶ διὰ τοῦτο συνιόντος εἰς τὰ σπλάγχνα καὶ τὴν
19. γαστέρα τῶν ὕπνων γινομένων, αὐτάρκως δ’ ἀπολαύσαντος
1. ταύτης, ὡς ἤδη τὴν κατὰ φύσιν ἔχειν ποιότητα, τῆς ἐγρηγόρσεως
2. ἀποτελουμένης· ἐν ᾧ δὴ καιρῷ τὰς μεταπτώσεις γινομένας
3. ἀναγκαῖόν ἐστιν ἔχειν τι βίαιον. ἐν γὰρ τῇ κατεργασίᾳ
4. τῆς τροφῆς ὑγρότητος ἀτμώδους πολλῆς ὑποτρεφομένης
5. κατά τε τὸ θερμὸν αὐτὸ καὶ τοὺς πόρους καὶ πάντα τὰ
6. μεταξὺ σώματα μέχρι τῆς ἐκτὸς ἐπιφανείας, οὐκέτ’ εὐπετὴς
7. ὁμοίως ἡ ἐπὶ τὰ ἐκτὸς κίνησίς ἐστι τῷ θερμῷ. δεῖται τοίνυν,
8. ἵνα ταύτην ἀποσείσηταί τε καὶ διώσηται καὶ τοὺς πόρους
9. ἐκκαθάρῃ καὶ πάντῃ πόριμον ἑαυτῷ τὸ σῶμα παράσχῃ,
10. σφοδρῶν καὶ βιαίων τῶν πρώτων κινήσεων. ὅταν δὲ εὔπνουν
11. ἤδη τοῦτο καὶ καθαρὸν ἔχῃ, τῆς κατὰ φύσιν ἀναμιμνήσκεται
12. συμμετρίας. διὰ ταῦτα τοίνυν ἐν μὲν τῷ παραχρῆμα τοῖς
13. ἐπεγερθεῖσιν ἐκ τῶν ὕπνων οἱ σφυγμοὶ μεγάλοι καὶ σφοδροὶ
14. καὶ ταχεῖς γίνονται καὶ προσέτι βραχύ τι κλόνου προσλαβόντες
15. διὰ τὸ βίαιον τῆς κινήσεως, ὀλίγῳ δ’ ὕστερον εἰς τὴν
16. κατὰ φύσιν ἐπανέρχονται συμμετρίαν. ἑξῆς δὲ τούτων περὶ
17. τῶν ἐπικτήτων σχέσεων τοῦ σώματος γέγραπται τοῖς εἰσαγομένοις,
18. σχέσεις μὲν αὐτὰς ὀνομασάντων ἡμῶν, ὥσπερ καὶ
19. Ἱπποκράτης ἐν τῷ περὶ τῶν ἄρθρων εἰπὼν, διαφέρει μέντοι
1. τι καὶ σχέσις σώματος. σφυγμοὺς δ’ ἐφ’ ἑκατέρας αὐτῶν
2. γραψάντων ἡμῶν, τοὺς ἐναργῶς φαινομένους, ὧν τὰς αἰτίας
3. οὐ χαλεπὸν ἂν εἴη νῦν προσθεῖναι, τοῖς εἰρημένοις ἑπομένῳ.
4. ἃ γὰρ ἐπὶ τῶν φυσικῶν διαφορῶν τοῦ σώματος, ταῦτα κᾀπὶ
5. τῶν ἐπικτήτων ῥηθήσεται. ὥστ’ οὐ χρὴ μηκύνειν, ἀλλὰ μόνον
6. αὐτὴν γράψαι τὴν ἐκεῖθεν ῥῆσιν, ὑπομνήσεως ἕνεκεν τῶν
7. πραγμάτων, ἔχουσαν ᾧδε.