8. Αἱ δ’ ἐπίκτητοι σχέσεις τοῦ σώματος ὁμοίως
9. ταῖς φυσικαῖς τρέπουσι τοὺς σφυγμούς. ὁ μὲν γὰρ ἰσχνὸς
10. γενόμενος εὔσαρκος ἀνάλογον τῷ τοιούτῳ φύσει τὸν σφυγμὸν
11. ἴσχει· ὁ δ’ εὔσαρκος ἰσχνὸς γενόμενος τοῖς ἰσχνοῖς
12. φύσει παραπλήσιον. δῆλον δ’ ὅτι χωρὶς τοῦ τὴν δύναμιν
13. ὑπαλλάττεσθαι τὴν κατ’ ἰσχνότητα καὶ εὐσαρκίαν διαφορὰν
14. ἐξετάζειν χρὴ, καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὡσαύτως,
15. ὥστε καθ’ ἓν μόνον ὑπὲρ οὗ τὸν λόγον ἑκάστοτε ποιούμεθα
16. τὴν τροπὴν γεγονέναι. ἅπερ δ’ ἐπὶ τῶν εὐσάρκων εἴρηται,
17. ταῦτα καὶ ἐπὶ τῶν παχέων εἰρῆσθαι χρὴ δοκεῖν ἐπιτεταμένα
18. μᾶλλον.
1. Οὕτω μὲν ἐν ἐκείνοις περὶ τῶν σχέσεων τοῦ σώματος
2. διώρισται. πρόσκειται δὲ καὶ περὶ τῶν κράσεων ὡσαύτως.
3. καὶ μόνον ἀρκέσει κᾀπὶ τούτων παραγράψαι τὴν ῥῆσιν ὑπομνήσεως
4. ἕνεκα, τόνδε τὸν τρόπον ἔχουσαν.