Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.13, ed. Kühn, 1825, vol. 9, p. 143-145. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.13

17. Ἑξῆς δ’ ἂν εἴη λέγειν τὰς ἄλλας τροπὰς τὰς
1. ἐπὶ τοῖς οὐ φύσει γινομένας αἰτίοις. γυμνάσια κατ’ ἀρχὰς
2. μὲν καὶ μέχρι τοῦ μετρίου σφοδροὺς καὶ μεγάλους καὶ ταχεῖς
3. καὶ πυκνοὺς τοὺς σφυγμοὺς ἐργάζεται, πολλὰ δὲ καὶ ὑπὲρ
4. τὴν δύναμιν τοῦ πονοῦντος μικροὺς καὶ ἀμυδροὺς καὶ
5. ταχεῖς καὶ πυκνοὺς ἐσχάτως, ὑπερβαλλόντως δ’ ἄμετρα καὶ
6. ὥστε μόγις ἔτι κινεῖσθαι δύνασθαι, καὶ διὰ μακρῶν ἀναπαύσεων
7. ἢ μηδόλως, ἀλλ’ ἱκανῶς ἐκλελύσθαι, πάνυ μικροὺς καὶ
8. ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰ δὲ εἰς διάλυσιν τῆς
9. δυνάμεως καταστρέφοι, τοὺς ἐκείνης ἰδίους. εἰρήσεται δὲ
10. μικρὸν ὕστερον ὁποίους διαλυομένη δύναμις ἐργάσεται
11. σφυγμούς.

12. Αὕτη μὲν ἡ ῥῆσις ἡ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένη.
13. προσκείσεται δὲ νῦν καὶ ἡ αἰτία. ἐν τοῖς γυμνασίοις ἡ μὲν
14. δύναμις ἅπαντι χρῆται τῷ τόνῳ καὶ διὰ τοῦτο οἱ σφυγμοὶ
15. σφοδροὶ γίνονται· τὰ δὲ τῆς χρείας αὐξάνεται καὶ διὰ τοῦτο
16. καὶ μεγάλοι καὶ ταχεῖς. καὶ ἐπειδὴ διχῶς αὐξάνεται, τῇ τε
17. τοῦ πνεύματος δαπάνῃ καὶ τῇ τῆς θερμασίας αὐξήσει, διὰ
18. τοῦτο καὶ πυκνοὶ γίνονται, μὴ πληρουμένης αὐτάρκως τῆς 
1. χρείας πρὸς τοῦ μεγέθους τε καὶ τοῦ τάχους αὐτῶν. τὰ δ’
2. ὑπὲρ τὴν δύναμιν τοῦ γυμναζομένου μικροὺς μὲν καὶ ἀμυδροὺς
3. διὰ τὴν ταύτης ἀῤῥωστίαν, πυκνοὺς μὲν ἔτι διὰ τὴν
4. τῆς χρείας ἔπειξιν, οὐ μὴν ταχίστους διὰ τὴν ἀῤῥωστίαν τῆς
5. δυνάμεως, ἀλλ’ ἀντὶ τούτων πυκνοτάτους, καὶ παρ’ ὅσον
6. ἡ ἐνέργεια πάμπολυ τῆς χρείας ἀπολείπεται. ὅταν δ’ ἐπὶ
7. τοσοῦτόν τις ἀναγκάζηται πονεῖν ὥστε μὴ μόνον ὑπὲρ τὴν
8. δύναμιν εἶναι τοὺς πόνους, ἀλλὰ καὶ συνεχῶν τῶν μεταξὺ
9. διαναπαύσεων δεῖσθαι, καταψύχεται μὲν ἐν τῷ τοιούτῳ τὸ
10. σύμπαν σῶμα, οἱ σφυγμοὶ δὲ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως
11. ἀμυδροὶ καὶ μικροὶ, διὰ δὲ τὴν ψύξιν οὔτ’ ὠκεῖς
12. οὔτε πυκνοί. πρόδηλος γὰρ ὁ λογισμὸς τῷ μεμνημένῳ τῶν
13. πρώτων.

Cliquer un n° de page pour en afficher l’image