Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.14, ed. Kühn, 1825, vol. 9, p. 145-147. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.14

14. Λουτρὰ θερμὰ μὲν μεγάλους καὶ ταχεῖς
15. καὶ πυκνοὺς καὶ σφοδροὺς, ἔστ’ ἂν ᾖ σύμμετρα· τὰ δ’ ἄμετρα
16. μικρούς τε καὶ ἀμυδροὺς, ὠκεῖς δ’ ἔτι καὶ πυκνούς.
17. εἰ δ’ ἐν τούτῳ παύσαιτο, μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς
18. καὶ ἀραιούς.

1. Ἐνετοῖς βαλανείοις, ὅταν γε κατὰ καιρὸν παραλαμβάνηται,
2. πάντως τις ὠφέλεια γίνεται τῷ σώματι. ἤτοι
3. γὰρ κεκμηκότες, ἢ τεθερμασμένοι, ἢ ἐψυγμένοι, ἢ ἐξηρασμένοι,
4. ἢ ἄσης τινὸς ἢ ἀνωμάλου κράσεως αἰσθανόμενοι, ἢ κενώσεως
5. χρῄζοντες, εἰς ταῦτα παραγινόμεθα. ἀλλ’ ἐν τοῖς
6. εἰρημένοις ἅπασι καιροῖς εἰς εὐκρασίαν μὲν ἐπανέρχεται τὸ
7. σῶμα, βελτίων δ’ ἡ δύναμις γίνεται, πρόσκαιρος δέ τις
8. αὐξάνεται θερμασία, καί τι διαφορεῖται πνεύματος ἅμα τοῖς
9. ἱδρῶσι. ὥστ’ εὐλόγως τά γε σύμμετρα λουτρὰ τὰ θερμὰ
10. τοιαύτην τροπὴν ἐργάζεται σφυγμῶν, οἵαν ἀπεδείξαμεν γίνεσθαι
11. τῆς τε δυνάμεως ὠφελουμένης καὶ τῆς χρείας αὐξανομένης.
12. τὰ δ’ ἄμετρα πρόδηλον ὡς τὴν μὲν δύναμιν ἐκλύει,
13. τὴν χρείαν δ’ ἀμέτρως ἐπαύξει, καὶ διὰ τοῦτο πυκνοτάτους
14. ἐργάζεται, ταχεῖς δ’ ὁμοίως τοῖς πρόσθεν, ὅταν γε
15. μὴ εἰς ἔσχατον ἥκῃ καταπτώσεως ἡ δύναμις. οὕτω γὰρ ἂν
16. οἱ μυρμηκίζοντες καλούμενοι γένοιντο. εἰ δ’ ἀμέτροις βαλανείοις
17. χρησάμενοι παύσαιντο καὶ μηκέτι λούοιντο, δῆλον
18. ὅτι καὶ ἡ ἕξις κατέψυκται καὶ ἡ δύναμις καταλέλυται.
1. ὥστε καὶ ἡ τροπὴ τῶν σφυγμῶν τοιαύτη γένοιτ’ ἂν οἵαν
2. ἐδείξαμεν ἐν τῷ πρώτῳ λόγῳ δυνάμεως ἀῤῥωστίᾳ καὶ χρείας
3. ἀκολουθεῖν ἐκλύσει. τοῦτο γὰρ ἐν τῷ παρόντι μόνον ἀρκέσει,
4. τὸ δεικνύναι, πῶς ἐξ ἑκάστου τῶν προηγουμένων τε καὶ προκαταρχόντων
5. αἰτίων εἰς τὰ πρῶτα καὶ κυριώτατα καὶ συνεκτικὰ
6. κληθέντα διικνεῖται ἡ τροπή. τὸ δ’ ὅπως ἐπ’ ἐκείνοις
7. ἀνάγκη τοὺς σφυγμοὺς ἀλλοιωθῆναι διὰ τοῦ πρώτου δεδήλωται
8. λόγου.

Cliquer un n° de page pour en afficher l’image