Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.15, ed. Kühn, 1825, vol. 9, p. 147-148. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.15

9. Ψυχρὰ δὲ λουτρὰ παραχρῆμα μὲν μικροὺς
10. καὶ ἀμυδροτέρους καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰς ὕστερον
11. δὲ οἷον ἄν τι καὶ τύχῃ ἐργασάμενα. πάντως γὰρ ἢ ναρκώσει,
12. ἢ ῥώσει. ναρκώσαντα μὲν οὖν καὶ καταψύξαντα μικροὺς
13. καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἐκθερμήναντα δὲ καὶ
14. ῥώσαντα μεγάλους μὲν καὶ σφοδροὺς, τάχει δὲ καὶ πυκνότητι
15. συμμέτρους.

16. Τὰ ψυχρὰ λουτρὰ παραυτίκα μὲν ἐμψύχει πάντως,
17. εἰς ὕστερον δὲ ἤτοι ῥώννυσιν ἢ καταλύει τὴν δύναμιν μετὰ
18. καταψύξεως. τοῦτο γάρ ἐστι τὸ ναρκᾷν. ὥστε καὶ αἱ τροπαὶ
1. τῶν σφυγμῶν ἀνάλογον ταῖς εἰρημέναις αἰτίαις. ὅπερ δ’
2. οὐχ οἷόν τ’ ἦν προσδιορίσαι τοῖς εἰσαγομένοις, νῦν εἰρήσεται.
3. ἡ ἔσω κίνησις τῶν ἀρτηριῶν ἐπὶ ταῖς ψυχρολουσίαις πλεονεκτεῖ
4. τῆς ἔξω, ὡς ἂν καὶ τοῦ θερμοῦ ταύτῃ μᾶλλον ἐν τῷ
5. παραυτίκα κινουμένου. καὶ εἰ δυνατὸν ἦν ἔσωθεν ἅψασθαι
6. τῶν ἀρτηριῶν, πάντα τὰ τέως ἐν ταῖς διαστολαῖς φαινόμενα
7. νῦν ἀνεφάνη κατὰ τὰς συστολὰς, τὸ μέγεθος, τὸ τάχος, ἡ
8. σφοδρότης. ἐπεὶ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῶν ἐν ταῖς διαστολαῖς
9. φαινομένων τοὺς σφυγμοὺς ὅλους οὕτως ὀνομάζομεν·
10. μικροὺς μὲν, ὅτι πολὺ μείων ἡ ἐν τοῖς τοιούτοις καιροῖς
11. διαστολὴ τῆς ἔμπροσθεν· οὕτω δὲ καὶ βραδεῖς, ὅτι καὶ ἡ κίνησις
12. ἐκλέλυται σαφῶς. ἀλλὰ καὶ ἀραιοὺς, ὅτι καὶ οἱ ἄλλοι
13. πάντες, ἐφ’ ὧν ἡ ἔσω πλεονεκτεῖ κίνησις, ἐφαίνοντο τοιοῦτοι
14. τοῖς τῆς συστολῆς οὐκ αἰσθανομένοις. καὶ ἡ αἰτία πρόσθεν
15. εἴρηται. ἀμυδροὺς δὲ οὐχ ἁπλῶς εἴπομεν, ἀλλ’ ἀμυδροτέρους
16. ἐγράψαμεν, ἐνδεικνύμενοι διὰ τῆς λέξεως τὴν βραχύτητα τῆς
17. εἰς τοῦτο μεταβολῆς.

Cliquer un n° de page pour en afficher l’image