Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.16, ed. Kühn, 1825, vol. 9, p. 148-152. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.16

18. Σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν
1. δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται.
2. Ἀρχιγένης δέ φησιν, ὠκυτέρους πλέον ἢ πυκνοτέρους.
3. τὰ δὲ σύμμετρα μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδρούς.
4. τὰ δ’ ἐλάττω ἢ ὡς τρέφειν αὐτάρκως οὐχ ὁμοίως
5. τοῖς συμμέτροις, ἀλλ’ ἐλάττονά τε τὴν τροπὴν ἐργάζεται καὶ
6. μέχρι χρόνου βραχέος.

7. Καθ’ ἕκαστον κεφάλαιον τῶν ἐν τῷδε τῷ γράμματι
8. προβαλλομένων ἐνὸν ἡμῖν πρῶτον μὲν τὰ τοῖς ἄλλοις ὑπὲρ
9. αὐτῶν δόξαντα λέγειν, ἔπειθ’ ὡς οὐκ ὀρθῶς ὑπέλαβον ἀντιλέγειν,
10. οὐ ποιοῦμεν οὕτως, ἀλλ’ εὐθὺς ἐπ’ αὐτὸ τὸ δόκιμόν
11. τε καὶ ἀληθὲς ἐρχόμεθα, τὸ μέγεθος τῆς πραγματείας ὡς ἔνι
12. μάλιστα ἐπιτέμνειν σπεύδοντες. ὅπου γὰρ καὶ νῦν αὕτη καθ’
13. ἑαυτήν ἐστι μακρὰ, τί χρὴ νομίζειν, εἰ καὶ τὰς τῶν ἔμπροσθεν
14. δόξας προσέλαβεν μετὰ τῆς δεούσης ἀντιλογίας; ἆρ’ οὐκ εἰς
15. ἀπέραντόν τι μῆκος ἐκταθήσεται; ὅτῳ μέντοι καὶ σχολῆς
16. τῆς πρὸς τὰ μαθήματα καιρὸς καὶ προθυμία τὰς δόξας
17. τῶν ἰατρῶν ἁπάσας ἀναλέγεσθαι, τούτῳ σαφῶς οἶδα τήνδε
18. τὴν πραγματείαν ἐπιβάθραν τινὰ ἐσομένην εἰς τὸ καὶ καθ’
19. ἑαυτὸν ἐξευρεῖν ὅπῃ μὲν ἀληθεύουσιν, ὅπῃ δὲ καὶ σφάλλονται. 
1. καὶ μέντοι καὶ ἡμῖν αὐτοῖς ἑτέρωθι γέγραπται πολλὰ
2. τοῖς οὕτω προειρημένοις συντελέσοντα. περί γέ τοι τοῦ νῦν
3. προκειμένου σκέμματος, ἐν οἷς ὑπὲρ τῆς Ἐρασιστράτου περὶ
4. τοὺς σφυγμοὺς τέχνης ἐσκοπούμεθα, σαφῶς οἶμαι δεδεῖχθαι
5. τὸ μοχθηρὸν τῆς δόξης. ἀλλὰ καὶ ὅσα διαφερόμεθα πρὸς
6. τοὺς ἄριστα δοκοῦντας ἐγνωκέναι τὰ κατὰ τοὺς σφυγμοὺς,
7. καὶ ταῦτά μοι δοκεῖ συνετὸς ἀνὴρ ἐκ τῶν ἐνθάδε γεγραμμένων
8. ὁρμώμενος οὐ χαλεπῶς διαιτήσειν. εὑρήσει γὰρ αὐτῶν
9. τὰ πλεῖστα τὰ μὲν ἐν τῇ λέξει μόνῃ, τὰ δ’ ἐν τῷ τῶν διορισμῶν
10. ἀκριβεῖ συνιστάμενα, καθάπερ καὶ ταυτὶ τὰ νῦν προκείμενα·
11. γράφοντος γὰρ Ἀρχιγένους οὕτω περὶ τῆς βαρυνούσης
12. τὴν δύναμιν τροφῆς· ἡ δὲ τῷ θλίβειν ἀμυδροτέρους καὶ
13. μικροτέρους, ταχυτέρους τε πλέον ἢ πυκνοτέρους. ἡμεῖς
14. οὐχ οὕτως, ἀλλὰ πῶς ἐγράψαμεν; σιτία πολλὰ μὲν, ὥστε
15. βαρῦναι τὴν δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς
16. ἐργάζεται. καὶ ὅτῳ μέλει τῶν ἔργων τῆς τέχνης, οὐκ
17. ἐπὶ τῶν σιτίων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπασῶν διαθέσεων
18. ἐν αἷς ἡ δύναμις βαρύνεται τοὺς σφυγμοὺς ἀνωμάλους
1. εὑρήσει. καὶ τοῦτό γ’ ἐστὶν αὐτὸ τὸ διορίζον τὴν
2. ἄῤῥωστον δύναμιν τῆς βαρυνομένης. εὐθὺς δ’ αὐτῷ συνεμφαίνεται
3. καὶ τὸ ποσὸν τῆς βλάβης. εἰ μὲν γὰρ ἐν πολλοῖς τοῖς
4. μεγάλοις τε καὶ σφοδροῖς ὀλίγοι τινὲς εὑρίσκοιντο μικροὶ καὶ
5. ἀμυδροὶ, βραχεῖα ἡ βλάβη τῆς δυνάμεως· εἰ δ’ ἔμπαλιν ὀλίγοι
6. μὲν οἱ μεγάλοι καὶ σφοδροὶ, πολλοὶ δ’ οἱ μικροὶ καὶ ἀμυδροὶ
7. γίνοιντο, μεγάλως ἐπὶ τῶν τοιούτων διαθέσεων ἡ δύναμις
8. κάμνει βαρυνομένη. μικροὶ δὲ καὶ ἀμυδροὶ σφυγμοὶ διαπαντὸς
9. γίνονται μηδενὸς αὐτοῖς τῶν ἐναντίων παρεμπίπτοντος,
10. οὐκ ἐν ταῖς βαρυνομέναις, ἀλλ’ ἐν ταῖς διαλυομέναις
11. δυνάμεσιν. ἔστ’ ἂν δὲ κατὰ μὲν τὴν ἰδίαν οὐσίαν εὐρωστῶσι,
12. βαρύνωνται δ’ ὑπό του καὶ θλίβωνται, πάντως παρεμπίπτουσιν
13. οἱ σφοδροὶ καὶ ἀμυδροὶ σφυγμοὶ, κᾂν ἐν ἐσχάτῳ βλάβης
14. ὑπάρχωσιν. ὀλιγώρως οὖν ὁ Ἀρχιγένης ἀμυδροτέρους τε καὶ
15. μικροτέρους γράφει γίνεσθαι τοὺς ἐπὶ ταῖς βαρυνομέναις ὑπὸ
16. τῶν σιτίων δυνάμεσι σφυγμούς. καταλυομένης γὰρ οὔτοι καὶ
17. οὐ θλιβομένης δυνάμεώς εἰσι γνωρίσματα. ὥσπερ δ’ ἐν ταῖς
18. κατὰ μέγεθός τε καὶ σφοδρότητα διαφοραῖς ἀνώμαλοι τυγχάνουσιν
19. ὄντες, οὕτω κᾀν ταῖς κατὰ πυκνότητα καὶ τάχος.
1. οὐκ οὖν οὐδὲ τοῦτ’ ἔχω συμβαλεῖν ὅπως ἔγραψεν ὁ Ἀρχιγένης,
2. θάττονας αὐτοὺς πλέον ἢ πυκνοτέρους ὑπάρχειν, εἰ
3. μὴ ἄρα τοῦτο βούλεται δηλοῦν, ὡς ἀνωμάλων ὄντων αὐτῶν
4. ὅμως πλείους εἰσὶν οἱ ταχεῖς τῶν βραδέων ἢ οἱ πυκνοὶ τῶν
5. ἀραιῶν. καίτοι οὐδὲ τοῦτο ἀληθές ἐστιν ἁπλῶς οὕτω καὶ
6. ἀδιορίστως λεγόμενον. ἀλλ’ αἱ μὲν ἐλάττους βλάβαι ταχεῖς
7. μᾶλλον ἢ πυκνοὺς, αἱ δὲ μείζους ἔμπαλιν ἐπὶ πλέον πυκνοὺς
8. ἢ ταχεῖς ἀπεργάζονται τοὺς σφυγμούς. ἡ δ’ αἰτία πρόδηλος
9. ἐκ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ δεδειγμένων, εἴ γε τάχος
10. μὲν οἰκεῖον εὐρώστου δυνάμεως, πυκνότης δ’ ἀῤῥώστου. καὶ
11. τῶν ἄλλων δὲ τῶν ἐφεξῆς εἰρημένων ὁ τῆς αἰτίας λογισμὸς
12. πρόδηλος, εἴ τις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων εἴη
13. μεμνημένος.

Cliquer un n° de page pour en afficher l’image