Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.17, ed. Kühn, 1825, vol. 9, p. 152-155. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.17

14. Οἶνος τὰ μὲν ἄλλα παραπλησίως σιτίοις
15. τρέπει τοὺς σφυγμοὺς, διαφέρει δὲ τῷ τε παραχρῆμα τὴν
16. τροπὴν ἐργάζεσθαι καὶ τῷ πρότερον παύεσθαι τὴν ἀπ’ οἴνου
17. τῆς ἀπὸ σιτίων, καὶ τῷ τὸ τάχος πλέον αὔξειν καὶ τὸ
18. μέγεθος ἤπερ τὴν σφοδρότητα καὶ πυκνότητα. σχεδὸν γὰρ
1. ὅσῳ σφοδροτέραν τε καὶ διαρκεστέραν ἰσχὺν ἡ σύμμετρος
2. τροφὴ παρέχει, τοσούτῳ καὶ τὸ μέγεθος ὁ οἶνος ἐξαίρει.

3. Καὶ οὗτος ὁ λόγος αὐτὸς αὑτὸν ἐξηγεῖται, τὰ πρὸς ἁπάντων
4. εἰρημένα τῶν ἰατρῶν ὑπὲρ οἴνου δυνάμεως ἀναμιμνήσκων
5. ἡμᾶς. ἔστι γὰρ ἡ ἀπ’ αὐτοῦ πρόσθεσις ταχεῖα, διότι καὶ
6. ὑγρὸς καὶ θερμός. ὅσοι γὰρ ταχείης, φησὶ, προσθέσιος δέονται,
7. ὑγρὸν ἴημα. ὅταν οὖν καὶ ποδηγῆται πρὸς τῆς θερμότητος
8. ἡ ὑγρότης, ἔτι δὴ καὶ μᾶλλον. ἀλλὰ καὶ τῶν ἀθρόως
9. καὶ ταχέως τρεφόντων ταχεῖα καὶ ἡ διαχώρησις γίνεται. διὰ
10. τοῦτο οὖν ὥσπερ ταχεῖα, οὕτω καὶ βραχυχρόνιος ἡ ἀπὸ τοῦ
11. οἴνου προσθήκη τοῖς σώμασιν. εὐδιάπνευστος γάρ. ὅτι δὲ
12. διὰ μὲν τὸ τρέφειν ὁμοίως τοῖς σιτίοις ἀλλοιώσει τοὺς σφυγμοὺς,
13. διὰ δὲ τὸ θερμαίνειν μᾶλλον ἢ ἐκεῖνα μέγεθός τε καὶ
14. τάχος ἐπιφανέστερον αὐτοῖς προσθήσει, τοῖς μεμνημένοις τῶν
15. ἐν τοῖς πρώτοις ὑποδείγμασι λελεγμένων ἄντικρυς δῆλον.
16. τῶν δ’ ἑξῆς λεγομένων διὰ τῆς εἰσαγωγῆς οὐδενὸς ἄδηλος ἡ
17. αἰτία τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων.
1. ὑπερβάντες οὖν αὐτῶν τὰ πολλὰ, μόνον τῶν ἀσαφεστέρας
2. ἐχόντων αἰτίας μνημονεύσωμεν, ὧν ἓν καὶ τόδε ἐστίν. τί δή
3. ποτε χολέραις μὲν καὶ ῥεύμασιν ἰσχυροῖς κοιλίας καὶ τῷ καλουμένῳ
4. γυναικείῳ ῥῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ κενοῦν τὸ σῶμα καταλύουσι
5. τὴν δύναμιν οἱ σκωληκίζοντες ἕπονται σφυγμοὶ, ταῖς
6. δ’ ὑπὸ κακοήθους πυρετοῦ καταλυομέναις δυνάμεσιν οἱ μυρμηκίζοντες
7. ἕπονται; ἢ ὅτι βραδὺν εἶναι δεῖ καὶ ἀραιὸν τὸν
8. σφυγμὸν πάντως, ἵν’ ᾖ σκωληκίζων, οὔτε γὰρ οἷόν τε τὸ
9. πρότερον τῆς ἀρτηρίας μόριον πρότερον φαίνεσθαι κινούμενον
10. οὔθ’ οἷον περιγραφάς τινας γίνεσθαι πολλὰς ἐν μιᾷ διαστολῇ,
11. μὴ οὐ βραδείας τε ἅμα καὶ ἀραιᾶς οὔσης τῆς κινήσεως.
12. ἐν δὲ τοῖς ὀξέσι πυρετοῖς, ἐξ ἀνάγκης γὰρ οἱ κακοήθεις
13. ὀξεῖς, οὐκ ἀνέχεται τὸ πλῆθος τῆς θερμασίας οὔτε
14. βραδὺν ἐσχάτως οὔθ’ ὅλως ἀραιὸν γίνεσθαι τὸν σφυγμόν.
15. ἀλλὰ βραδὺς μέν ἐστιν, ἢ πάντως γε οὐ ταχὺς ὁ ἐν ταῖς
16. καταλυομέναις δυνάμεσι, κᾄν τινες ἁμαρτάνωσιν περὶ τὴν
17. διάγνωσιν αὐτοῦ, οὐ μὴν ἐσχάτως γε βραδὺς, ἀραιὸς δ’
18. οὐδ’ ὅλως, ἀλλ’ ἀεὶ πυκνὸς, καὶ ὅταν τὰ τῆς θερμασίας
1. ἐπείγῃ, πάνυ σφόδρα πυκνός. καιρὸς εἶναί μοι δοκεῖ καὶ
2. τουτονὶ τὸν τρίτον λόγον ἐνταυθοῖ καταπαύσειν. ἐν δὲ τῷ
3. τετάρτῳ τὰ λείποντα προσθήσομεν, ἀπὸ τῶν ψυχικῶν
4. παθῶν ἀρξάμενοι.

Cliquer un n° de page pour en afficher l’image