1. Ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν
2. μείζονα πολλῷ καὶ σφοδρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον
3. ὀλίγῳ καὶ ἀραιότερον ἱκανῶς τὸν σφυγμὸν ἔχουσιν.
4. Ἡ μὲν λέξις αὕτη. καὶ διότι πρῶτος οὗτος ὁ λόγος
5. ἐπιτηδειότερος ἦν λέγεσθαι δι’ ἐκείνου τοῦ γράμματος δεδήλωται.
6. ὥστε, οὐ γὰρ ἔθος ἡμῶν περὶ τῶν αὐτῶν γράφειν
7. πολλάκις, ἐπὶ τὰς αἰτίας ἰτέον ἤδη καὶ δεικτέον τὴν ἀνάγκην
8. τῆς φύσεως τοῦ πράγματος, δι’ ἣν οὕτω μὲν ἀνδράσιν,
9. οὕτω δὲ γυναιξὶν ἔχει τὰ κατὰ τοὺς σφυγμούς. ᾧδ’ οὖν.
10. ἐπειδὴ θερμότερόν ἐστι καὶ ξηρότερον τὸ ἄῤῥεν τοῦ θήλεος,
11. ὡς καὶ τοῖς ἀρίστοις τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ φιλοσόφων
12. εἴρηται, καὶ ἡμῖν δὲ δι’ ἑτέρων ἀποδέδεικται, τήν τε
13. χρείαν ἀναγκαῖον ἤδη τῆς τῶν σφυγμῶν γενέσεως καὶ τὴν
14. τῶν ὀργάνων κατασκευὴν ἑτεροίως ἔχειν αὐτοῖς· εἰ δὲ τοῦτο,
15. καὶ αὐτοὺς τοὺς σφυγμούς. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν
16. λόγοις ὡς πλήθει θερμασίας οἰκεῖός ἐστιν ὁ μέγας
17. σφυγμός. εἴπερ οὖν θερμότερον τὸ ἄῤῥεν τοῦ θήλεος, εὐθὺς
18. ἂν καὶ μείζους ἔχοι τοὺς σφυγμοὺς, καὶ εἰ πολλῷ θερμότερον,
1. πολλῷ μείζους. ἀλλὰ μὴν καὶ θερμότερον καὶ πολλῷ θερμότερόν
2. ἐστιν, ὥστε καὶ μείζους καὶ πολλῷ μείζους ἕξει τοὺς
3. σφυγμούς. ἀλλ’ ὅτι μὲν θερμότερον ἔκ τε τῶν περὶ κράσεων
4. ἡμῖν ἤδη γεγραμμένων καὶ τῶν ἔτι πρότερον τοῖς παλαιοῖς
5. εἰρημένων αὐτάρκως ἀποδέδεικται· ὅτι δὲ καὶ πολλῷ, τοῦτ’
6. οὐκέτι οὔτε ὑμεῖς οὔτε ἄλλος τις ἀπέδειξε. νῦν οὖν ἀποδεικνύσθω,
7. ἢ οὐδέπω πιστὸς ὁ σύμπας λόγος. πρῶτον μὲν
8. ἀναμνησθῆναι χρὴ τοῦ προκειμένου τῇ λέξει καὶ πᾶσαν αὐτὴν
9. ἀναγνῶναι, καθ’ ἕκαστον ὄνομα προσέχοντα τὸν νοῦν.
10. τί γάρ φησιν; ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα
11. πολλῷ τὸν σφυγμὸν ἔχουσι. τί δὴ τοῦτ’ ἔστι τὸ ἐπίπαν
12. ἐπιμελῶς χρὴ διασκέψασθαι. οὐ γὰρ δὴ μάτην γε πρόσκειται,
13. ἀλλ’ ἔστιν ἐν αὐτῷ τὸ πᾶν κῦρος τοῦ λόγου. τῷ γὰρ μήτε
14. ἐξ ἀρχῆς εὐθὺς ὡσαύτως ἅπαντας ἡμᾶς κεκρᾶσθαι μήτ’ ἐπιτηδεύμασι
15. μήτε διαίταις ὁμοίαις κεχρῆσθαι τὸ καθόλου τῆς
16. ἀποφάσεως διαφθείρεται, δυναμένης ποτὲ γυναικὸς εὑρεθῆναι
17. μὴ ὅτι πολλῷ μικρότερον, ἀλλὰ μηδὲ μικρὸν ὅλως,
18. μηδ’ ἴσον, ἀλλὰ καὶ σαφῶς μείζονά τινων ἀνδρῶν ἐχούσης
1. τὸν σφυγμόν. ἄνδρα γάρ μοι νόει φλεγματικώτερον φύσει,
2. ψυχρὰ δ’ ἂν ἥδε κρᾶσις εἴη καὶ ὑγρὰ παραβαλλομένη γυναικὶ
3. χολωδεστέρᾳ φύσει, τοῦτ’ ἔστι θερμοτέρᾳ τε καὶ ξηροτέρᾳ.
4. ἀρκείτω δὲ μὴ τοῦτο μόνον, ἀλλ’ ὁ μὲν τὸν Πόντον,
5. ἡ δὲ τὴν Αἴγυπτον ἐποικείτω, καὶ σκιατροφείσθω μὲν καὶ
6. ἀργείτω καὶ διατεθρύφθω κατὰ τὴν δίαιταν ὁ ἀνὴρ, θυραυλείτω
7. δ’ ἡ γυνὴ καὶ γυμναζέσθω πολλὰ καὶ μετρίως διαιτάσθω,
8. μείζων ὁ τῆς τοιαύτης γυναικὸς ἢ ὁ τοῦ ἀνδρὸς ἔσται
9. σφυγμός. ἀλλ’ ἐὰν ἐν τῇ φύσει διαιτώμενον ἑκάτερον φυλάξῃς
10. καὶ τὴν οἰκείαν κρᾶσιν ἐξ ἀρχῆς κεκραμένον ἑνί τε
11. χωρίῳ καὶ ταὐτῷ χρώμενον, οὐ μείζων μόνον, ἀλλὰ καὶ πολὺ
12. μείζων ὁ τοῦ τοιούτου ἀνδρὸς σφυγμὸς γένοιτ’ ἄν. ὅσον μὲν
13. γὰρ ἐπὶ τῇ φυσικῇ κράσει μείζων ἁπλῶς, οὐ μὴν πολλῷ μείζων
14. γένοιτ’ ἄν. ἐπεὶ δὲ τὸ ἀπὸ τῶν οἰκείων ἐπιτηδευμάτων
15. ἑκατέρῳ προσέρχεται διάφορον, ἡ μὲν γὰρ ἀταλαίπωρον,
16. ὁ δὲ ἐν πόνοις πλείοσι διαιτᾶται, πολὺ δή τι θερμότερος
17. ὁ ἀνὴρ οὕτω γίνεται καὶ διὰ τοῦτο τοὺς σφυγμοὺς
18. πολλῷ μείζους ἴσχει τῆς γυναικός. πρόσκειται δὲ τὸ ἐπίπαν
1. ἐν τῇ ῥήσει τοῖς εὐφυεστέροις τῶν εἰσαγομένων οἷον κέντρον
2. τι, διεγεῖρόν τε καὶ παρορμῶν ἐπὶ τὴν ἔρευναν ἁπάσης τοῦ
3. πράγματος τῆς φύσεως. εὐθὺς γὰρ καὶ περὶ τῆς κατὰ φύσιν
4. ἐν ἀνδρὶ καὶ γυναικὶ διαφορᾶς ἐννοήσουσί τε καὶ πᾶν ἐπιβλέψουσιν
5. τὸ κατὰ πάντα ζῶα γένος ἄῤῥεν ὡς ἰσχυρότερόν
6. ἐστι τοῦ θήλεος, καὶ ὡς τῷ μὲν θήλει τὸ κύειν τε καὶ θηλάζειν
7. καὶ ὅλως ἐκτρέφειν τὰ γεννηθέντα κατὰ φύσιν, τῷ δ’
8. ἄῤῥενι τό τε τροφὰς ἐκπορίζειν αὐτοῖς καὶ ὑπερμαχεῖν ἐπιβουλευομένοις,
9. ἐξ ὧν εἴσονται τὴν μὲν ὡς ἄῤῥενος ἀεὶ πρὸς
10. θῆλυ διαφορὰν μείζονας ἁπλῶς τοὺς σφυγμοὺς ἐργαζομένην,
11. τὴν δ’ ὡς ἀνδρὸς πρὸς γυναῖκα πολλῷ μείζονας. οὕτω δὲ καὶ
12. σφοδροτέρους μὲν ἁπλῶς ὅσον ἐπὶ τῇ φύσει τοὺς τῶν ἀῤῥένων
13. σφυγμοὺς, πολὺ μέντοι σφοδροτέρους τοὺς τῶν ἀνδρῶν
14. παρὰ τὰς γυναῖκας, ὅτι τοῖς μὲν αὐξάνεσθαι τὸν φυσικὸν τόνον
15. ἐν τοῖς πόνοις ἀνάγκη, ταῖς δ’ ἀργούσαις ἐκλύεσθαι.
16. εἰ δὲ καὶ μηδὲν τούτων αὐτός τις ἐξεύροι σαφῶς, ἀλλ’ εἰς
17. ὑπόνοιάν γε αὐτῶν ἀφίκοιτ’ ἂν ζητῶν, ἢ τοὔσχατόν γε οἷον
18. διψῶν ὧν ἐπιθυμεῖ μὲν εὑρεῖν, οὐδέπω δ’ εὕρηκεν, ἐπὶ τὸν
1. διδάξαι δυνάμενον ἀφικόμενος, τάχιστά τε ἂν οὕτω μάθοι
2. καὶ μάλιστα μνημονεύσειεν. ἀλλὰ ταῦτα μὲν οὕτως. ἡ δὲ
3. ῥώμη τῆς δυνάμεως ἡ τοῖς ἄῤῥεσιν ὑπάρχουσα δοίη ἄν τι
4. καὶ αὐτὴ τοῖς σφυγμοῖς μεγέθους, ὥστ’ οὐ μόνον διὰ τὸ
5. πλῆθος τῆς θερμασίας, ἀλλὰ καὶ διὰ τὴν ῥώμην οἱ τῶν ἀῤῥένων
6. σφυγμοὶ μείζους γενήσονται. δέδεικται γὰρ οὖν καὶ
7. τοῦτ’ ἐν τῷ πρώτῳ λόγῳ, τὸ ταῖς εὐρώστοις δυνάμεσι τοὺς
8. μεγάλους σφυγμοὺς οἰκείους ὑπάρχειν. ἆρ’ οὖν ταύτῃ μόνον
9. ἄνδρες γυναικῶν εἰς σφυγμῶν αἰτίας διαλλάττουσιν, ἢ καὶ τὸ
10. περὶ τῆς ἕξεως τοῦ σώματος τοῖς ἑκατέροις πάμπολυ προσέρχεται;
11. τοῖς μὲν γὰρ ὅλον σῶμα εὔπνουν τε καὶ καθαρὸν καὶ
12. ἀπέριττον καὶ ἄθλιπτον, ταῖς δὲ τἀναντία στεναὶ μὲν αἱ
13. μεταξὺ τῶν ἀγγείων χῶραι, πιμελῆς αὐτὰς καὶ σαρκὸς μαλακῆς
14. καί τινων φλεγματωδῶν περιττωμάτων καταλαμβανόντων,
15. πυκνόν τε καὶ δύσπνουν τὸ σῶμα καί τινες συστάσεις
16. πολλαχόθι τοῦ σώματος ἀργῶν καὶ παχέων καὶ ἀπέπτων
17. ὑγρῶν, ὑφ’ ὦν ἁπάντων θλίβεσθαί τε καὶ στενοχωρεῖσθαι
18. τὰς ἀρτηρίας αὐτῶν ἀναγκαῖον, οὔσας καὶ φύσει πολὺ τοῖς
1. ὄγκοις ἐλάττους, ὥστε πάντη πάντοθεν εἰς μικρότητα σφυγμῶν
2. αὐτοῖς παρεσκευάσθαι τὴν ἕξιν. ἓν δὲ μόνον εἰς τὸ μέγεθος
3. ἐπιτήδειον ἔχουσαι τὴν μαλακότητα τῶν ὀργάνων, οὐδὲν
4. οὐδ’ ἀπὸ ταύτης ὀνίνανται· πρῶτον μὲν, ὅτι πλείω τε καὶ
5. ἰσχυρότερα τὰ τῆς μικρότητος αἴτια γίνεται, δεύτερον δ’, ὅτι
6. πολλὴ μὲν ἡ παρ’ ἐκεῖνα διαφορὰ τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας,
7. ἐλαχίστη δ’ ἡ διὰ τὴν μαλακότητα τῶν ὀργάνων. οὐ
8. γὰρ οὕτω ξηρότερον λέγεται τὸ τῶν ἀνδρῶν σῶμα τοῖς τῶν
9. γυναικῶν παραβαλλόμενον, ὡς ἂν εἰ τύχοι λίθος τις εἴη πηλοῦ
10. ξηρότερος, οὐδ’ ἂν εὕροις ἐν αὐτοῖς τοῖς χιτῶσι τῶν ἀρτηριῶν
11. πολλὴν τὴν ὑπεροχὴν, ἀλλὰ καὶ τὸ τῶν ἀνδρῶν ὄργανον
12. οὕτως ἔχει κατασκευῆς, ὡς εὐπειθὲς εἶναι πρὸς τὴν ἐνέργειαν.
13. εἰ δὲ καὶ μεγάλη τις ἦν ὑπεροχὴ καὶ πολλῷ τὸ τῆς
14. γυναικὸς ὄργανον ὑπῆρχε μαλακώτερον, αὐτὸ δὴ τοῦτο μικροτέρους
15. ἂν εἰργάσατο τοὺς σφυγμούς. ἔνθα μὲν γὰρ οὐδέν
16. ἐστι τὸ βαρῦνον, ἢ θλῖβον, ἢ στενοχωροῦν, ἐνταῦθα τὸ μαλακώτερον
17. ὄργανον ἐπιτηδειότερον εἰς μέγεθος διαστολῆς, ἔνθα
18. δ’, ὡς ἔμπροσθεν ἐπὶ τῆς γυναικείας ἕξεως ἐῤῥέθη, τὰ θλίβοντα
1. καὶ βαρύνοντα καὶ στενοχωροῦντα πολλὰ, ἐνταῦθα τὸ μαλακώτερον
2. ὄργανον ἀφυέστερον εἰς τὴν διαστολὴν, ὡς ἂν ῥᾷον
3. ὑπὸ πάντων τῶν λυπούντων νικώμενον. ὅτι μέντοι
4. ταῦτα πάντα περὶ τῶν ἄριστα μὲν κατεσκευασμένων σωμάτων,
5. οἰκείως δὲ ταῖς κατασκευαῖς διαιτωμένων λέγεται, δῆλον
6. μὲν κᾀξ ὧν ἤδη προειρήκαμεν· ὁ μέντοι σύμπας καὶ τέλειος
7. ὑπὲρ αὐτῶν λόγος ὁ μετ’ ἀποδείξεως περαινόμενος ἐν
8. τῷ δευτέρῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως γέγραπται.
9. ὥστε κᾀκείνην τὴν πραγματείαν ἀναγνωστέον ἐστὶ τοῖς ὀρθῶς
10. μέλλουσι μετιέναι τὰ περὶ τοῦ σφυγμοῦ. καὶ μέντοι καὶ περὶ
11. τοῦ ταχέος σφυγμοῦ διὰ τοῦ τρίτου τῶν ὑπομνημάτων ἐκείνων
12. ἀποδέδεικται, πηλίκον ἁμαρτάνουσιν οἱ πλεῖστοι τῶν
13. ἰατρῶν εἰς τὴν διάγνωσιν αὐτῶν βραχυχρόνιον εὐθὺς καὶ
14. ταχὺν εἶναι νομίζοντες. ἀμέλει καὶ τὸν τῆς γυναικὸς σφυγμὸν,
15. ἕνεκα γάρ τοι τῶν νῦν προκειμένων ἐμνημόνευσα τῶν ἐν
16. ἐκείνοις ἀποδεδειγμένων, ἱκανῶς ταχὺν εἶναι νομίζουσιν.
17. ὁ δ’ ἐστὶ μὲν θάττων, οὐ μὴν ἀξιολόγῳ γέ τινι καὶ μεγάλῃ
18. διαφορᾶ τοῦ τῶν ἀῤῥένων ὑπερέχει. τὸ μὲν οὖν ἀληθὲς τοῦτο
19. καὶ γέγραπται καλῶς τοῖς εἰσαγομένοις, βραχεῖ βραδύτερος ὁ
1. τῶν ἀνδρῶν εἶναι σφυγμὸς τοῦ τῶν γυναικῶν, οὐ μὴν ἥ γ’
2. αἰτία πρόσκειται, καθάπερ οὐδ’ ἄλλῳ τινὶ τῶν ἐκεῖ γεγραμμένων.
3. ἀλλὰ νῦν εἰρήσεται. ὅσον μὲν ἐπὶ τῷ καὶ τὴν δύναμιν
4. ἀῤῥωστοτέραν εἶναι καὶ τὴν θερμασίαν ἐλάττονα τὴν τῶν
5. γυναικῶν, ἐχρῆν καὶ τὸν σφυγμὸν εἶναι βραδύτερον, ἀμφοτέροις
6. γὰρ τοῖς εἰρημένοις αἰτίοις οἰκεῖος ὁ τοιοῦτος ἐδείχθη.
7. ἀλλ’ ἐπεὶ πολλῷ μικρότερός ἐστι καὶ διὰ τοῦτο καὶ τὸ τῆς
8. χρείας οὐχ ἱκανῶς πληροῦται, προστίθησιν ὅσον δύναται τῷ
9. τάχει. τοῦτο γὰρ ὁ πρῶτος λόγος ἔδειξεν ἀναγκαῖον ὑπάρχειν,
10. καὶ ὅστις οὐ μέμνηται τῶν ἐν ἐκείνῳ γεγραμμένων, μάτην καὶ
11. τούτοις ἐντυγχάνει. εἰ μὲν οὖν τὸ προσιὸν τοῦ τάχους τοσοῦτον
12. ἦν ὡς αὐτάρκως ἅπασαν τὴν χρείαν πληροῦν, οὐδὲν ἂν
13. ἔδει πυκνότητος· ἐπεὶ δὲ πολλῷ μὲν ἀπολείπεται τῆς χρείας ἡ
14. ἐνέργεια διὰ τὴν μικρότητα τῆς διαστολῆς, βραχὺ δ’ ἐπωφελεῖται
15. διὰ τὸ τάχος, ἀναγκαῖον ἤδη πυκνὸν ἀξιολόγως γενέσθαι
16. τὸν σφυγμόν. καὶ γὰρ καὶ τοῦτο διὰ τοῦ πρώτου δέδεικται
17. λόγου. γυναῖκες μὲν οὖν ἀνδρῶν οὕτω διαφέρουσι
18. τοῖς σφυγμοῖς, τὸ δ’ ἄῤῥεν βρέφος τοῦ θήλεος ἀνάλογον
19. μὲν, οὐ μὴν πάντῃ γε ὡσαύτως, ἀλλ’ ὡς ἔμπροσθεν εἴπομεν.
1. ῾πλῶς γὰρ μείζονα καὶ σφοδρότερον καὶ ἀραιότερον, οὐκέτι
2. δὲ καὶ πολλῷ τὸν σφυγμὸν ἔχει τὸ ἔῤῥεν τοῦ θήλεος. περὶ
3. μὲν δὴ τούτων ἀρκεῖ καὶ ταῦτα. μεταβῶμεν δ’ ἐπὶ τὴν ἑξῆς
4. ῥῆσιν περὶ τῆς κατὰ τὴν κρᾶσιν διαφορᾶς διδάσκουσαν.