5. Οἱ δὲ φύσει θερμοὶ μείζονα μὲν καὶ ὠκύτερον
6. καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.
7. Καὶ οὗτος ὁ λόγος ἐν ἑαυτῷ περιέχει ζήτημα μέγιστον,
8. ᾧ μηδ’ ἐπιβάλλειν τις δύναται τὴν διάνοιαν τῶν εἰσαγομένων,
9. εἰ μὴ πάνυ συνετὸς ὑπάρχει. τῶν γὰρ φύσει θερμῶν
10. τοὺς μὲν ὑγροὺς εἶναι λέγουσι, τοὺς δὲ ξηρούς. ἐχρῆν οὖν
11. οὐχ ἁπλῶς εἰρῆσθαι τῶν φύσει θερμῶν τοὺς σφυγμοὺς, ἀλλὰ
12. πρότερον μὲν τῶν μεθ’ ὑγρότητος, δεύτερον δὲ τῶν μετὰ ξηρότητος.
13. οὐ γὰρ δὴ πάντες οἱ θερμοὶ φύσει τοὺς αὐτοὺς
14. ἔχουσι σφυγμοὺς, ἀλλὰ καὶ τρίτοι τινές εἰσιν, εὔκρατοι μὲν
15. ὅσον ἐφ’ ὑγρότητι καὶ ξηρότητι, δύσκρατοι δ’ ὅσον ἐπὶ θερμότητι.
16. καὶ ὡς οὐκ ὀρθῶς αὐτοὺς παρεῖδον ὅσοι πρὸ ἡμῶν
17. διείλοντο τὰς κράσεις ἀποδέδεικται διὰ τῶν γραφέντων ἡμῖν
18. περὶ κράσεων ὑπομνημάτων. τούτους δὴ καλεῖν ἔθος
1. ἐστὶ θερμοὺς, τοὺς τῶν τεττάρων δυνάμεων, μίαν μόνην
2. ταύτην ὑπὲρ τὰς ἄλλας ἔχοντας. οὗτοι τοίνυν εἰς ὅσον θερμότεροι
3. τῶν εὐκράτων εἰσὶν εἰς τοσοῦτον καὶ μείζονας καὶ
4. ὠκυτέρους καὶ πυκνοτέρους ἔχουσι τοὺς σφυγμούς. καὶ ἡ αἰτία
5. πρόδηλος τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων.
6. ἀλλὰ διὰ τί σφοδροτέρους οὐ πολλῷ τοὺς τοιούτους
7. εἴπομεν σφυγμούς; καίτοι γ’ ἐν τῷ πρώτῳ λόγῳ τῆσδε
8. τῆς πραγματείας ἀποροῦντες, εἰ δύναται γενέσθαι σφοδρότερος
9. ὁ σφυγμὸς ἄνευ τοῦ τὴν δύναμιν εἰς ῥώμην ὠφεληθῆναι·
10. ὅτι τοῖς εἰσαγομένοις οἱ τοιοῦτοι πάντες σφυγμοὶ σφοδρότεροι
11. φαίνονται. παράκειται γάρ πως ὁ ταχὺς ἅμα καὶ μέγας
12. σφυγμὸς κατά γε τὴν ἀδιάρθρωτον φαντασίαν τῷ σφοδρῷ,
13. ὥστε καί τινες καὶ αὐτῶν τὰ συγγράμματα καταλελοιπότων
14. ἡμῖν ἰατρῶν οὐδ’ ἄλλον τινὰ σφοδρὸν ἔφασαν εἶναι σφυγμὸν
15. ἢ τὸν ἐκ μεγέθους τε καὶ τάχους σύνθετον. οὐκ οὖν
16. ἐχρῆν τοῖς εἰσαγομένοις κινεῖν τηλικαῦτα ζητήματα. συμφέρει
17. γὰρ αὐτοῖς ἐπὶ πολλῶν τὸ ἀδιόριστόν τε καὶ συγκεχυμένον
18. μᾶλλον τοῦ διηρθρωμένου, ὅταν γε βαθείας τοῦτο δέηται
19. θεωρίας καὶ λόγων μακρῶν καὶ χρόνου πολλοῦ. ἀλλ’ ἡμεῖς
1. ἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας αὐτάρκως περὶ
2. τούτου διειλεγμένοι, μέλλοντες δὲ κᾀν τοῖς ἑξῆς ὅταν ὁ περὶ
3. τῶν ῥυθμῶν ἀφίκηται λόγος, αὖθις ἐρεῖν τι, κατὰ μὲν τὸ
4. παρὸν ἐνταυθοῖ καταπαύσομεν τὴν ἐξήγησιν, ἑτέραν δ’ ἤδη
5. λέξιν προχειριούμεθα.