Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.4, ed. Kühn, 1825, vol. 9, p. 117-118. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.4

6. Οἱ δ’ ἰσχνότεροι μείζονα μὲν καὶ ἀραιότερον πολλῷ,
7. σφοδρότερον δ’ ὀλίγῳ. φύσει μὲν οὖν οὕτως διαφέρουσιν.

8. Πάλιν ἐνταῦθα τοὺς ἰσχνοτέρους ἀκουστέον ἄνευ τινὸς
9. ἄλλης διαθέσεως. εἰ γὰρ ἤτοι τῆς κράσεως ὑπαλλαγείσης,
10. ἢ τῆς δυνάμεως, ἢ διά τι πάθος ἰσχνότερος γένοιτο,
11. σύνθετος ἡ τροπὴ τῶν σφυγμῶν ἔσται, καὶ οὐκ ἔτι διὰ μόνην
12. τὴν ἰσχνότητα. ἰσχνότης οὖν αὐτὴ μόνη κατὰ ἑαυτῆς λόγον
13. εὐρυτέρας μὲν τὰς χώρας τῶν ἀρτηριῶν ἐργαζομένη, κουφότερα
14. δὲ τὰ ἐπικείμενα σώματα, μέγεθος ἱκανὸν προσδίδωσι
15. τοῖς σφυγμοῖς. ἔνθα δ’ ἂν ἴσης τῆς χρείας μενούσης αὐξάνηται
16. τὸ μέγεθος, ἀραιοτέρους ἐνταῦθα ἀναγκαῖον γίνεσθαι
17. τοὺς σφυγμοὺς εἰς τοσοῦτον εἰς ὅσον καὶ μείζονας. μείζους
18. δ’ ἦσαν πολλῷ, γένοιντ’ ἂν οὖν οὕτω καὶ ἀραιότεροι πολλῷ.
19. σφοδρότεροι δὲ τοσοῦτον φανοῦνται ὅσῳ διὰ λεπτοτέρων
1. ὁμιλοῦσι τοῖς ἁπτομένοις σωμάτων. οὐκ οὖν τῷ προσκτᾶσθαί
2. τινα τόνον, ἀλλὰ τῷ μᾶλλον ὃν ἔχουσιν ἐνδείκνυσθαι,
3. τοιοῦτοι φαίνονται. περὶ δὲ τάχους καὶ βραδύτητος, οὐδὲν
4. ὑπὲρ αὐτῶν εἴρηται, οὐδὲν γὰρ εἰς οὐδέτερον τούτων ἐκ τῆς
5. ἰσχνότητος προσλαμβάνουσιν, ἀλλ’ ὡσαύτως ἔχουσι τοῖς παχυτέροις,
6. ὅταν καὶ ῥώμης καὶ χρείας αὐτοῖς ὡσαύτως ἔχωσιν.
7. ἑξῆς δὲ περὶ τῶν ἡλικιῶν ᾧδέ πως γέγραπται.

Cliquer un n° de page pour en afficher l’image