Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.5, ed. Kühn, 1825, vol. 9, p. 118-125. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.5

8. Τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ᾧδέ
9. πως. ὁ μὲν τοῦ νεογενοῦς παιδίου πυκνότατος, ὁ δὲ τοῦ
10. γέροντος ἀραιότατος, οἱ δ’ ἐν τῷ μεταξὺ πάντες ἀνάλογον,
11. ἐφ’ ὅσον ἂν ἢ παιδίου ἢ γέροντος ἐγγύτεροι τυγχάνουσιν ὄντες.
12. ὡσαύτως δὲ τάχιστος μὲν ὁ τοῦ παιδὸς, βραδύτατος δ’
13. ὁ τοῦ γέροντος, οἱ δὲ τῶν ἄλλων ἡλικιῶν ἐν τῷ μεταξύ.
14. πολλῷ δὲ μείζων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος
15. πρὸς παιδίον τῆς κατὰ τάχος. ἐν δὲ τῇ κατὰ σφοδρότητα
16. καὶ μέγεθος διαφορᾷ μέγιστος μὲν ὡς ἐν ἡλικίαις ὁ τῶν
17. ἀκμαζόντων, μικρότατος δὲ ὁ τῶν γερόντων, μέσος δὲ βραχεῖ
1. μείζων ὁ τῶν παιδίων, καὶ σφοδρότατος μὲν ὁ τῶν ἀκμαζόντων,
2. ἀμυδρότατος δὲ ὁ τῶν γερόντων, μέσος δ’ αὐτῶν ἑ
3. τῶν παιδίων.
4. Ὅτι πυκνότης καὶ ἀραιότης σφυγμῶν κατὰ διττὸν νοεῖται
5. τρόπον, ἑτέρως μὲν ὑπὸ τῶν καὶ τῆς συστολῆς αἰσθάνεσθαι
6. λεγόντων, ἑτέρως δ’ οἷς ἀναίσθητος αὕτη, σαφέστερον
7. μὲν ἐν τοῖς περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἴρηται λόγοις,
8. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ τῷ τοῖς εἰσαγομένοις
9. γεγραμμένῳ δεδήλωται, καὶ ἠξιοῦμέν γε αὐτοὺς ὡς
10. ἐπ’ ἀναισθήτῳ πρότερον γυμνάσασθαι τῆς συστολῆς. ἔστι
11. μὲν οὖν ἀκριβέστερόν τε ἅμα καὶ μακρῷ χρησιμώτερον ἐν
12. τῷ τῶν ἠρεμιῶν ποσῷ συνίστασθαι νομίζειν τοῦτο τὸ γένος
13. τῶν σφυγμῶν· οὕτω γὰρ ἡμῖν καὶ τὰ κατὰ τοὺς ῥυθμοὺς εἰς
14. ἀκριβῆ διάγνωσιν ἀφίξεται. ἀλλ’ ἐπεὶ τοὐπίπαν αἱ διαθέσεις
15. αἱ πυκνὸν ἢ ἀραιὸν ἐργαζόμεναι τὸν σφυγμὸν ἑκατέραις
16. αὐτῶν ταῖς αἱρέσεσι τοιοῦτον φαίνεσθαι ποιοῦσιν, εἴη ἂν καὶ
17. ὁ τῆς αἰτίας λογισμὸς κοινὸς ἀμφοῖν. ἀλλ’ ἄμεινον αὐτὸν
18. ἐπὶ τὸ ἀληθέστερον ἀνάγοντας, κατ’ ἐκεῖνο προϊέναι τῷ
19. λύγῳ, τῆς γε νῦν δὴ προκειμένης ἡμῖν πραγματείας μηκέτι
20. τῶν εἰσαγομένων στοχαζομένης, ἀλλ’ ἅπαν τὸ ἀληθὲς ἐκδιδασκούσης. 
1. οἱ τοίνυν παῖδες ἔχοντες μὲν καὶ τὸ θερμὸν οὐκ
2. ὀλίγον, οὐδὲ τῆς ἐμψυχούσης αὐτὸ χρῄζουσιν οὐσίας ὀλίγης,
3. καὶ διὰ τοῦτο μεγάλων δέονται τῶν σφυγμῶν. ἔχοντες δὲ
4. καὶ τὴν τῶν χυμῶν δαπάνην πλείστην, ὡς ἂν οὐκ εἰς θρέψιν
5. μόνον, ἀλλὰ καὶ εἰς αὔξησιν ὑπηρετοῦσαν, ἐν ταῖς κατεργασίαις
6. αὐτῶν ἀναγκαίως ἀθροίζουσιν ἐν ὅλῳ τῷ σώματι πλῆθος
7. ἀτμωδῶν τε καὶ ὡς ἂν εἴποι τις λιγνυωδῶν περιττωμάτων,
8. ὥστε καὶ διὰ ταῦτα τῆς συστολῆς τῶν ἀρτηριῶν δέονται
9. μεγίστης, καὶ μέντοι καὶ τὴν τοῦ ψυχικοῦ πνεύματος
10. οὐσίαν οὐ τρέφεσθαι μόνον, ὡς τοῖς τελείοις, ἀλλὰ καὶ συναυξάνεσθαι
11. τοῖς ὀργάνοις ἀναγκαῖον. ὥστε καὶ διὰ ταύτην
12. μειζόνων δεήσονται τῶν διαστολῶν, καὶ σχεδὸν εἰς ἴσον ἥκει
13. τοῖς βρέφεσιν ἡ τοῦ συστέλλεσθαι τὰς ἀρτηρίας χρεία τῇ
14. τοῦ διαστέλλεσθαι. πλεῖστα μὲν γὰρ τὰ περιττώματα καὶ
15. διὰ τοῦτο μεγίστης δεόμενα τῆς συστολῆς, τὸ θερμὸν δ’ εἰ
16. καὶ μὴ πλεῖστον ἁπλῶς, ἀλλὰ τοι καὶ διὰ τὴν τοῦ ψυχικοῦ
17. πνεύματος αὔξησιν ἥκει τῇ τοῦ πλείστου χρείᾳ θερμοῦ τῆς
18. διαστολῆς αὐτοῖς. ὅσον γὰρ τῶν νεανίσκων ἀπολείπεται τοῦ
19. πλεονάζοντος ἐν ἐπικτήτῳ θερμότητι, τοῦτο ἐκ τῆς διὰ τὸ
1. πνεῦμα χρείας προσέρχεται. μεγίστων οὖν ἅμα καὶ ταχίστων
2. οἱ παῖδες ἀμφοτέρων χρῄζουσι τῶν κινήσεων καὶ διὰ τοῦτ’
3. ἐλλιπεστέρα τῆς χρείας ἐστὶν ἐπ’ αὐτῶν ἡ ἐνέργεια. καὶ γὰρ
4. εἰ ὅτι μάλιστα ταχεῖς εἰσι καὶ μεγάλοι, ἀλλ’ οὐδέπω τῆς χρείας
5. ἀξίως. ἀναγκαῖον οὖν ἐν τούτῳ πυκνὰς γίνεσθαι τὰς κινήσεις,
6. ἐπὶ δὲ τῶν γερόντων ἐναντία πάντα, τὸ μὲν θερμὸν ὀλίγον,
7. ἀνάλογον δὲ τούτῳ καὶ ἡ τῶν οἷον αἰθαλωδῶν περιττωμάτων
8. γένεσις καὶ ἡ τοῦ πνεύματος τοῦ ψυχικοῦ θρέψις, ὥστε
9. ἐναντίους αὐτοῖς εὔλογον εἶναι καὶ τοὺς σφυγμοὺς, μικροὺς
10. καὶ βραδεῖς καὶ ἀραιούς. ἀναμνησθῆναι δ’ ἐνταῦθα χρὴ τῶν
11. ἐν τῷ δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν εἰρημένων, ἵν’ ἴδωμεν
12. ἐκ τίνος ἀπατώμενοι πολλοὶ τῶν ἰατρῶν μικροὺς ὑπέλαβον
13. εἶναι τοὺς τῶν παιδίων σφυγμοὺς, καὶ ὅτι μεγάλοι μέν
14. εἰσιν, εἰ τοῖς ὄγκοις τῶν ἀρτηριῶν αὐτοὺς παραβάλλοις, μικροὶ
15. δὲ, εἰ κατὰ τὴν πρόχειρον ἐξετάζοις φαντασίαν, τοῦτ’
16. ἔστιν, εἰ τὸ ποσὸν τῆς διαστάσεως μόνον ἐν αὐτοῖς σκοποῖο,
17. τοῖς τῶν ἀκμαζόντων παραβάλλων. οὐ μὴν μεγίστους
18. γ’ ἔχουσιν οἱ παῖδες τοὺς σφυγμοὺς, οὐδ’ εἰ πρὸς
1. τοὺς ὄγκους τῶν ἀρτηριῶν ἐξετάζοις αὐτούς. τὸ γὰρ μήτε
2. τὴν δύναμιν ἥκειν εἰς ἄκρον ῥώμης αὐτοῖς καὶ τὸ
3. στενοχωρεῖσθαί τε καὶ θλίβεσθαι τοὺς χιτῶνας τῶν ἀρτηριῶν
4. ἔτι μαλακοὺς ὄντας ἀφαιρεῖται πολὺ τῆς μεγίστης διαστολῆς.
5. ὅμως μὴν ἔτι τηλικοῦτός ἐστιν αὐτοῖς ὁ σφυγμὸς, ὡς ὑπὲρ
6. τὸν μέσον ὑπάρχειν, τῷ τάχει δ’ ὡσαύτως ἔχει κατὰ τε τὴν
7. διαστολὴν καὶ συστολὴν, ὅτι καὶ ἡ χρεία τῶν κινήσεων ἀμφοτέρων
8. ἴση, οὐχ ὥσπερ ἐπὶ τῶν γερόντων· εἰς ὅσον γὰρ ἡ
9. τοῦ συστέλλεσθαι χρεία λείπεται τῆς τοῦ διαστέλλεσθαι εἰς
10. τοσοῦτον καὶ ἡ συστολὴ τῆς διαστολῆς ἐστι βραδυτέρα. λείπεται
11. δ’ εὐλόγως τοῖς πρεσβύταις, ὅτι βραχὺ παντελῶς ἢ
12. οὐδὲν ἐκ τῆς τῶν χυμῶν συγκαύσεως γίνεται περίττωμα διὰ
13. τὴν ἀῤῥωστίαν τοῦ θερμοῦ, καὶ ὅτι μήτε ἀξιολόγως τρέφονται
14. μήτε ὅλως αὐξάνονται. ἡ μέντοι τοῦ διαστέλλεσθαι
15. χρεία καὶ εἰ μὴ μεγάλη, μέτριος γοῦν ἔτι μένει τοῖς πρεσβύταις,
16. ῥιπίζεσθαι μὲν γὰρ δεῖται τὸ ἔμφυτον θερμὸν καὶ τρέφεσθαι
17. τὸ πνεῦμα τὸ ψυχικόν. πολὺ δὲ πλείων ἡ εἰς ἀραιότητα
18. τροπὴ τῶν γερόντων τῆς εἰς βραδύτητα, διὰ τὸ τὴν
19. χρείαν τῶν σφυγμῶν οὐ μόνον πληροῦσθαι τελέως ὑπὸ τῆς
1. ἐνεργείας, ἀλλὰ καὶ κατὰ τὸν ἑαυτῆς λόγον ἐκλελύσθαι παντελῶς.
2. μακροτάτην οὖν εὔλογον ἐν τούτῳ γίνεσθαι τὴν ἡσυχίαν,
3. ὥσπέρ γε καὶ ὅτε οὐκ ἐπληροῦτο μετὰ τοῦ μεγάλως
4. ηὐξῆσθαι, συνεχεῖς ἠνάγκαζεν εἶναι τὰς κινήσεις. ὅτι γὰρ ἐπὶ
5. τῶν βρεφῶν οὐκ ηὔξηται μόνον εἰς ἔσχατον ἡ χρεία τῆς γενέσεως
6. τῶν σφυγμῶν, ἀλλὰ καὶ τῆς μεγίστης διαστολῆς, ἣ μόνη
7. τάχ’ ἂν ἐπλήρωσε τὴν χρείαν, οὐκ ὀλίγον ἀφῄρηται, πρότερον
8. εἴρηται, εἶναι τὸ ἀφαιρούμενον εἰπόντων ἡμῶν ὅσον
9. ἣ τε δύναμις ἀπολείπεται τῆς ἄκρας ῥώμης καὶ βαρύνεται καὶ
10. στενοχωρεῖται τὰ ὄργανα, μαλακὰ δι’ ὑγρότητα τοῖς τηλικούτοις
11. ὄντα. καὶ γὰρ οὖν καὶ τοῦτ’ ἔμπροσθεν εἴπομεν, ὡς αἱ
12. μαλακότητες τῶν ὀργάνων αἱ μὲν χωρὶς τοῦ θλίβεσθαι καὶ
13. βαρύνεσθαι καὶ στενοχωρεῖσθαι μεγέθεσι σφυγμῶν συντελοῦσιν,
14. αἱ δὲ σὺν τούτοις μικρότησι, καὶ μάλισθ’ ὅταν ἡ
15. δύναμις ἐνδεέστερον ἔχῃ τόνου. εἰς ὅσον δὲ μεταπέπτωκεν ὁ
16. τῶν γερόντων σφυγμὸς ἐκ τῆς τῶν παιδίων πυκνότητος εἰς
17. ἀραιότητα, σχεδὸν εἰς τοσοῦτο καὶ ἡ τῆς συστολῆς κίνησις
18. ἐκ τοῦ τάχους εἰς τὴν βραδύτητα. καὶ ἡ αἰτία πρόδηλος, εἴγε
1. δὴ τελέως ἐκλελύσθαι τὴν χρείαν τῆς συστολῆς ἐν ταῖς τοιαύταις
2. ἡλικίαις ὀρθῶς ἐλέγομεν, οὐ μὴν εἴ γε τῆς διαστολῆς
3. χρεία τελέως ἀπόλωλεν, ὡς καὶ τοῦτο ἐδείξαμεν. ὅθεν ἧττόν
4. ἐστιν ἡ ἐν ταύτῃ κίνησις βραδεῖα τῆς ἐν τῇ συστολῇ. ταύτης
5. δ’ ἦν διαγνωστικὸς ὁ εἰσαγόμενος μόνης. ὥστ’ εὐλόγως ἐῤῥήθη
6. πλείων ἡ κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον
7. τῆς κατὰ βραδύτητα. ἀλλὰ νῦν γε τὸ λεῖπον πᾶν ἤδη προσδιώρισται
8. περί γε αὐτῆς ταύτης τῆς διαφορᾶς, καὶ προσέτι
9. τῆς κατὰ τοὺς ἐν ταῖς ἡλικίαις ῥυθμοὺς μεταβολῆς, ὑπὲρ ὧν,
10. ἀσαφέστερον εἶναι νομίσαντες ἢ κατὰ τοὺς εἰσαγομένους τὸν
11. λόγον, οὐδὲν εἰρήκαμεν. ὡς γὰρ περὶ τῆς πυκνότητος, οὕτω
12. καὶ περὶ τῶν ῥυθμῶν διτταὶ γεγόνασιν αἱρέσεις, τῶν μὲν δὴ
13. μηδόλως αἰσθάνεσθαι λεγόντων τῆς συστολῆς, τὸν τῆς διαστολῆς
14. χρόνον τῷ λοιπῷ παντὶ παραβαλλόντων, ὃς οὐκ ἐκ
15. τῆς συστολῆς μόνον, ἀλλὰ κᾀκ τῶν δυοῖν ἠρεμιῶν σύγκειται,
16. τῶν δὲ καὶ ταύτης αἰσθάνεσθαι φασκόντων ἐν τοῖς τῶν κινήσεων
17. χρόνοις τοὺς ῥυθμοὺς συνιστάντων. ὅσῳ δὲ ἀκριβεστέρα
18. ἥδε ἡ αἵρεσις καὶ εἰς τὰς προγνώσεις χρησιμωτέρα, δῆλον ἔσται
19. πολὺ μᾶλλον ἐν τῇ μελλούσῃ γράφεσθαι πραγματείᾳ. οὐκ ἄδηλος 
1. δ’ οὐδὲ νῦν ἐστιν, εἰ μὴ παρέργως τις ἤκουσε τῶν εἰρημένων.
2. ἐκ τῶν αὐτῶν δὲ καὶ τὰς ἐν ταῖς ἡλικίαις διαφορὰς
3. τῶν ῥυθμῶν, παρ’ ἥν τινα γίγνονται τὴν αἰτίαν ἐξευρίσκειν
4. οὐδὲν ἔτι χαλεπόν. ἐπειδὴ γὰρ πλείστη μὲν ἑκατέρας τῶν
5. κινήσεων τῆς ἀρτηρίας χρεία τοῖς βρέφεσιν, ἐλαχίστη δὲ τοῖς
6. γέρουσιν, ὁ δ’ ἐν τῷ μεταξὺ χρόνος πᾶς τῶν ἡλικιῶν ἐκλύει
7. μὲν ἀμφοτέρας τὰς χρείας, ἀλλὰ μᾶλλον τὴν τῆς συστολῆς,
8. εὐλόγως ὅσῳ περ ἂν ἀποχωρῶσι τῶν βρεφῶν, ὡς ἐπὶ τοὺς
9. γέροντας, ἀμφοτέρας μὲν ἕξουσιν ἀεὶ τὰς κινήσεις
10. βραδυτέρας, ἀλλὰ μᾶλλον τῆς συστολῆς. ἐκ τούτων δὲ αἱ
11. κατὰ τὰς ἡλικίας γίνονται τῶν ῥυθμῶν διαφοραὶ, περὶ ὧν
12. ἐπὶ πλέον ἐροῦμεν ἐν τοῖς περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως
13. ὑπομνήμασιν. ἀλλὰ καὶ διὰ τί σφοδρότατος μὲν ὁ
14. τῶν ἀκμαζόντων, ἀμυδρότερος δ’ ὁ τῶν γερόντων, εὔδηλον·
15. ἰσχυροτάτη μὲν γὰρ ἡ δύναμις ἐν τοῖς ἀκμάζουσιν, ἀσθενεστάτη
16. δ’ ἐν τοῖς γέρουσιν. οὕτω δὲ καὶ ἐν ταῖς ἄλλαις ἡλικίαις,
17. ὡς ἂν ἰσχύος ἔχωσιν, ἢ ἀσθενείας, οἱ σφυγμοὶ,
18. διοίσουσιν ἀμυδρότητί τε καὶ σφοδρότητι.

Cliquer un n° de page pour en afficher l’image