Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.6, ed. Kühn, 1825, vol. 9, p. 125-130. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.6

19. Κατὰ δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα
1. μεγίστους καὶ σφοδροτάτους, ὡς ἐν ὥραις, τάχει δὲ καὶ
2. πυκνότητι συμμέτρους, ὡσαύτως δὲ καὶ φθινοπώρου τὰ
3. μέσα. προϊὸν δὲ τὸ μὲν ἔαρ ἀφαιρεῖ τι μεγέθους καὶ
4. σφοδρότητος, προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι.
5. καὶ τέλος ἡνίκα ἂν ἐπιλάβοι τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ
6. καὶ ταχεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν
7. ἁπάντων ἀφαιρεῖ μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος.
8. ὥστε τοῦ χειμῶνος ἐπελθόντος εἰς μικρότητα καὶ ἀμυδρότητα
9. καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ
10. τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ
11. δ’ ὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους
12. τοῖς ὑστάτοις τοῦ θέρους, τὰ δὲ τοῦ χειμῶνος πρῶτα τοῖς
13. ὑστάτοις τοῦ χειμῶνος, ὡς ὅσα θέρους μέσου καὶ μέσου χειμῶνος
14. ἴσον ἐφ’ ἑκάτερον ἀφέστηκεν, ὁμοίως τρέπειν. μέσον
15. δὲ θέρος ἐστὶν ᾗ μὲν ὡσαύτως, ᾗ δὲ ἐναντίως ἔχει μέσῳ χειμῶνος.
16. μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκάτερον, ὠκεῖς
17. δὲ καὶ πυκνοὶ θέρους, καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος, οὐ
18. μὴν οὕτως μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλ’ ἥττων θέρους,
19. οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος ὡς θέρους, ἀλλ’ ἧττον χειμῶνος.

1. Καὶ τὰ κατὰ τὰς ὥρας εἰς τρεῖς ταύτας αἰτίας ἀνάγεται,
2. τὴν χρείαν, τὴν δύναμιν, τὰ ὄργανα. παρὰ γὰρ τὸ
3. διαφερόντως ἔχειν ἕκαστον τούτων ἐν αὐτοῖς καὶ αἱ τῶν
4. σφυγμῶν ἀλλοιώσεις γίνονται. τοῦ μὲν οὖν ἦρος ἐν τοῖς
5. μέσοις εὐκρατοτάτη κατάστασίς ἐστι τοῦ περιέχοντος ἡμᾶς
6. ἀέρος, ὅθεν καὶ τὰ σώματα ὑγιεινά. τούτου γὰρ ἀεὶ χρὴ μεμνῆσθαι,
7. μάλιστα ἐφ’ ὧν αὐτὸς ζῶν διάκειται, καὶ ταῖς δυνάμεσιν
8. εὐρωστότατα, καὶ ταῖς θερμασίαις εὐκρατότατα, καὶ
9. τοῖς ὀργάνοις ὄντα συμμετρότατα, ὡς ἂν μήθ’ ὑγρότητι περιττῇ
10. τεγγόμενα, μήθ’ ὑπὸ ξηρότητος αὐχμοῦντα, μήθ’ οἷον
11. πεφρικότα τε καὶ πεπηγότα τῷ κρύει, μήθ’ οἷον ἐκλελυμένα
12. τε καὶ παρειμένα τῷ θάλπει. ταῦτ’ ἄρα καὶ οἱ σφυγμοὶ μέγιστοί
13. τε καὶ σφοδρότατοι γίνονται τοῖς ἄριστα κατεσκευασμένοις
14. δηλονότι σώμασιν. ὅτι γὰρ ἐπὶ τῶν τοιούτων αἱ
15. κατὰ τὰς ἡλικίας καὶ ὥρας καὶ χώρας καὶ τὰ ἄλλα τὰ παραπλήσια
16. τροπαὶ τῶν σφυγμῶν ἐγράφησαν τοῖς ἰατροῖς αὐτάρκως,
17. ἐν ἄλλοις τε καὶ τῷ δευτέρῳ περὶ σφυγμῶν διαγνώσεως
18. ἐπιδέδεικται. ἀλλὰ καὶ τοῖς οὕτως ἔχουσιν οἱ σφυγμοὶ
19. μεγάλοι καὶ σφοδροὶ γενήσονται, διὰ τοῦ πρώτου δεδήλωται
1. λόγου. οὗτοι γὰρ οἰκεῖοι δυνάμεως ἐῤῥωμένης καὶ χρείας
2. συμμέτρου καὶ ὀργάνων κατὰ φύσιν ἐχόντων. ὡς εἴ γε τὰ
3. τῆς χρείας ἦν ἀμετρότερα, οὐ μεγάλοι μόνον καὶ σφοδροὶ,
4. ἀλλὰ καὶ ταχεῖς ἂν ἐγίνοντο. καὶ εἰ ἐπὶ πλέον ἄμετρα, ὡς
5. μὴ πληροῦσθαι πρὸς τῆς ἐνεργείας αὐτὴν, εὐθὺς ἄν τις καὶ
6. εἰς πυκνότητα μεταβολὴ προσεγίγνετο. ἀλλ’ ἐπεὶ τὰ τῆς
7. χρείας ἔχει συμμέτρως, οὔτ’ εἰς τάχος οὔτ’ εἰς πυκνότητα γίνεται
8. τις τροπή. πρόσκειται δὲ τῷ λόγῳ τὸ, ὡς ἐν
9. ὥραις, δεόντως. οὐ γὰρ ἁπλῶς μέγιστοι καὶ σφοδρότατοι
10. τηνικαῦτα γίνονται, πολλῷ γὰρ αὐτῶν ἐν ταῖς φύσεσιν ἕτεροι
11. σφοδρότεροί τε καὶ μείζους εὑρίσκονται, ἀλλ’ ὡς ταῖς ἄλλαις
12. ὥραις παραβαλλόμενοι οἱ σφυγμοὶ τοιοῦτοι γίνονται μεσοῦντος
13. τοῦ ἦρος. θέρους μὲν γὰρ ἐπιτείνεται μὲν τὰ τῆς χρείας,
14. ἐκλύεται δὲ τὰ τῆς δυνάμεως. ὥστε διὰ μὲν ταύτην ἀφαιροῦσί
15. τι τῆς εἰρημένης σφοδρότητος, ὡσαύτως δὲ καὶ τοῦ μεγέθους,
16. ἀλλ’ ἔλαττον. ἡ γὰρ τῆς χρείας ἔπειξις προστίθησί τι. διὰ
17. τοῦτο δέ τι καὶ τῷ τάχει καὶ τῇ πυκνότητι πρόσεισιν ἀξιόλογον.
18. χειμῶνος δ’ αὖ πάλιν τἀναντία ἢ τοῦ θέρους ἐστὶν,
19. ἰσχυροτέρα μὲν ἡ δύναμις, πλὴν οὐκ εἰς τοσοῦτον εἰς ὅσον
1. ἦρος, ἐκλέλυται δὲ καὶ ἡ χρεία τῆς τῶν σφυγμῶν γενέσεως.
2. ὅθεν ἀμυδροὶ μὲν μᾶλλον ἢ τοῦ ἦρος, σφοδροὶ δὲ μᾶλλον
3. ἢ τοῦ θέρους οἱ ἐν τῷ χειμῶνι σφυγμοὶ, μέσοι πως ὄντες
4. ἀμφοτέρων τῶν ὡρῶν, ὅτι καὶ ἡ δύναμις ἐν τῷ μέσῳ, ἱκανῶς
5. μέντοι μικροὶ διὰ τὸ καὶ τὴν δύναμιν ἀπολείπεσθαί τι
6. τῆς ἄκρας εὐρωστίας καὶ τὴν χρείαν ἀξιολόγως ἐκλελύσθαι.
7. διὰ δὲ τὴν αὐτὴν ταύτην ἔκλυσιν καὶ βραδεῖς καὶ ἀραιοί.
8. μεμνῆσθαι δὲ χρὴ πάλιν κᾀνταῦθα τῶν ὑφ’ Ἱπποκράτους
9. εἰρημένων, ἃ δι’ ἑτέρων ἐξηγησάμεθα. χρεία γὰρ αὐτῶν
10. ἐστιν ἐπί τε τῶν κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τὰς
11. χώρας καὶ τὰς καταστάσεις καὶ πάντα τὰ τοιαῦτα μεταβολῶν,
12. ἵνα μή τις ἐναντίον με λέγειν αὐτῷ νομίσῃ. οὐδὲ γὰρ
13. ἐκεῖνος ἁπλῶς εἶπε, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ θέρμον,
14. ἀλλὰ, τὸ ἔμφυτον, προσέθηκεν, ὡς ἄν ἕτερον εἰδὼς θερμὸν
15. ἐπίκτητον, ᾧ πλεονεκτοῦσιν οἱ ἀκμάζοντες. εὔκρατον μὲν γὰρ
16. τὸ ἔμφυτον θερμὸν, ἄκρατον δὲ καὶ οἷον πυρῶδες ἤδη τὸ
17. ἐπίκτητον. οὕτω δὲ καὶ αἱ κοιλίαι, φησὶ, χειμῶνος καὶ ἦρος
18. θερμόταται φύσει. οὐχ ἁπλῶς οὖν οὐδὲ αὗται θερμόταται, 
1. ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ. ἐν δὲ τῷ θέρει τούτου μὲν ἥκιστα
2. μετέχουσι, κρατεῖ δ’ ἐν αὐταῖς τὸ ἐπίκτητόν τε καὶ αὐχμῶδες
3. θερμὸν, ὃ συντήκει μᾶλλον ἢ τρέφει τὸ σῶμα, καὶ τὰς ἐνεργείας
4. μὴ ὅτι κρείττους, ἀλλ’ οὐδ’ ὁμοίας ἐργάζεται ταῖς ἐπὶ
5. τοῦ συμμέτρου γινομέναις. ταῦτ’ οὖν μεμνημένοις τοῖς ἀναγινώσκουσιν
6. οὔτ’ ἐν τοῖς παροῦσι λόγοις οὔτ’ ἐν τοῖς ἔπειτα
7. δόξει τις εἶναι πρὸς Ἱπποκράτους διαφωνία. ἑξῆς δὲ
8. περὶ τῶν χωρῶν τε καὶ καταστάσεων γέγραπται τοῖς εἰσαγομένοις.
9. καὶ ἔστιν ὁ λόγος σαφὴς ἐκ τῶν ἤδη προειρημένων
10. καὶ τὴν αἰτίαν ἔχων γνωριμωτάτην. ὥστε αὐτὴν μόνην παραγράψω
11. τὴν ῥῆσιν. ἔστι δὲ ἥδε.

Cliquer un n° de page pour en afficher l’image