1. Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες
2. καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται, τὰ δ’ ἄλλα
3. φυλάττουσιν.
4. Ἐπὶ τῶν κυουσῶν οὐδὲν παρήλλακται τῶν πρόσθεν ἢ
5. τὰ τῆς χρείας. ἥ τις δ’ ἂν ἥδε ᾖ, πάντως ἐπιτείνεταί τε καὶ
6. προσαύξεται μηκέτι τῆς γυναικὸς ἑαυτῇ μόνον ἀναπνεῖν τε καὶ
7. σφύζειν, ἀλλὰ καὶ τῷ κυουμένῳ δεομένης. ὥστ’ εὐλόγως
8. ὠκύτεροι μὲν καὶ μείζονες ἔσονται καὶ πυκνότεροι, οὐ μὴν
9. σφοδρότεροί γε, ἢ ἀμυδρότεροι, ἢ σκληρότεροι, ἢ μαλακώτεροι,
10. κατ’ αὐτόν γε τὸν τοῦ κύειν λόγον. οὐδὲ γὰρ ὅσον
11. ἐπὶ τούτῳ τὰ τῆς δυνάμεως τῶν ὀργάνων ταῖς κυούσαις
12. ὑπαλλάττεται.