Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 3.9, ed. Kühn, 1825, vol. 9, p. 131-139. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:3.9

13. Εἶεν δ’ ἂν, εἴπερ τι ἄλλο, καὶ ὕπνοι κατὰ
14. φύσιν. τρέπουσι δὲ καὶ οὗτοι τοὺς σφυγμοὺς, ἀρχόμενοι μὲν
15. μικροτέρους καὶ ἀμυδροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους
16. ἐργαζόμενοι, προϊόντες δὲ βραδύτητα ἐπιτείνουσι καὶ
17. ἀραιότητα καὶ μάλιστα μετὰ τροφήν. μείζους δὲ γίνονται
18. καὶ σφοδρότεροι, χρονίσαντες δὲ πάλιν τρέπονται εἰς
19. ἀμυδρότητα, φυλάττουσι δὲ βραδύτητα καὶ ἀραιότητα.

1. Τίς μὲν ἡ αἰτία δι’ ἣν ἐν τοῖς ὕπνοις αἱ πέψεις ἀμείνους
2. οὐ τῶν κατὰ γαστέρα μόνον, ἀλλὰ καὶ τῶν κατὰ τὰς
3. φλέβας τε καὶ ἀρτηρίας καὶ πᾶσαν τοῦ ζώου τὴν ἕξιν, οὐ
4. τοῦ παρόντος καιροῦ διελθεῖν. οὐδὲ γὰρ ὡμολόγηται πᾶσι
5. τοῖς ἰατροῖς περὶ τῆς αἰτίας, ἥ τις δ’ ἂν ᾖ. τοῦτο δ’ οὖν ἤδη
6. καθόλου περὶ αὐτῆς ἀποφαινόμεθα, ὡς ἡ δύναμις ἡ τὰς
7. πέψεις ἐργαζομένη εἴσω μᾶλλον ἑαυτὴν καὶ πρὸς τὸ βάθος
8. ἐπιστρέφει κατὰ τοὺς ὕπνους. διά γ’ οὖν τὴν ἔσω κίνησιν
9. καὶ ὅτι περὶ τὴν ὕλην ἐνεργεῖ, τὸ μὲν πρῶτον οἷον ἀῤῥωστοτέρα
10. καὶ βεβαρημένη γίνεται, μικρὸν δὲ ὕστερον ἀπολαύουσα
11. τῆς τροφῆς, ἣν κατεργάζεται, ῥώννυταί τε αὕτη
12. καὶ τὸ θερμὸν αὐξάνει τὸ ἐν τῷ ζώῳ, ὥσπέρ γε καὶ οἱ τὰ
13. ψυχρὰ σιτία προσενεγκάμενοι παραχρῆμα μὲν ψυχροτέρων
14. ἑαυτῶν αἰσθάνονται, καὶ πολλοί γε αὐτῶν καὶ φρίττουσι καὶ
15. ῥιγοῦσι φανερῶς, μικρὸν δὲ ὕστερον θερμότεροι γίνονται.
16. εἰ μὲν δὴ τὸ ἔμφυτον θερμόν ἐστι τὸ πέττον τὰς τροφὰς,
17. καὶ τούτου κρατοῦσαι κινήσεις, ὡς Ἱπποκράτης ὑπελάμβανεν,
18. αἱ μὲν ἔξω τὴν ἐγρήγορσιν, αἱ δὲ ἔσω τὸν ὕπνον
19. ἐργάζονται, ῥᾷστ’ ἂν ἡμῖν ἐφυσιολογεῖτο τὰ κατὰ τὰς ἐν
1. τοῖς ὕπνοις τῶν σφυγμῶν ἀλλοιώσεις. εἰ δ’ ἄλλη τις δύναμίς
2. ἐστιν ἡ ταύτης δημιουργὸς, ἀλλὰ τῷ γε δεδιδάχθαι συμπάσχειν
3. ἀλλήλοις ἁπάσας τὰς διοικούσας τὸ ζῶον δυνάμεις οὐδὲν
4. θαυμαστὸν οὐδὲ τὴν φυσικὴν ταύτην δύναμιν συνδιατίθεσθαί
5. πως ἐκείνῃ. ἀλλ’ εἰ τοῦθ’ ἅπαξ συγχωρηθείη, τὸ
6. ῥώννυσθαι καὶ αὖθις χείρω γίνεσθαι τὴν σφυγμοὺς ἐργαζομένην
7. δύναμιν, εὔπορος ὁ τῆς αἰτίας λογισμός. ἐν μὲν γὰρ
8. ταῖς ἀρχαῖς τῶν ὕπνων βαρυνομένης τε καὶ χείρονος γινομένης
9. αὐτῆς μικροτέρους καὶ ἀμυδροτέρους εὔλογον γίνεσθαι
10. τοὺς σφυγμοὺς, μετ’ ὀλίγον μέντοι ῥωσθείσης τἀναντία
11. μείζονάς τε καὶ σφοδροτέρους. τί δήποτ’ οὖν καὶ βραδύτεροι
12. καὶ ἀραιότεροι γίνονται; Ἐρασίστρατος μέν φησι διὰ τὴν
13. ἠρεμίαν τῶν κατὰ προαίρεσιν κινήσεων; ἣν καὶ τοῦτο πέττειν
14. καλῶς, οὐκ αὐτοὺς τοὺς ὕπνους αἰτιᾶται. Ἱπποκράτης δὲ
15. καὶ ὅσοι τὸ θερμὸν ἔσω συννεύειν ἐν τοῖς ὕπνοις φασὶ, σχεδὸν
16. δ’ εἰσὶν ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων οἱ δοκιμώτατοι,
17. ταῖς τούτου μειώσεσί τε καὶ αὐξήσεσι καὶ διαφερούσαις
18. κινήσεσιν ἀνοίσουσι τὰς αἰτίας. ἔλαττον μὲν γὰρ ἑαυτοῦ
1. γίνεσθαι καὶ οἷον καταπνίγεσθαι φήσουσιν ἐμπεσὸν ἀθρόως
2. εἰς τὸ πλῆθος τῆς ἐντὸς ὕλης, ὥσπέρ γε καὶ τὸ πῦρ, ὅταν
3. εἴς τι πλῆθος ξύλων σεσωρευμένων ἐμπέσῃ. ὥσπερ δὲ αὐτὸ
4. τοῦτο τὸ πῦρ, ὅταν ἐγκρατὲς τῆς ὕλης γένηται, ῥώννυταί
5. τε καὶ εἰς μέγεθος αἴρεται, οὕτω καὶ τὸ ἔμφυτον θερμὸν,
6. ὅταν ἀπολαύσῃ τῆς τροφῆς, κατεργασάμενον τοὺς χυμοὺς
7. οἷς ἐνέπεσεν ἑαυτοῦ τε πλέον ἤδη καὶ ῥωμαλεώτερον
8. γίνεται. ἀλλ’ οὐδέπω βραδύτητος, οὐδ’ ἀραιότητος αἰτίας
9. εἰρήκαμεν. ἄλλως δ’ ἔχει τὸ ἀληθὲς, ἐμοὶ γοῦν κριτῇ. ἐπειδὴ
10. τοῖς κοιμωμένοις ἡ μὲν ἔξω κίνησις τοῦ θερμοῦ μεμείωται,
11. κρατεῖ δ’ ἡ ἔσω, τὴν μὲν συστολὴν εὔλογον γίνεσθαι θάττονα,
12. τὴν δὲ διαστολὴν βραδυτέραν. ἀτὰρ οὖν καὶ φαίνεται γινόμενον
13. ᾧδε, καὶ ὅσοι μὴ παρακολουθοῦσι τῇ συστολῇ τῶν ἀρτηριῶν,
14. ἀλλ’ ἐκ μόνης τῆς διαστολῆς τὰς διαγνώσεις ποιοῦνται,
15. βραδὺν ἁπλῶς ἀποφαίνονται τῶν κοιμωμένων τὸν σφυγμόν.
16. ὁ δ’ ἐστὶν οὐ βραδὺς ἁπλῶς, ἀλλὰ κατὰ θάτερον μέρος
17. τῶν κινήσεων βραδὺς, ὅλος δὲ οὐδὲ μᾶλλον βραδὺς ἢ ταχύς.
18. οὗ γὰρ ἡ μὲν διαστολὴ βραδεῖα, ταχεῖα δ’ ἡ συστολὴ, τούτων
19. οὐδέτερον ἁπλῶς χρὴ λαλεῖν, οὔτε ταχὺν οὔτε βραδὺν, 
1. ἀλλὰ διοριζόμενον τοῖς μορίοις, ὥσπερ Ἱπποκράτης ἐπὶ τῆς
2. ἀναπνοῆς ἐποίει. καὶ μὲν δὴ καὶ μικρὸς κατὰ θάτερόν ἐστι
3. τῶν ἑαυτοῦ μορίων τοῖς κοιμωμένοις ὁ σφυγμός. ἐπιπλεῖστον
4. μὲν γὰρ συστέλλεται, διαστέλλεται δ’ οὐκ ἐπὶ πλεῖστον,
5. ἀλλ’ ὅσον ἀνάγκη τὴν ἐναντίαν ἀποδοῦναι κίνησιν τῇ συστολῇ.
6. κινεῖται μὲν οὖν κατ’ ἴσου διαστήματος ἡ ἀρτηρία
7. διὰ παντὸς ἔν τε τῷ συστέλλεσθαι καὶ τῷ διαστέλλεσθαι,
8. πλὴν εἰ μεταβάλλοι ποτὲ ἐξαίφνης τὸν ῥυθμόν· ἀλλὰ τοῖς
9. ὅροις ὅθεν τε ἄρχεται καὶ οἷς τελευτᾷ διαλλάττει. πλεονεκτούσης
10. μὲν γὰρ τῆς ἔσω κινήσεως, εἰς ἐσχάτην δ’ ἐρχομένης
11. σύμπτωσιν, ἐντεῦθέν τε πάλιν ἀρχομένης τῆς ἔξω, τὴν
12. διαστολὴν οὐκέτ’ ἐπιπλεῖστον ποιεῖται, κρατούσης δ’ αὖ πάλιν
13. τῆς ἐκτὸς κινήσεως, ἀσθενοῦς δ’ οὔσης τῆς ἐναντίας, οὐκ
14. ἔτι μὲν ἀπὸ τῆς ἐσχάτης ἄρχεται συμπτώσεως ἐν τῷ διαστέλλεσθαι,
15. τελευτᾷ δ’ εἰς ἔσχατον μέγεθος. ἐντεῦθεν δὲ πάλιν
16. ὑπαρξαμένης τῆς ἔσω κινήσεως, τὴν τελευτὴν τῆς συστολῆς,
17. ὅθενπερ ἤρξατο διαστέλλεσθαι, ποιεῖται. καὶ οὕτως οἷον δίαυλόν
18. τινα τῶν κινήσεων ἀεὶ ποιουμένη ποτὲ μὲν ἔσω μᾶλλον,
1. ποτὲ δὲ ἔξω φέρεται. τοῖς οὖν μόνοις αἰσθανομένοις τῆς διαστολῆς
2. ἀναγκαῖον ἐν τοῖς ὕπνοις τὸν σφυγμὸν φαίνεσθαι καὶ
3. μικρὸν καὶ βραδύν. ἀναγκαῖον δὲ τοῖς αὐτοῖς τούτοις, ὡς ἂν
4. καὶ ἀγυμναστοτέροις οὖσι περὶ τὰς διαγνώσεις, ὀλίγον μέν
5. τι φαίνεσθαι τῆς κατὰ τὴν διαστολὴν κινήσεως, λανθάνειν
6. δὲ τὸ πλεῖστον. ἐπὶ γὰρ τῆς οὕτως κινουμένης ἀρτηρίας οὐδ’
7. οἱ σφόδρα γεγυμνασμένοι τοῖς ἔσω πέρασι τῶν κινήσεων ἀκολουθοῦσιν,
8. ἀλλὰ καὶ τῆς συστολῆς καὶ αὐτοὺς ἡ τελευτὴ λανθάνει
9. καὶ τῆς διαστολῆς ἡ ἀρχή. ὥστε τούς γε ἀγυμνάστους
10. ἀμήχανον ὅσον εἰκὸς ἐκφεύγειν τῆς κινήσεως, τὴν μὲν συστολὴν
11. σχεδὸν ἅπασαν, μέρος δ’ οὐκ ἐλάχιστον οὐδὲ τῆς διαστολῆς.
12. ὅσον δ’ ἂν ἐκφύγῃ τῆς κινήσεως, ἀναίσθητον τοῖς
13. ἁπτομένοις γενόμενον, τῷ χρόνῳ τῆς ἡσυχίας προσγενόμενον,
14. ἀραιὸν ποιεῖ φαίνεσθαι τὸν σφυγμὸν, ἐπεὶ, πρός γε τὴν ἀλήθειαν
15. αὐτὴν, οὐδαμῶς ἀραιότερος ὁ τῶν κοιμωμένων ἐστὶ
16. σφυγμὸς, ὥσπερ οὐδ’ ἡ ἀναπνοή. ἀλλὰ σαφῶς μὲν κᾀπὶ
17. ταύτης ἡ ἐκπνοὴ πλεονεκτεῖ, μετ’ ἐκφυσήσεως γινομένη, τῆς
18. δ’ ἡσυχίας ὁ χρόνος οὐδὲν προσαυξάνεται. εἴρηταί μοι σχεδὸν
19. ἤδη τὸ σύμπαν ὕπνων πέρι, σαφηνείας δ’ ἕνεκα
20. προσκείσεται τὸ ὑπόλοιπον. ὁ σφυγμὸς ὁ τῶν κοιμωμένων
1. κατὰ μὲν τὴν ἐκτὸς ἠρεμίαν ὅμοιός ἐστι τοῖς τῶν ἐγρηγορότων,
2. κατὰ δὲ τὴν ἐντὸς ἱκανὸν φαίνεται διαλλάττειν, οὐκέτ’
3. ἀκολουθούσης ἡμῶν τῆς αἰσθήσεως τοῖς ἔσω πέρασι
4. τῶν κινήσεων. ἀλλὰ καὶ μικρότερός ἐστι καὶ ἀμυδρότερος ἢ
5. ὁ τῶν ἐγρηγορότων, καὶ μάλιστα κατ’ ἀρχὰς εὐθὺς, ὕστερον
6. γὰρ αὐτῷ προσέρχεταί τι μεγέθους τε καὶ σφοδρότητος. ἀλλὰ
7. καὶ βραδὺς μὲν ἐν ταῖς διαστολαῖς, ταχὺς δὲ ἐν ταῖς συστολαῖς
8. ἐστι, καὶ ὅλως εἴσω μᾶλλον κινεῖται. ὥστε καὶ σφοδρὸν
9. αὐτὸν ἐν ταῖς συστολαῖς εἰπὼν οὐκ ἂν ἁμάρτοις. καὶ γὰρ
10. οὖν καὶ τὸ περίττωμα τῆς τῶν χυμῶν ἐργασίας τὸ οἷον αἰθαλῶδες
11. ἐκκρίνειν ἐφίεται σφοδρότερον ἡ ἀρτηρία κατὰ τοὺς
12. ὕπνους, ὡς ἂν πλέον τότε γινόμενον, ὥστε καὶ διὰ τοῦτο
13. τὰ τῆς ἔσω κινήσεως πλεονεκτεῖ. ὅταν μέντοι καταπαύσηται
14. μὲν ἡ ἐργασία τῶν χυμῶν, μένῃ δ’ ὑπνώττων ὁ ἄνθρωπος,
15. ἄμετρος ἂν δήπουθεν ὁ τοιοῦτος ὕπνος εἴη, μικρότεραι
16. δ’ αἱ κινήσεις ἑκάτεραι καὶ βραδεῖαι καὶ ἄῤῥωστοι καὶ ἀραιαὶ
17. γίνονται κατὰ λόγον. ὕπνος γὰρ, ὡς καὶ τῶν ποιητῶν ἔστιν
18. ἀκοῦσαι λεγόντων, ἀδελφός ἐστι θανάτου, καὶ ἓν αὐτῷ κοινὸν
19. ὑπάρχει μόνον πρὸς τοὺς ζῶντας, ἡ περὶ τὴν τροφὴν
1. ἐργασία, τὰ δ’ ἀλλὰ πάντα τοῖς ἀποθνήσκουσιν ὅμοια, μὴ
2. βλέπειν, μὴ ἀκούειν, μὴ φρονεῖν, μὴ νοεῖν, μὴ λαλεῖν, ἀναίσθητον,
3. ἀκίνητον, ἀλόγιστον ἐῤῥίφθαι. ἂν τοῦτο τοίνυν,
4. ὃ κοινὸν ἔτι μόνον ἔχει πρὸς τοὺς ζῶντας, ἀπόλλυται, τί
5. ἄλλο ἢ ὀρθῶς ἐπὶ θάνατον ὁδὸς ἂν λέγοιτο; καὶ γὰρ οὖν καὶ
6. ὅτι πρώτη μέν ἐστι καὶ κατὰ φύσιν ἡ ἔξω τε καὶ ἀφ’ ἑαυτοῦ
7. κίνησις τῷ θερμῷ, δευτέρα δ’ ἡ εἴσω τε καὶ εἰς ἑαυτὸ,
8. διὰ τὴν τροφὴν γινομένη, πολλάκις ἤδη φθάνομεν εἰρηκέναι.
9. ὅταν οὖν μήτε περὶ τὴν τροφὴν ἔτι πραγματεύηται μηδὲν
10. μήτε τῆς ἔξω οἰκείας ἀναμιμνήσκηται κινήσεως, ἀλλ’ ἀργὸν
11. ἑκατέρωθεν ᾖ, θανάτῳ δηλονότι πελάσει. καὶ λύεται μὲν ὁ
12. τόνος αὐτοῦ καὶ διὰ τοῦτο ἀμυδρὸς ὁ σφυγμὸς γίνεται,
13. καταλύεται δ’ ἡ κίνησις καὶ διὰ τοῦτο μικρὸς καὶ βραδὺς καὶ
14. ἀραιός. κᾂν ἐπὶ πλέον γε προέλθῃ μικρότητός τε καὶ βραδύτητος
15. καὶ ἀραιότητος, ἐγγὺς ἂν ἥκοι τοῦ μηδόλως κινεῖσθαι.
16. τοῦτο δ’ ἦν ὁ θάνατος. οὕτω μὲν ἔχει πάντα τὰ κατὰ τοὺς
17. ὕπνους. εἰ δ’ Ἀρχιγένης μὲν πρὸς τοῖς εἰρημένοις καὶ πληρεστάτους
18. φησὶ φαίνεσθαι τοὺς σφυγμοὺς, Ἀπολλωνίδης δὲ
1. κενωτάτους, οὔ μοι δοκεῖ μηκύνειν ἔτι δεῖν ἡμᾶς περί γε τῶν
2. τοιούτων, ἱκανῶς ἀποδεδειχότας ἐν ταῖς ἔμπροσθεν πραγματείαις
3. ὡς μάτην τοῦτο τὸ γένος τῶν σφυγμῶν οἱ μεθ’
4. Ἡρόφιλον ἐπεισήγαγον, ὥσπερ καὶ ἄλλα πολλά. καὶ θαυμαστὸν
5. οὐδὲν ἐν πράγματι μηδόλως διαγινωσκομένῳ τἀναντία
6. λέγειν Ἀρχιγένην τε καὶ Ἀπολλωνίδην, οὐ γὰρ αἰσθήσεως
7. κοινῆς τὸ πάθος, ἀλλὰ φαντασμάτων ἰδίων ἑκάτερος
8. ἔγραψεν.

Cliquer un n° de page pour en afficher l’image