Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 4.1, ed. Kühn, 1825, vol. 9, p. 156-157. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:4.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΣΦΥΓΜΟΙΣ

ΑΙΤΙΩΝ ΒΙΒΛΙΟΝ Δ.

1. Τῶν ἀλλοιούντων τοὺς σφυγμοὺς αἰτίων
2. ὅσα μὲν δι’ ἑαυτὰ τὴν τροπὴν ἐργάζεται συνέχοντα τὴν γένεσιν
3. αὐτῶν, καὶ διὰ τοῦτο συνεκτικὰ κεκλημένα, διὰ τῶν
4. προτέρων δυοῖν ὑπομνημάτων ἐγράψαμεν· ὅσα δὲ ἐκείνων
5. προηγεῖται, τὰ μὲν ἐν αὐτοῖς τῶν ζώων τοῖς σώμασιν ὑπάρχοντα,
6. τὰ δ’ ἔξωθεν προσπίπτοντα·, ταῦτα ἐν τοῖς ἐχομένοις
7. δύο προθέμενοι διελθεῖν, ἐπειδὴ καὶ διὰ τοῦ τοῖς εἰσαγομένοις
8. γεγραμμένου περὶ τῶν σφυγμῶν ἐφθάσαμεν εἰρηκέναι
1. περὶ αὐτῶν ἐν κεφαλαίοις τε καὶ χωρὶς ἀποδείξεως,
2. ἄμεινον ἐκρίναμεν εἶναι καὶ νῦν αὐτῶν μνημονεύοντες αὐτοῖς
3. ὀνόμασιν ἅμα μὲν ἐπιδιορίζειν ἀκριβέστερον, ἅμα δὲ καὶ τὰς
4. αἰτίας ἀποδοῦναι. διὰ μὲν οὖν τοῦ τρίτου γράμματος τὸν
5. περὶ τῶν ἡλικιῶν τε καὶ χωρῶν καὶ ὡρῶν καὶ φύσεων καὶ
6. προσέτι τῶν καλουμένων ἐπιτηδευμάτων, ἐδεσμάτων τε καὶ
7. πομάτων ἐποιησάμεθα λόγον· ἐν δὲ τούτῳ τῷ τετάρτῳ τε
8. καὶ ὑστάτῳ τῆς προκειμένης πραγματείας ὄντι περὶ τῶν
9. παρὰ φύσιν αἰτίων ὁ λόγος ἡμῖν ἔσται, τὴν ἀρχὴν μὲν ἀπὸ
10. τῶν ψυχικῶν παθῶν ποιησαμένοις, ἐφεξῆς δὲ καὶ περὶ τῶν
11. σωματικῶν διελθοῦσι. προσγράψομεν δὲ κᾀνταῦθα καθ’ ἕκαστον
12. κεφάλαιον τὰς ῥήσεις ἐκ τοῦ τοῖς εἰσαγομένοις γεγραμμένου
13. βιβλίου.

Cliquer un n° de page pour en afficher l’image