9. Ἑξῆς ἐστιν ὁ περὶ τῶν μαραινομένων λόγος,
10. ἐφ’ οὗ καὶ αὐτοῦ προγράψαντες ὅσα πρὸς τὴν τῆς αἰτίας
11. εὕρεσίν ἐστι χρήσιμα, μετὰ ταῦθ’ ὑπογράψομεν τὴν ἐκ τῆς εἰσαγωγῆς
12. ῥῆσιν. ὠνόμασται δὲ τὸ πάθος ἀπὸ τῶν φλογῶν τῶν
13. μαραινομένων. ἐνδείᾳ δ’ αὗται τροφῆς ἀποσβέννυνται. ὅταν
14. οὖν κατὰ τὸν αὐτὸν λόγον ἡ σύμφυτος τοῖς ζώοις θερμασία
15. μαραίνηται, τοὺς σφυγμοὺς ἀναγκαῖον ἀμυδροὺς ὑπάρχειν,
16. ὡς ἂν ἐξ ἀνάγκης ἀῤῥώστου τοῖς οὕτως ἔχουσι τῆς δυνάμεως
17. ἀποτελουμένης. διὰ δὲ ταὐτὸ τοῦτο καὶ μικροὶ γίνονται.
18. καὶ μὴν καὶ τάχος ἔχειν τι φαίνονται, τῷ καὶ τοῦτ’ ἀχώριστον
19. εἶναι τῶν πυρεττόντων. ἐπεὶ καὶ πυρέττουσι μὲν, ἄῤῥωστοι
1. δ’ εἰσὶ τὴν δύναμιν καὶ διὰ τοῦτο καὶ τὸν σφυγμὸν ἔχουσι
2. μικρὸν, ἀναγκαῖον αὐτοῖς ἐστι καὶ πυκνὸν ἔχειν. ἐδείχθη
3. γὰρ καὶ τοῦτ’ ἐν τοῖς ἔμπροσθεν λόγοις. ἀῤῥωστίᾳ δὲ δυνάμεως
4. ἐδείκνυτο καὶ ὁ περινενευκὼς ἕπεσθαι σφυγμὸς, μύουρος
5. ὢν καθ’ ἑκάτερα τὰ μέρη. δῆλον δ’ ὡς καὶ διὰ παντὸς
6. ὅμοιον ἑαυτῷ τὸν σφυγμὸν ἔχουσιν οἱ τοιοῦτοι, τῆς διαθέσεως
7. οὐκ ἐκ τῶν ὑγρῶν, ἢ τοῦ πνεύματος ὁρμωμένης, ἀλλ’
8. ἐν αὐτοῖς τοῖς στερεοῖς ὑπαρχούσης. ὅλη γὰρ ἐπὶ τούτων ἡ
9. ἕξις τοῦ σώματος οἷον ἄνθραξ τις γέγονε. καὶ διὰ τοῦτο
10. ἑκτικοὺς οἱ νεώτεροι τῶν ἰατρῶν ὀνομάζουσι τοὺς τοιούτους
11. σφυγμούς. ἐφ’ ὧν δ’ ἤδη τελείως ἀποσβέννυται τὸ θερμὸν,
12. ἐπὶ γερόντων δὲ μάλιστα τοῦτο συμπίπτει, καὶ ἀραιότερος ὁ
13. σφυγμὸς γίνεται. καλεῖ δὲ τὸν τοιοῦτον μαρασμὸν ὁ Φίλιππος
14. ἐκ νόσου γῆρας, καὶ συμπίπτει μάλιστα μὲν τοῖς παρηβῶσιν,
15. ἐνίοτε καὶ τοῖς ἔτι ἀκμάζουσι. καὶ καλῶς ὑπὲρ αὐτῶν γέγραπται
16. τῷ Φιλίππῳ ὅτι τούτων ἡ διάθεσις οὐ τοῖς ἀκριβῶς
17. διαπύροις ἄνθραξιν ἔοικεν, ἀλλὰ τοῖς οὕτω σβεννυμένοις
18. ὡς εἰς τέφραν ἤδη μεταβάλλειν. ἀρκεῖ ταῦτα τῷ γε νοῦν
1. ἔχοντι πρὸς τῷ παρακολουθῆσαι τοῖς ἑξῆς. ὑπογράψομεν οὖν
2. ἤδη τὴν ἐκ τῆς εἰσαγωγῆς λέξιν.
3. Ὁ δὲ τῶν μαραινομένων οὐ καθ’ ἓν εἶδος σφυγμὸς τρέπεται.
4. χρὴ γοῦν καθόσον ἐνδέχεται διαφοραῖς εὐδήλοις διορίσασθαι
5. περὶ αὐτῶν. οἱ μὲν δὴ ταῖς μὴ λυθείσαις φλεγμοναῖς
6. κατὰ βραχὺ συναπομαρανθέντες ἀμυδροὺς καὶ θάττονας
7. καὶ πυκνοὺς ἄγαν καὶ μυούρους κατὰ μέγεθος ἐν μιᾷ πληγῇ
8. τοὺς σφυγμοὺς ἴσχουσιν, οὓς Ἀρχιγένης ἐπινενευκότας τε καὶ
9. περινενευκότας καλεῖ, σαφῶς δηλοῦν βουλόμενος τὸ κατὰ
10. τὴν διαστολὴν βραχὺ μετὰ τῆς τῶν ἑκατέρωθεν περάτων οἷον
11. ἐπινεύσεως. οὐ γὰρ ὡς ἀποκεκομμένων ἀθρόως, ἀλλ’ ὡς
12. ἐπικεκαμμένων τῶν ἑκατέρωθεν μερῶν εἰς βραχὺ συνέσταλται,
13. μύουρος ὢν τῷ μεγέθει καὶ καθ’ ἑκάτερα τὰ μέρη. τοῦτο
14. μὲν οὖν οὐ τούτοις μόνοις, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν
15. ὁπωσοῦν μαραινομένων ὑπάρχει, τοῖς μὲν διὰ φλεγμονὰς πᾶσιν,
16. ἤδη δὲ καὶ τῶν ἄλλων πολλοῖς, εἰ μή τι ἄρα κᾀκεῖνοι
17. διά τινας φλεγμονὰς λανθανούσας μαραίνονται. καὶ εἴη ἂν
18. οὗτος τῶν ἐπὶ φλεγμοναῖς μαραινομένων ἴδιος, οὐδενὶ τῶν
1. ἄλλως μαρανθέντων ὑπάρχων. ἑκτικὸς δὲ πᾶσι τοῖς μαραινομένοις
2. ὁ σφυγμός ἐστι καὶ τοῦτ’ αὐτοῖς κοινότατον. ἐν δευτέρῳ
3. δ’ ἡ κατὰ τὸ μέγεθος τῆς διαστολῆς ἀνωμαλία μυουρίζουσα.
4. καὶ γὰρ καὶ τοῦτο τοῖς πλείστοις ὑπάρχει. τρίτον δὲ
5. τὸ τῆς πυκνότητος. ὑπάρχει γὰρ καὶ τοῦτο πᾶσι μὲν τοῖς ἐπὶ
6. φλεγμοναῖς μαρανθεῖσιν ἀχώριστον, ἅπασί τε τοῖς ἐπὶ καρδιακαῖς,
7. ἢ στομαχικαῖς συγκοπαῖς ὀξέως κινδυνεύσασιν, εἶτα
8. ὑπὸ οἴνου πόσεως διαφυγοῦσι μὲν τὴν ὀξύτητα, μαρανθεῖσι
9. δὲ τῷ χρόνῳ, εἰ μή τι ἄρα καὶ τούτους φήσειέ τις ἐπὶ
10. μικραῖς φλεγμοναῖς ἀδήλοις ἡμῖν ἀπόλλυσθαι. καὶ γάρ τινες
11. αὐτῶν τὸν ἐπινενευκότα σφυγμὸν ἔχουσιν, εἰ μή τι ἄρα πάλιν
12. τούτους μὲν ἐπὶ φλεγμονῇ, τοὺς δ’ ἄλλους χωρὶς φλεγμονῆς
13. μαραίνεσθαί φασι. τοῦτο μὲν δὴ ἄπορον. ἔχουσι δ’
14. οὖν οὗτοι σφυγμὸν ἑκτικὸν, ἀμυδρὸν, πυκνὸν ἄγαν, καί τινες
15. αὐτὸν ἐπινενευκότα καλοῦσι. δευτέρα μὲν αὕτη διαφορὰ
16. σφυγμῶν τοῖς μαραινομένοις. ἄλλη δὲ τρίτη τὸν ἀραιὸν
17. ἰσχόντων, ἀλλὰ καὶ τούτοις πάντως ὅ τε προηγησάμενος πυρετὸς
1. ἐπύκνωσεν αὐτοὺς, τῆς τε δυνάμεως ἡ ἐσχάτη λύσις ἱκανῶς
2. πυκνοῖ. τοὐν μέσῳ δὲ πάντων πυρετῶν ἀποψυχθέντων,
3. μηδέπω δὲ ἀπολλυμένων αὐτῶν, τὴν εἰς ἀραιότητα τροπὴν
4. εἰργάσατο. τοῦτο τὸ εἶδος τοῦ μαρασμοῦ πρεσβυτικῆς ἡλικίας
5. ἴδιον, ἡνίκ’ ἂν μάλιστα τῶν κατὰ πνεύμονα καὶ θώρακα
6. πεπονθός τι τύχοι. οὗτοι τὴν πυρεκτικὴν σκληρότητα τοῦ
7. σφυγμοῦ φυλάττουσι, κᾂν ἀραιὸς ᾖ. παντελῶς δ’ ὀλίγοις τῶν
8. μαραινομένων εἰς ἄλλην ἀνωμαλίαν ὁ σφυγμὸς τρέπεται,
9. πλὴν τῆς εἰρημένης κατὰ τὸ μέγεθος.