10. Ὁ δὲ τῶν φθισικῶν ὀνομαζομένων σφυγμὸς
11. μικρὸς καὶ ἀμυδρός ἐστι καὶ μαλακὸς, καὶ ταχὺς συμμέτρως
12. καὶ ἑκτικός.
13. Ἑξῆς περὶ τῶν φθισικῶν ὀνομαζομένων ὁ λόγος ἐστί.
14. μικρὸν μὲν καὶ ἀμυδρὸν ἐχόντων τὸν σφυγμὸν, ἀῤῥωστίᾳ
15. τῆς δυνάμεως, οὐ μὴν ἱκανῶς γε ταχὺν, ὥσπερ οἱ πολλοὶ
16. τῶν πυρεττόντων, ὅτι μηδὲ περικαῆ πυρέττουσι πυρετόν.
17. ἑκτικὸν δὲ καὶ οὗτοι τὸν σφυγμὸν ἔχουσιν, ὅτι καὶ
18. τὸν πυρετόν. ἀπὸ γοῦν τοῦ κατειληφότος τὴν ὅλην ἕξιν
19. τοῦ σώματος αὐτῶν πυρετοῦ ὁ σφυγμὸς οὗτος ὀνομάζεται.
1. ἑξῆς δὲ τούτων ἐν τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ βιβλίῳ
2. περὶ τῶν περιπνευμονικῶν ὁ λόγος ἐστί. προσγράψαι δὲ κᾀνταῦθα
3. τὴν ῥῆσιν ἄμεινον εἶναί μοι δοκεῖ, τοιαύτην
4. ὑπάρχουσαν.