5. Ὁ δὲ τῶν περιπνευμονικῶν μέγας ἐστὶ καὶ
6. ἀμυδρὸς καὶ μαλακὸς, ὁμοίως τῷ τῶν ληθαργικῶν, πλὴν ὅσα
7. πλεονάζει τῇ ἀνωμαλίᾳ, τῇ τε κατὰ μίαν πληγὴν καὶ τῇ
8. συστηματικῇ καλουμένῃ· κατὰ μὲν τὴν μίαν πληγὴν οἷον διακεκομμένος
9. τε καὶ κυματιζόμενος καὶ δίκροτος ἔσθ’ ὅτε γινόμενος,
10. ἐν δὲ τῇ συστηματικῇ, τάς τε ἄλλας διαφορὰς ἔχων
11. καὶ ποτὲ μὲν διαλείπει, ποτὲ δὲ παρεμπίπτει.
12. Ἡ μὲν ῥῆσις αὕτη, τὰ συμπίπτοντα τοῖς περιπνευμονικοῖς
13. ἀκριβῶς ἐκδιδάσκουσα. τὰς δ’ αἰτίας αὐτῶν οὐ χαλεπὸν
14. ἐξευρίσκειν τῷ μεμνημένῳ τῶν ἐν τοῖς πρώτοις ὑπομνήμασιν
15. ἀποδεδειγμένων. οὐδὲν γὰρ θαυμάσιον οὔτε μέγαν εἶναι τὸν
16. σφυγμὸν αὐτῶν οὔτε ἀμυδρὸν οὔτ’ ἀνώμαλον ἐπὶ φλεγμοναῖς
17. τοῦ πνεύμονος, οὕτω μὲν χαύνου καὶ μαλακοῦ σπλάγχνου,
18. καὶ μεστοῦ κενῶν χωρίων μυρίων, οὕτω δὲ πλησίον
1. τῆς καρδίας κειμένου. διότι μὲν γὰρ χαῦνον καὶ μαλακὸν καὶ
2. πολύκενον, ὑπὸ φλεγματικωτέρου τε καὶ παχυτέρου τὴν σύστασιν
3. αἵματος, εἰς φλεγμονὴν ἄγεται, τοῦ λεπτοῦ καὶ χολώδους
4. ὡς τὰ πολλὰ διαῤῥέοντός τε καὶ σφηνωθῆναι μηδαμῶς
5. κατὰ τὸ σπλάγχνον δυναμένου. τὸ δὲ τοιοῦτον ῥεῦμα,
6. λέγω δὲ τὸ φλεγμονικὸν, διαβρέχει μὲν τὸν χιτῶνα τῶν ἀγγείων,
7. διαλύει δὲ τὸν τόνον τῆς ἐν αὐτοῖς δυνάμεως, καὶ
8. οὕτω μεγάλους τε ἅμα καὶ ἀμυδροὺς ἀποτελεῖ τοὺς σφυγμούς.
9. ὅτι δὲ καὶ τῆς καρδίας ἐγγὺς τὸ σπλάγχνον, ἡ
10. ἀνωμαλία πολυειδὴς γίνεται. θλίψεσι γὰρ ἀρτηριῶν καὶ σφηνώσεσι
11. καὶ ὅλως πληθωρικαῖς διαθέσεσιν ἐδείξαμεν ἕπεσθαι
12. τὴν ἀνωμαλίαν, καὶ μᾶλλον, ἐπειδὰν ἐγγὺς ὦσι τῆς καρδίας.
13. ὅτι δ’ ἐν ταῖς περιπνευμονίαις θλίβονται καὶ βαρύνονται
14. καὶ σφηνοῦνται καὶ ἀῤῥωστοῦσιν αἱ ἀρτηρίαι τοῦ
15. πνεύμονος, οὐ δεῖ λόγου. διὰ τοῦτο δὲ καὶ ὁ δίκροτος ἐπ’
16. αὐτῶν σφυγμὸς σπανίως γίνεται, καίτοι τῆς γ’ ἄλλης ἀνωμαλίας
17. πολλῆς συμπιπτούσης, ὅτι δεῖ τοὐπίπαν τῷ δικρότῳ
18. προσεῖναί τι σκληρότητος ἀγγείου. ταύτην δ’ ἐκ φλεγματικοῦ
19. ῥεύματος οὐχ οἷόν τε κτήσασθαι. τοῦ γὰρ χολωδεστέρου τὸ
1. συνάγειν καὶ ξηραίνειν καὶ τείνειν καὶ σκληρύνειν ἔργον. ἐπεὶ
2. τοίνυν σπανίως τοῦτο διοχλεῖ τῷ πνεύμονι, δῆλον ὡς καὶ ἡ
3. σκληρότης σπανίως ἔσται· εἰ δὲ τοῦτο, καὶ ὁ δίκροτος σφυγμός.
4. ὅτι δὲ παρὰ τὸ τῆς βλάβης μέγεθος ἤτοι διαλείποντες
5. ἢ παρεμπίπτοντες ἔσονται σφυγμοὶ, καὶ τοῦτ’ ἐν τῷ δευτέρῳ
6. λόγῳ δεδήλωται. καὶ ὅστις οὐ μέμνηται ἐκείνων, μάτην καὶ
7. ταῦτα ἀναλέγεται. μεμνημένῳ δὲ περιττοτέρας ἐξηγήσεως οὐχ
8. ἡγοῦμαι δεῖν ἔτι. καὶ γὰρ τὰ τούτοις ἐφεξῆς εἰρημένα διὰ τῆς
9. εἰσαγωγῆς ὑπὲρ τῶν περιπνευμονικῶν οὐκ ἔχει τὰς αἰτίας
10. ἀσαφεῖς τῷ μεμνημένῳ τῶν πρώτων, ἀλλ’ ἀπόχρη κᾀνταῦθα
11. τὴν ῥῆσιν αὐτὴν παραγράψαι μόνον.
12. Πυρεττόντων δὲ ἁπάντων τῶν περιπνευμονικῶν ὀξέως,
13. καί τι καὶ κωματῶδες ἐχόντων, ὁπότερον ἂν αὐτῶν ἐπικρατῇ,
14. κατ’ ἐκεῖνον μάλιστα τὸ ποσὸν τῆς πυκνότητος εὑρίσκεται.
15. πυρετωδεστέρας μὲν γὰρ ὑπαρχούσης τῆς περιπνευμονίας,
16. ἱκανῶς πυκνὸς ὁ σφυγμὸς, κωματωδεστέρας δὲ ἧττον πυκνός.