1. Ὁ δὲ τῶν ληθαργικῶν σφυγμὸς ὅμοιος ὢν
2. τῷ τῶν περιπνευμονικῶν κατὰ μέγεθος καὶ ἀσθένειαν καὶ
3. μαλακότητα βραδύτερός ἐστιν αὐτοῦ καὶ ἀραιότερος καὶ ἧττον
4. ἀνώμαλος, διαλείπων μᾶλλον ἢ παρεμπίπτων. γίνεται
5. δ’ ἔστιν ὅτε καὶ δίκροτος. ἀεὶ μέντοι κυματώδης ἐστὶν ἔν γε
6. ταῖς βαθείαις καταφοραῖς, ἐφ’ ὧν ταῦτα λέγεται. τῶν γὰρ
7. συμπεπληρωμένων ἅπασι τοῖς ἑαυτῶν γνωρίσμασι νοσημάτων
8. τοὺς σφυγμοὺς διέξιμεν, ἵνα καὶ τῶν ἐλλειπόντων κατά τι καὶ
9. μηδέπω τελέων ἱκανῶς γνωρίζειν δυνηθῶμεν τὸ μέγεθος,
10. ὅσον τε ἤδη ἔχουσι καὶ ὅσον οἷόν τε προσγενέσθαι
11. αὐτοῖς.
12. Ὅτι καὶ ὁ λήθαργος ἐπὶ φλεγματώδει γίνεται χυμῷ,
13. δέδεικται καὶ τοῦτ’ ἐν τοῖς ἰδίοις ὑπὲρ τῶν νοσημάτων λόγοις.
14. ὥστε καὶ εὐλόγως ὁ σφυγμὸς ὁμοιότατός ἐστι τῷ τῶν περιπνευμονικῶν,
15. βραδύτερος εἰς τοσοῦτον εἰς ὅσον ἀποκεχώρηκε
16. τῆς καρδίας οὐκ ὀλίγον ὁ ἐγκέφαλος. ὁ γὰρ δὴ πνεύμων
17. τῇ γειτνιάσει τῇ πρὸς ἐκείνην εὐλόγως ὠκυτέρους
18. τε καὶ πυκνοτέρους ἀπεργάζεται τοὺς σφυγμοὺς, ἐπειδὰν
19. θερμότερος ᾖ. ὅτι δὲ καὶ ἀνωμάλους μᾶλλον εὔλογον
1. γίνεσθαι διὰ τὴν γειτνίασιν, οὐδὲ τοῦτο ἄδηλον τοῖς μεμνημένοις
2. τῶν πρώτων. διὰ τοῦτο δὲ καὶ διαλείπων ἐστὶν ἢ
3. παρεμπίπτων μᾶλλον ὁ τῶν ληθαργικῶν σφυγμός. ἐπὶ
4. πλέον γὰρ ψυχρότερον, καὶ ὡς ἂν εἴποι τις νεκρωδέστερον
5. τοῦ τῆς περιπνευμονίας ἐστὶ τὸ τοῦ ληθαργικοῦ νόσημα.
6. ψυχρᾶς δ’ ἦν οἰκεῖος διαθέσεως καὶ δυνάμεως ἐπὶ πλέον
7. ἀπεψυγμένης ὁ διαλείπων σφυγμός.