Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 4.14, ed. Kühn, 1825, vol. 9, p. 184-187. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:4.14

8. Ὁ δὲ τῶν φρενιτικῶν σφυγμὸς μικρός
9. ἐστι· σπανιώτατα δ’ ὤφθη ποτὲ μέγας, καὶ τόνου μετρίως
10. ἔχει καὶ σκληρὸς καὶ νευρώδης ἐστὶ καὶ πυκνὸς ἄγαν
11. καὶ ταχύς. ἔχει δέ τι καὶ κυματῶδες. ἐνίοτε δὲ καὶ ὑποτρέμειν
12. σοι δόξει· ποτὲ δὲ καὶ ἀποκεκόφθαι σπασμωδῶς. τὸ γὰρ
13. τῶν πυρετῶν ἴδιον ἐν τῷ τάχει σύμπτωμα μάλιστα οὗτος
14. ἐναργῶς ἐκτήσατο κατ’ ἀμφότερα τῆς διαστολῆς τὰ πέρατα,
15. καὶ μᾶλλον τὸ ἔξω. ἔστι δὲ καὶ τὸ τῆς κατὰ τὴν θέσιν ἀνωμαλίας
16. εἶδος εὑρεῖν ἐν αὐτῷ σφοδρῶς γενόμενόν ποτε. ἀλλὰ
17. καὶ ὅλη σοι δόξει πολλάκις ἡ ἀρτηρία, καταλιποῦσα τὸν ἑαυτῆς
18. τόπον ἄνω φέρεσθαι, κλονωδῶς ἀναβραττομένη μᾶλλον
19. ἢ σφυγμωδῶς διαστελλομένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ
1. κάτω χωρεῖν, κατασπωμένη μᾶλλον ἢ συσπωμένη. τὸ δ’
2. ἄγαν αὐτῆς πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν.
3. Οὐδ’ ἐνταῦθα χαλεπὸν οὐδὲν ἐξευρεῖν τὰς τῶν εἰρημένων
4. αἰτίας τῷ γιγνώσκοντι μὲν ὡς ἐπὶ χολώδει χυμῷ
5. φρενῖτις γίνεται, καθάπερ ἐπὶ φλεγματώδει λήθαργος, εἰδότι
6. δὲ ὅτι καὶ κατὰ μὲν αὐτὸν τὸν ἐγκέφαλον ὁ λήθαργος
7. μᾶλλον ἔχει τὴν γένεσιν, ἡ φρενῖτις δὲ κατά τε τὴν λεπτὴν μάλιστα
8. μήνιγγα καὶ τὸ διάφραγμα. τούτων γάρ τις μεμνημένος
9. καὶ ὅτι μικροὶ καὶ ὅτι σκληροὶ κατὰ λόγον οἱ σφυγμοὶ γίνονται
10. μαθεῖν οὐ δεῖται. καὶ μὴν εἰ θερμὸν μὲν τὸ πάθος, μικροὶ δ’
11. οἱ σφυγμοὶ, πάντως δήπου καὶ πυκνοί. δέδεκται γὰρ ἐν τοῖς
12. ἔμπροσθεν ὡς τὸ τῆς προτέρας διαστολῆς ἐλλιπὲς εἰς πυκνότητα
13. τρέπει τοὺς σφυγμούς. ὥσπερ δ’ ὁ περιπνευμονικὸς
14. σπανίως ποτὲ δίκροτος γίνεται, διότι σκληρότητος ἥκιστα μετέχει,
15. οὕτως ὁ φρενιτικὸς κυματώδης σπανιώτατα γίνεται,
16. διότι καὶ αὐτὸς ἥκιστα μετέχει μαλακότητος. τὸ δ’ ὑποτρέμειν
17. ὅτι δυνάμεώς ἐστιν ἀῤῥωστούσης γνώρισμα δέδεικται
18. δι’ ἑτέρων. ὅταν οὖν ἡ ἐν ταῖς ἀρτηρίαις δύναμις ἐπιπλέον
19. διαστέλλειν αὐτὰς ἐγχειρῇ, δεῖται γὰρ τούτου διὰ τὸ πλῆθος 
1. τῆς θερμασίας, ἔπειτα μὴ δύνηται διὰ τὴν σκληρότητα τοῦ
2. χιτῶνος, ὑποτρέμειν πως ὁ σφυγμὸς δοκεῖ. καὶ δῆλον ὡς
3. τηνικαῦτα μάλιστα γίνεται τὸ τοιοῦτον, ἐπειδὰν καὶ συγκοπήσεσθαι
4. μέλλωσιν, ὥσπερ ἐπειδὰν σπασθήσεσθαι, σπασμώδης
5. ἐστὶ καὶ ἡ τῶν σφυγμῶν κίνησις. τὸ δ’ ἀποκεκόφθαι
6. σπασμωδῶς τὴν κίνησιν καὶ μὴ κατὰ βραχὺ παύεσθαι διὰ
7. παντὸς ὑπάρχει τοῖς φρενιτικοῖς, ὡς ἂν καὶ τῆς θερμότητος
8. ἐπικρατούσης καὶ τῶν ὀργάνων σκληρῶν ὑπαρχόντων. ὀρεγομένης
9. γὰρ ἔτι τῆς δυνάμεως διαστέλλειν τὰς ἀρτηρίας, ἡ
10. τῶν χιτώνων ἀντιβαίνει σκληρότης, κᾀντεῦθεν τὸ βίαιον καὶ
11. τὸ οἷον σπασμωδῶς ἀποκεκομμένον. οὕτω δὲ σκληρότης καὶ
12. ἡ ἀρχὴ τοῦ διαστέλλεσθαι τὰς ἀρτηρίας ἐξαιφνίδιός τέ τις
13. καὶ ἀθρόα ὥσπερ ἐκθορνυμέναις γίνεται μᾶλλον, οὐ κατὰ
14. βραχὺ διαστελλομέναις. οὕτω δὲ καὶ τοῖς ἐπὶ φλεγμονῇ πυρέττουσιν
15. ἅπασι, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον φαίνεται
16. τὸ τοιοῦτο συμβαῖνον, οὐκ ἐν τῷ πέρατι μόνον τῆς κινήσεως,
17. ἀλλὰ κατὰ τὴν ἀρχὴν εὐθύς. αἰτία δὲ κοινὴ τούτων ἁπάντων
18. ἡ τῆς χρείας τῶν σφυγμῶν αὔξησις, ἅμα τῇ τοῦ χιτῶνος
19. σκληρότητι. ὅταν γὰρ ἐπείγῃ μὲν ἡ χρεία, καὶ διὰ τοῦθ’
1. ἡ δύναμις ὡς ἐπὶ μεγάλην τε καὶ ταχεῖαν ἐξορμᾷ διαστολὴν,
2. ἀντιβαίνει δ’ ἡ τῶν ὀργάνων σκληρότης, ἀνάγκη τὴν προειρημένην
3. ἰδέαν ταῖς κινήσεσι συμπίπτειν. ἀλλὰ καὶ ὅτι διὰ τὴν
4. αὐτὴν ταύτην ξηρότητά τε καὶ σκληρότητα καὶ τάσιν τῶν
5. ἀγγείων ἀνώμαλος ὁ σφυγμὸς φαίνεται κατὰ τὴν θέσιν οὐδὲν
6. θαυμαστὸν ἐννοεῖν τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.
7. ὥσπερ οὔθ’ ὅτι τὸ λίαν πυκνὸν ἐφεδρεύουσαν ἀπειλεῖ συγκοπήν.
8. ἀῤῥώστου γὰρ δυνάμεως ἡ πυκνότης ἔγγονος
9. ἐδείκνυτο.

Cliquer un n° de page pour en afficher l’image