10. Ἐφεξῆς ὁ λόγος ἐστὶ περὶ τοῦ μικτοῦ
11. δοκοῦντος εἶναι πάθους ἔκ τε φρενίτιδος καὶ ληθάργου καὶ
12. διὰ τοῦτο καὶ τοὺς σφυγμοὺς ἐν τῷ μέσῳ τῆς ἑκατέρου
13. τῶν παθῶν ἔχοντος ἰδέας. ἥτις μὲν δὴ τοῦδε τοῦ πάθους
14. ἐστὶν ἡ φύσις, ἐν ἑτέροις δεδήλωται· διότι δ’ εὔλογον αὐτῷ
15. καὶ τοὺς σφυγμοὺς ἔχειν μικτοὺς, ὡς ἂν καὶ αὐτῷ μικτῷ
16. φύσιν ὑπάρχοντι, θαυμάσιον οὐδέν. ὥστε τις τοῦτο γινώσκων
17. οὐδὲν ἔτι δεῖται λόγου πλείονος. ἀλλ’ ἀρκεῖ μοι
18. κᾀνταῦθα παραγράψαι τὴν ἐκ τῆς εἰσαγωγῆς ῥῆσιν, ᾧδέ πως
19. ἔχουσαν.
1. Ἔστι δέ τι καὶ ἄλλο πάθος, ὃ εἴτε μέσον αὐτὸ ληθάργου
2. καὶ φρενίτιδος χρὴ νομίζειν, ὡς οὐδ’ ἑτέρῳ ταὐτὸν ὂν,
3. εἴτε κοινὸν ἀμφοῖν, ὡς μικτὸν ἔκ τε τῶν τῆς φρενίτιδος εἰδῶν
4. ἔκ τε τῶν τοῦ ληθάργου, τοῦτο μὲν ἰδίᾳ σκεψόμεθα· περὶ
5. δὲ τῶν σφυγμῶν νῦν αὐτοῦ ἐροῦμεν. καὶ ἵνα μὴ ὥσπερ αἴνιγμά
6. τι προσβεβλημένον εἴη, τοῖς συνεδρεύουσιν αὐτὸ δηλώσω.
7. τὰ μὲν πολλὰ μύουσι τοῖς ὀφθαλμοῖς καὶ ὑπνώδεις
8. εἰσὶ καὶ ῥέγχουσιν. αὖθις δ’ αὖ ἐπὶ πλεῖστον ἀτενὲς ὁρῶντες
9. διετέλεσαν ἀσκαρδαμυκτὶ, παραπλησίως τοῖς κατόχοις.
10. καὶ εἰ πυνθάνοιό τι καὶ εἰ διαλέγεσθαι βιάζοιο, δυσχερεῖς
11. ἀποκρίνασθαι καὶ ἀργοὶ, τὰ πολλὰ δὲ παραφόρως φθεγγόμενοι
12. καὶ οὐκ ὀρθῶς ἀποκρινόμενοι καὶ ληροῦντες εἰκῆ.
13. τοιοῦτον μέν ἐστι τὸ πάθος, ὃ νῦν βούλομαι δηλοῦν τοῖς
14. συνεδρεύουσι γνωρισθὲν, ἀπορίᾳ οἰκείου ὀνόματος. οἱ σφυγμοὶ
15. δ’ αὐτοῦ ταχεῖς μὲν καὶ πυκνοὶ, παραπλησίως φρενιτικοῖς,
16. ἀλλ’ ἧττον. οὕτω δὲ καὶ ἰσχύος ἧττον ἐκείνων ἔχουσιν,
17. πλατεῖς δὲ καὶ βραχεῖς, καὶ τὸ κατὰ τὴν ἔξω κίνησιν,
18. ἀθρόως ἀποκεκομμένον οὐκ ἔχοντες, ἀλλ’ ἑτέρω μὲν
1. τρόπῳ καθάπερ εἴσω σπεύδοντες ὑποφεύγουσιν, ἐπιταχύνοντες
2. τὴν συστολὴν, καὶ οἷον ὑποκλέπτοντες τῷ τὴν διαστολὴν,
3. οὐ μὴν ὅμοιοί γε κατ’ αὐτὴν τῷ τῶν φρενιτικῶν. τὸ γὰρ οἷον
4. ἀποκεκομμένον οὐκ ἔχουσιν.