5. Οἱ δὲ τῶν κατόχων σφυγμοὶ, κατόχους
6. γὰρ αὐτοὺς καὶ κατεχομένους ἐκάλουν οἱ παλαιοὶ, κατοχὴν
7. δὲ καὶ κατάληψιν οἱ νεώτεροι τὸ πάθος ὀνομάζουσιν, ἐοίκασι
8. μὲν τὰ ἄλλα τοῖς ληθαργικοῖς, μεγέθους τε χάριν καὶ
9. βραδύτητος καὶ ἀραιότητος, ὥσπερ καὶ ὅλον τὸ πάθος τοῦ
10. πάθους οὐ πόῤῥω τὴν ἰδέαν ἐστὶν, οὐ μὴν ἀσθενὴς ὁ τῶν
11. κατόχων σφυγμὸς, οὐδὲ μαλακὸς, ἀλλ’ ἐν τούτοις δὴ καὶ
12. πάνυ διαφέρει, ὥστε κᾀν τῷ λύεσθαι μὲν καὶ οἰδίσκεσθαι
13. τὴν ὅλην ἕξιν τοῖς ληθαργικοῖς, ἐσφίχθαι δὲ καὶ συνέχεσθαι
14. τοῖς κατόχοις. οὕτω δὲ καὶ ἀνωμαλίᾳ καὶ ὁμαλότητι
15. διαφέρουσιν ἀλλήλων. ὁμαλὸς γὰρ ὁ τῶν κατόχων σφυγμὸς,
16. ἀνώμαλος δὲ ὁ τῶν ληθαργικῶν. Ἀρχιγένης δέ φησι τὸν
17. τῆς ἀρτηρίας τόπον ἰδίως ἐπ’ αὐτῶν θερμότερον εὑρίσκεσθαι,
18. καθάπερ τοῖς σπασθησομένοις μετὰ καταφορᾶς.
1. Σύμπαντα σχεδὸν τἄλλα ταὐτὰ τοῖς κατόχοις ἐστὶ πρὸς
2. τοὺς ληθάργους, πλὴν τοῦ διοιδίσκεσθαί τε καὶ οἷον νεκροῦσθαι
3. τὴν ἕξιν. ὅθεν καὶ οἱ σφυγμοὶ τήν τε ἀμυδρότητα καὶ
4. τὴν μαλακότητα παραλλάττουσαν ἴσχουσι, τὴν μὲν, ὅτι μήπω
5. τῆς δυσκρασίας ὅλην τὴν ἕξιν διαδεδυκυίας ἡ δύναμις εὔρωστός
6. ἐστι, τὴν μαλακότητα δὲ οὐδ’ αὐτὴν ἔχουσιν, ὅτι μηδὲ
7. τὸν χιτῶνα τῆς ἀρτηρίας ἤδη μαλακόν. ὁ δὲ τῆς ἀρτηρίας
8. τόπος οὐκ ἀεὶ μὲν ἐναργῶς, ἐμοὶ γοῦν ἐφάνη θερμότερος,
9. ὡς τὰ πολλὰ μέντοι σαφῶς εὑρίσκεται θερμότερος. αἴτιον
10. δὲ κᾀν τούτῳ τῷ πάθει κᾀν τοῖς ἄλλοις, ἐν οἷς ταὐτὸν
11. εὑρίσκεται σύμπτωμα, τὸ τὴν ψύξιν τῆς ἕξεως οὐχ ὁμοίως
12. ἧφθαι τῶν ἀρτηριῶν. πολλὰ γὰρ τοιαῦτα συμπίπτει ταῖς
13. ἀνωμάλοις δυσκρασίαις. φαίνεται τοίνυν θερμότερος ὁ τῶν
14. ἀρτηριῶν τόπος τῶν πέριξ, ἐνίοτε μὲν αὐτῷ τῷ θερμανθῆναι
15. μᾶλλον, ἐνίοτε δὲ τῷ τῶν περικειμένων ἧττον ἐψύχθαι.