16. Τῶν δὲ σπωμένων αὐτὸ μὲν τὸ σῶμα τῆς
17. ἀρτηρίας συνῆχθαι δοκεῖ, καὶ πανταχόθεν ἐστεγνῶσθαι, οὐχ
18. ὡς τεθλιμμένον ὑπό τινος, ἢ στενοχωρούμενον, οὐ μὴν οὐδ’
19. ὡς πεφρικὸς, οἷον τὸ πυρεκτικὸν, καὶ μάλισθ’ ὡς ἐν ἐπισημασίαις,
1. οὐδ’ ἐν ἐπισημασίαις, οὐδ’ ὡς διὰ σκληρότητα δυσεπέκτατον,
2. οἷον τὸ ἐπὶ χρόνου μήκεσι, καὶ μάλιστα σὺν ἁμαρτήμασιν,
3. ἢ σπλάγχνων κακώσεσιν, ἀλλ’ ὡσανεὶ σῶμα νευρῶδες
4. κοῖλον, οἷον ἔντερον, ἤ τι παραπλήσιον ἐξ ἀμφοτέρων τῶν
5. περάτων τεταμένον. οὕτω δὲ καὶ ἡ κίνησις ἀνώμαλος, ἄνω
6. καὶ κάτω μεθισταμένης τῆς ἀρτηρίας, ὥσπερ χορδῆς. οὐδὲ
7. γὰρ διαστολῆς ἢ συστολῆς ἔμφασίς ἐστιν, ἀλλὰ κλόνῳ μᾶλλον
8. ἔοικεν, οἷον ἐκπηδώσης ἄνω καὶ αὖθις εἴσω σπωμένης.
9. καὶ οὐδὲ διακεκριμένως τοῦτο πασχούσης, ἀλλ’ ἑνὶ χρόνῳ
10. πολλάκις τὸ μέν τι μέρος αὐτῆς ἄνω φέρεσθαι δοκεῖ, καθάπερ
11. ἐκτοξευόμενον, τὸ δὲ ἔσω φέρεσθαι, καθάπερ ὑπό τινος
12. ἑλκόμενον· καὶ τὸ μὲν ταχέως κινεῖσθαι, τὸ δὲ βραδέως.
13. δοκεῖ δὲ καὶ σφοδρὸς εἶναι καὶ μέγας ὁ τῶν σπωμένων σφυγμός.
14. ὁ δ’ ἔστι μὲν οὔτ’ ἄῤῥωστος οὔτε μικρὸς, οὐ μὴν
15. ἐφ’ ὅσον φαντάζεται σφοδρὸς, ἢ μέγας. ἐξαπατᾷ γὰρ ἡ
16. πληγὴ, διὰ μὲν τὴν τάσιν εὔρωστος φαινομένη, διὰ δὲ τὸν
17. κλόνον ἐκπηδητική. ὅθεν καὶ ὑψηλότερος ἔσθ’ ὅτε φαίνεται
18. καὶ οἷον ψόφον τινὰ τραχὺν ἀποτελεῖ πρὸς τὴν ἁφήν.
1. καὶ οὐκ ἄν τινα λάθοι τῶν ἠσκημένων ὁ σφυγμὸς οὗτος.
2. οὐδενὶ γὰρ ἔοικεν οὔτε κατὰ τὴν ἐφ’ ἑκάτερα τάσιν οὔτε τὸ
3. σπασμῶδες τῆς κινήσεως. μιγνυμένου δ’ αὐτοῦ τῷ τῆς καταφορᾶς,
4. δυσφορώτατος ἡ κίνησις, καὶ μόνῳ τῷ καθ’ ἑαυτὸν
5. ἑκάτερον γνωρίζειν ἀκριβῶς ἐσκεμμένῳ δυνατὸν καὶ τὴν μίξιν
6. ἐπιγνῶναι.
7. Ἡ μὲν ῥῆσις ἡ ἐκ τῆς εἰσαγωγῆς αὕτη. πρόδηλος δὲ τῶν
8. εἰρημένων ἡ αἰτία τῷ μεμνημένῳ διότι συμπάσχουσιν. ἀλλήλαις αἱ ἀρχαί.