9. Παραλύσεως σφυγμὸς μικρὸς καὶ ἀμυδρὸς
10. καὶ βραδύς ἐστι, καὶ τισὶ μὲν αὐτῶν καὶ ἀραιὸς, τισὶ δὲ καὶ
11. πυκνὸς μὲν, ἀλλ’ ὑποδιαλείπων ἀτάκτως.
12. Μικρὸς μὲν καὶ βραδύς ἐστιν ὁ τῶν παραλελυμένων
13. σφυγμὸς, ὅτι ψυχρὸν τὸ πάθος· ἀμυδρὸς δὲ, ὅτι καὶ ἡ δυνάμις
14. ἀῤῥωστοτέρα. μείζονος δὲ τῆς ἐν αὐτῷ γενομένης καταλύσεως
15. πυκνὸς ἅμα καὶ ἀνώμαλος καὶ ὑπολείπων ἀτάκτως.
16. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ἡ αἰτία κατὰ τὸ δεύτερον τῶνδε
17. τῶν ὑπομνημάτων.