14. Θυμοῦ μὲν ὑψηλός ἐστιν ὁ σφυγμὸς
15. καὶ μέγας καὶ σφοδρὸς καὶ ταχὺς καὶ πυκνός.
16. Καὶ τὰ περὶ θυμοῦ λεγόμενα δῆλα τῷ μεμνημένῳ
17. τῶν ἔμπροσθεν. ὑπὲρ οὗ δὲ οὐδέπω πρότερον
18. ἀπεφηνάμεθα, νῦν μὲν ἀναγκαῖον ἤδη προσθεῖναι, πότερον
19. φαίνεται μόνον σφοδρότερος ὁ τῶν θυμουμένων σφυγμὸς,
20. ἢ ὄντως τοιοῦτος γίνεται. κατελίπομεν γὰρ αὐτὸ,
1. καίτοι διελθόντες ἐπὶ πλέον ἐν τῷ πρώτῳ λόγῳ, σχεδὸν ἄκριτον.
2. οὐδὲ γὰρ οὕτως ἄν τις ἐπείσθη τότε, λεγόντων ἡμῶν
3. ὅτι μὴ φαίνεται μόνον, ἀλλὰ καὶ γίνεται σφοδρότερος, ὡς
4. νῦν προσθήσεται, προακηκοὼς ἐν τῷ μεταξὺ λόγῳ πολλὰ
5. συντελοῦντα πρὸς τὴν πίστιν καὶ μάλιστα τὰ περὶ τῶν ἀνωμαλιῶν
6. εἰρημένα. φαίνεται γὰρ ἐναργῶς ἐναλλὰξ ἐν ταύταις
7. ὁ σφυγμὸς ἀμυδρὸς καὶ σφοδρὸς γινόμενος, οὐ δήπου τῆς δυνάμεως
8. οὕτω ταχέως εἰς ἀῤῥωστίαν τε καὶ ῥώμην μεταπιπτούσης,
9. ἀλλὰ διαμαχομένης μὲν τοῖς λυποῦσιν αἰτίοις, οὐκ ἀεὶ
10. δ’ αὐτῶν κρατούσης. ἐναργέστατα δ’ ἐπὶ τῶν ἀγαθῶν κρίσεων
11. οἱ σφυγμοὶ γίνονται σφοδροὶ, ἐπεγειρούσης τηνικαῦθ’
12. ἑαυτὴν τῆς δυνάμεως ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα.
13. φαίνεται δὲ τοῦτο κᾀπὶ τῆς ψυχικῆς δυνάμεως γινόμενον, οὐ
14. μόνης τῆς ζωτικῆς. ἐκλελυμένοι γοῦν τινες ἐσχάτως ἢ διὰ
15. γῆρας, ἢ διὰ νόσον, ἢ διά τινα προηγησάμενον κάματον, εἶτ’
16. ἐξαίφνης θεασάμενοι λῃστῶν ἔφοδον, ἢ πολεμίων, ἢ θηρίου
17. τινὸς, ἔδραμον ὠκέως ἀποφεύγοντες τὸ δεινὸν οὐδὲν ἧττον
18. τῶν ἰσχυρῶν. οὕτω δὲ καὶ διὰ σεισμὸν τινὲς ἐκπηδήσαντες
1. τῶν οἰκιῶν, ἢ δι’ ἐμπρησμὸν, ὠκύτατα διαθέουσιν, ἔμπροσθεν
2. μόλις ὑπὸ τῆς ἀῤῥωστίας προβαίνοντες. ἐν ἅπασιν οὖν
3. τοῖς τοιούτοις δῆλόν ἐστιν ὡς αἱ διοικοῦσαι τὸ ζῶον δυνάμεις
4. ἀνάγκης τινὸς καταλαβούσης σφοδρότερον ἐνεργοῦσι,
5. καὶ οὐ χρὴ θαυμάζειν οὐδ’ εἰ ἐν τοῖς θυμοῖς τοῦτο γίνεται.
6. καὶ γὰρ φαίνεται καὶ λόγον ἔχειν, ὥσπερ οὖν καὶ γυμναζομένων
7. καὶ ὁπωσοῦν ἀνδριζομένων οὐκ εἰς μέγεθος μόνον,
8. ἀλλὰ καὶ εἰς σφοδρότητα τοὺς σφυγμοὺς ἰδεῖν ἔστιν
9. τρεπομένους.