18. Ὁ τῶν συναγχικῶν σφυγμὸς τάσιν μέν
1. τινα παραπλησίαν ἔχει τῷ σπασμώδει, μέγας δ’ ἐστὶ καὶ κυματώδης,
2. ὡς ὁ τῶν περιπνευμονικῶν, καὶ ὁπότερον ἄν ἐν
3. αὐτῷ μεγάλως ἐπικρατῇ, κατ’ ἐκεῖνο χρὴ προσδοκᾷν τὴν μετάπτωσιν.
4. εἰ μὲν τὸ περιπνευμονικὸν εἶδος ἐπικρατήσειεν,
5. εἰς περιπνευμονίαν· εἰ δ’ αὖ τὸ σπασμῶδες, εἰς σπασμὸν ἡ
6. συνάγχη τελευτήσει. ὅσοι δ’ ἂν ἐξ αὐτῶν ἰσχυρῶς πνίγωνται,
7. μικρὸς τούτοις καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται· τελευτώντων
8. δὲ ἤδη πυκνὸς καὶ ἀνώμαλος.
9. Πάσῃ μὲν φλεγμονῇ τὴν ἀρχὴν εἰς συμπάθειαν ἀγούσῃ
10. κοινὸν σύμπτωμα τείνειν τὸν σφυγμόν. ἀλλὰ μᾶλλον τοῦτο
11. δρῶσιν αἵ τε τῶν νευρωδῶν σωμάτων καὶ ὅσα πλησίον εἰσὶ
12. τῆς ἀρχῆς. ταῦτά τοι καὶ ὁ τῶν συναγχικῶν σφυγμὸς οὐκ
13. ἂν ἄνευ μὲν τάσεως, ἀλλ’ ἤτοι πλέον ἢ ἧττον αὐτῆς μετέχει.
14. γίνεται γὰρ τοῦτο διά τε τὸν ἐπιῤῥέοντα χυμὸν, ἢ χολωδέστερον,
15. ἢ φλεγματικώτερον ὑπάρχοντα, καὶ διὰ τὶν τῶν ὀργάνων
16. αὐτῶν τῶν ἐν τῷ τραχήλῳ διαφοράν. τὰ μὲν γὰρ νευρωδέστερά
17. τε καὶ συντονώτερα τείνει μᾶλλον τὸν σφυγμόν·
18. ὅσα δὲ σαρκώδη τε καὶ χαῦνα, κυματωδέστερον ἀπεργάζεται
1. ταῦτα. τὰ δ’ ἄλλα τῆς λέξεως δῆλα, πλὴν τοῦ κατὰ τὸ τέλος
2. εἰρημένου, τοῦ μικρὸν μὲν καὶ ἀραιὸν γίνεσθαι τοῖς πνιγομένοις
3. ἐξ αὐτῶν τὸν σφυγμὸν, ἐπὶ τελευτῇ δὲ πυκνὸν καὶ
4. ἀνώμαλον. ἔχει γὰρ οὕτως. ἐν μὲν ταῖς ἀρχαῖς τοῦ πνίγεσθαι
5. μικρότεραι καὶ ἀραιότεραι τῶν ἀρτηριῶν αἱ διαστολαὶ
6. γίνονται, τῆς τε δυνάμεως ἀῤῥωστούσης ἤδη, καὶ τῆς χρείας
7. μειουμένης. ἐφεξῆς δ’ ὅταν ἤδη πλησίον ὦσι θανάτου, πειρᾶται
8. ἡ δύναμις ἐπισπᾶσθαι συνεχέστερον, ὡς ἂν καὶ τῆς
9. οὐσίας ἤδη τοῦ ψυχικοῦ πνεύματος ἐλλειπούσης. ἀῤῥωστοῦσα
10. δὲ μικρὰς μὲν ἐξ ἀνάγκης ἐργάζεται τὰς διαστολάς·
11. ὅτι δὲ μικρὰς, διὰ τοῦτο καὶ πυκνάς. εἴρηται γὰρ ὑπὲρ
12. τούτου ἔμπροσθεν. εἶτ’ ἐξαίφνης ὡσπερεὶ πεδηθεῖσα, πολλάκις
13. μὲν ἔστη, πολλάκις δ’ ἐμέλησε στῆναι. τούτων δὲ
14. τὸ μὲν ἕτερον διαλείποντα, τὸ δ’ ἕτερον ἀραιὸν ἐργάζεται
15. τὸν σφυγμόν· ἄμφω δ’ ἀνώμαλον ἐν τῇ κατὰ τοῦτο
16. τὸ γένος διαφορᾷ.