Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 4.21, ed. Kühn, 1825, vol. 9, p. 195-197. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:4.21

17. Ὀρθοπνοίας ὀξείας σφυγμὸς ἀνώμαλος
18. ἄτακτος, ὑπεκλείπων, καὶ τῆς μὲν μέσης τῇ κακίᾳ πυκνὸς, 
1. τῆς δ’ ἐσχάτως βιαίας βραδὺς καὶ ἐκλείπων, τῆς δ’
2. ἀναιρούσης ἤδη πυκνὸς καὶ ἀμυδρός.

3. Τοῦ χρονίου νοσήματος, ὃ δὴ προσαγορεύουσιν
4. ὀρθόπνοιαν, ὀξεῖς εἰσιν οἱ παροξυσμοὶ, καθάπερ καὶ τῆς
5. ἐπιληψίας. ἔν τε οὖν τούτοις, οὐχ ἥκιστα δὲ κᾀν ταῖς ἄλλαις
6. ἁπάσαις ὀρθοπνοίαις ταῖς ὁπωσοῦν ἐξαιφνίδιον γινομέναις
7. οἱ σφυγμοὶ πάντως μὲν ἀνώμαλοί τε καὶ ἄτακτοι καὶ ὑπεκλείποντες
8. γίνονται, διὰ τὰς ὀλίγον ἔμπροσθεν εἰρημένας αἰτίας.
9. ἤδη δὲ παρὰ τὰς διαφορὰς τῆς κακίας ἢ πυκνοὶ μᾶλλον
10. ἢ ἀραιοί. ταχεῖς μὲν γὰρ οὐδέποτε, διὰ τὴν ἀῤῥωστίαν
11. τῆς δυνάμεως. ἐν μὲν δὴ τῇ μέσως μοχθηρᾷ πυκνὸς μᾶλλον
12. ἅμα τῷ καὶ ἀνώμαλος εἶναι δηλονότι καὶ ὑπεκλείπων. ἐν
13. ἀρχῇ γὰρ τοῦ λόγου ταῦθ’ ὡς ἀχώριστα προείρηται. διότι
14. δὲ πυκνὸς γίνεται τῆς χρείας μὲν ἐπειγούσης, τῆς δυνάμεως
15. δ’ ἀῤῥωστούσης, ἐν τοῖς ἔμπροσθεν εἴρηται. καὶ μὲν δὴ καὶ
16. ἤδη νεκρουμένης τῆς δυνάμεως βραδὺς ἅμα καὶ ἐκλείπων.
17. ἄμφω γὰρ ταῦθ’ ὑπάρχει τῇ μηκέτι κινεῖσθαι δυναμένῃ. κατ’
18. αὐτὸ δὲ τὸ ἀποθνήσκειν ἤδη βιαιοτάτης μὲν τῆς τοῦ πνεύματος
1. ἐπιζητήσεως τῇ φύσει γινομένης, ἀῤῥωστούσης δὲ δηλονότι
2. τῆς δυνάμεως, ἐπὶ τὸ κινεῖσθαι μὲν ἔρχεται τῆς χρείας
3. καταναγκαζούσης, οὐ δυναμένης δ’ εἰς τοσοῦτον ἐξαίρειν τὴν
4. ἀρτηρίαν εἰς ὅσον ἡ χρεία ποθεῖ, πυκνοὺς ἐξ ἀνάγκης ἐργάζεται
5. τοὺς σφυγμούς. καὶ τοῦτ’ ἐπ’ ὀλίγον τινὰ χρόνον ἅπαν
6. ὅσον εἶχε δυνάμεως ἐπιδειξαμένη τελέως εὐθὺς ἀποσβέννυται.

Cliquer un n° de page pour en afficher l’image