7. Ὑστερικῆς πνίξεως ἀποτεταμένος ἐστὶ
8. σπασμωδῶς καὶ ἀραιός. τῆς δ’ ὀλεθρίας πυκνὸς, ἄτακτος
9. καὶ ὑπεκλείπων.
10. Οὐδ’ ἐπὶ ταύτης ἄπορος ἡ αἰτία τῷ μεμνημένῳ τῶν
11. πρόσθεν. διὰ μὲν γὰρ τὸ πεπονθὸς ὄργανον νευρῶδες ὑπάρχον
12. εὐλόγως ἀποτείνεται σπασμωδῶς ὁ σφυγμός. ὅτι δὲ τὸ
13. πάθος ψυχρὸν, ἡ ἀραιότης συνεδρεύει. καταλυομένης δ’ εἰς
14. ἔσχατον ἤδη τῆς δυνάμεως εὐλόγως πυκνοῦταί τε καὶ ἀνώμαλος
15. ἅμα καὶ ὑπεκλείπων γίνεται. προείρηται γὰρ ἤδη καὶ
16. περὶ τούτων, ὡς ὅταν ἐπείγῃ μὲν ἡ χρεία, κακῶς δ’ ἡ δύναμις
17. ἔχῃ, τοιοῦτον ἀνάγκη γίνεσθαι τὸν σφυγμόν.