18. Στόμαχος πεπονθὼς, οὕτω γὰρ καλείσθω
19. καὶ ὑφ’ ἡμῶν ἐν τῷ παρόντι τὸ στόμα τῆς κοιλίας διὰ τὴν
1. τῶν πολλῶν συνήθειαν, οὐ καθ’ ἓν εἶδος τρέπει τὸν σφυγμὸν,
2. ἀλλ’ ὁ μὲν φλεγμαίνων μόνον, οἷον ἐπὶ φλεγμονῇ νευρώδους
3. σώματος εἴπομεν γίνεσθαι, τὴν τροπὴν τοιαύτην ἐργάζεται·
4. ὁ δὲ θλιβόμενος, ἢ δακνόμενος, ἢ ἀλύων, ἢ λύζων, ἢ ἐμετικὸς,
5. ἢ ναυτιώδης, ἢ ἀνόρεκτος, ἢ ὀδυνώμενος, κατὰ τὸ τοῦ
6. συμπτώματος εἶδος. αἱ μὲν γὰρ δήξεις καὶ οἱ ἔμετοι καὶ αἱ
7. ναυτίαι καὶ οἱ λυγμοὶ καὶ ὁ ἀλυσμὸς ἰσχυρῶς πυκνοῦσι σὺν
8. τῷ μικρὸν καὶ ἀμυδρὸν ἐργάζεσθαι καί τισι μετρίως θάττονα.
9. θλίψις δὲ μόνη χωρὶς τούτων τινὸς καὶ ἀραιὸν καὶ βραδὺν
10. καὶ μικρὸν καὶ ἀμυδρόν. ἡ δὲ τοιαύτη θλίψις ἐπί τε τροφαῖς
11. βαρυνούσαις γίνεται, μηδεμίαν ἐχούσαις ἰσχυρὰν δύναμιν,
12. ἀλλ’ αὐτῷ μόνῳ τῷ ποσῷ διοχλούσαις, καί τισιν ὑγροῖς
13. συῤῥυεῖσιν εἰς αὐτὸν ἀδήκτοις. εἰ δὲ καὶ ψύχοιτο πρὸς αὐτῶν,
14. τότε δὴ καὶ μάλιστα τοιοῦτος ὁ σφυγμὸς ἔσται. καὶ ὁ
15. τῶν βουλιμιώντων τοιοῦτός ἐστιν. αἱ μὲν οὖν εἰς πυκνότητα
16. τρέπουσαι διαθέσεις ἅπασαι χρονίζουσαι ἢ σφοδρότεραι γινόμεναι
17. τὸν σκωληκίζοντα σφυγμὸν ἐργάζονται, αἱ δ’
18. εἰς ἀραιότητα πρὸς τῷ τὰς εἰρημένας διαφορὰς ἐπιτείνειν
1. τοιοῦτόν τι σὺν αὐταῖς εἶδος ἐν τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίᾳ
2. γεννῶσιν, ὡς εἰς πολλὰ δοκεῖν τεθρύφθαι τὸ σῶμα τῆς
3. ἀρτηρίας, ὡς μὴ καὶ συνεχὲς εἶναι. καὶ οἷον ψάμμου προσπιπτούσης
4. αἴσθησις γίνεται τῇ ἁφῇ κατὰ τὴν διαστολήν.
5. Ἡ μὲν ἐκ τῆς εἰσαγωγῆς ῥῆσις αὕτη. τὰς δ’ αἰτίας τῶν
6. εἰρημένων, ὅσα μὲν πάνυ σαφεῖς εἰσι τοῖς μεμνημένοις τῶν
7. ἔμπροσθεν, οὐ δέομαι λέγειν· ὅσαι δ’ ἀσαφέστεραι, ῥηθήσονται.
8. δυνάμεως γὰρ ἀῤῥωστούσης τῆς μὲν κατὰ τὸν ἑαυτῆς
9. λόγον ἐπὶ δυσκρασίᾳ δηλονότι, τῆς δὲ διά τι τῶν ἔξωθεν
10. ἤτοι βαρυνομένης ἢ ἐρεθιζομένης κακοήθως, ἐπὶ μὲν ταῖς
11. βαρυνομέναις μικρὸς καὶ βραδὺς καὶ ἀραιὸς ὁ σφυγμὸς γίνεται,
12. μικρὸς μὲν ὡς ἂν τῆς δυνάμεως κεκακωμένης, βραδὺς
13. δὲ διά τε τοῦτο καὶ τῆς χρείας ἐκλελυμένης· ψυχραὶ γὰρ αἱ
14. βαρύνουσαι τὴν δύναμίν εἰσι διαθέσεις· διὰ τοῦτο δὲ καὶ
15. ἀραιὸς, ἐδείχθη γὰρ ἐκλυομένης τῆς χρείας τοιοῦτος γινόμενος·
16. ἐπὶ δὲ ταῖς ἐριθιζούσαις μόνον καὶ λυπούσαις τὴν δύναμιν
17. διαθέσεσιν, μικρὸς μὲν κᾀπὶ ταύταις καὶ ἀμυδρὸς διὰ
18. τὴν κάκωσιν τῆς δυνάμεως, πυκνὸς δὲ διότι καὶ ἀμυδρός·
19. ἔστι δ’ ὅτε καὶ βραχεῖ θάττων. ὥσπερ γὰρ καὶ ἡμεῖς αὐτοὶ
1. πολλάκις ἀσθενέστεροι γινόμενοι, κᾄπειτα διά τινα χρείαν
2. ἐπειχθέντες ἐπὶ πλεῖστον μὲν διαβαίνειν τοῖς σκέλεσιν ἀδυνατοῦμεν,
3. εἰς ὅσον δ’ οἷοί τέ ἐσμεν ἀναγκάζομεν ἡμᾶς αὐτοὺς
4. θᾶττόν τε καὶ πυκνότερον προβαίνειν, οὕτω καὶ ἡ τὰς ἀρτηρίας
5. κινοῦσα δύναμις, ὅταν ἐπείγηται μὲν ὑπὸ τῆς χρείας εἰς
6. τὰς κινήσεις, ἀσθενὴς δ’ ᾖ, μεγάλας μὲν οὐχ οἵα τέ ἐστι ποιεῖσθαι
7. τὰς διαστολὰς, ἐπ’ ὀλίγον δέ πως ὠκυτέρας, πυκνὰς μὲν
8. εἰς τοσοῦτον εἰς ὅσον ἐνδεέστερον τῆς χρείας αἱ διαστολαὶ γίνονται.
9. κατὰ λόγον οὖν ταῖς μὲν εἰς πυκνότητα τρεπούσαις
10. στομαχικαῖς διαθέσεσιν τὸν σφυγμὸν ἐπιτεινομέναις ὁ σκωληκίζων
11. καλούμενος ἐπιγίνεται, καταλυομένης γὰρ ἦν οὗτος οἰκεῖος
12. δυνάμεως, ταῖς δ’ εἰς ἀραιότητα οἷον διατεθρυμμένος,
13. ἀνωμάλου δυσκρασίας αὐτῶν τῶν ὀργάνων ἔγγονος ὑπάρχων.